§1.2.20τὸ δʼ ὅλον οὐκ εὖ τὸ τὴν Ὁμήρου ποίησιν εἰς ἓν συνάγειν τῇ τῶν ἄλλων ποιητῶν εἴς τε τἆλλα καὶ εἰς αὐτὰ τὰ νῦν προκείμενα τὰ τῆς γεωγραφίας καὶ μηδὲν αὐτῷ πρεσβεῖον ἀπονέμειν.
总的来说,将荷马的诗歌与在其他方面以及在我们面前这些地理学问题上的其他诗人的诗歌混为一谈,并且不给予他任何优越地位,这是不对的。
καὶ γὰρ εἰ μηδὲν ἄλλο, τόν γε Τριπτόλεμον τὸν Σοφοκλέους ἢ τὸν ἐν ταῖς Βάκχαις ταῖς Εὐριπίδου πρόλογον ἐπελθόντα καὶ παραβαλόντα τὴν Ὁμήρου περὶ τὰ τοιαῦτα ἐπιμέλειαν, ῥᾷον ἦν αἰσθέσθαι τὴν ὑπερβολὴν ἢ τὴν διαφοράν·
因为,即使没有别的,任何阅读过索福克勒斯的《特里普托勒摩斯》或欧里庇得斯的《巴克科斯的女信徒》中的序幕,并将其与荷马在这些事情上的用心进行对比的人,都更容易看出这种优越性或差异。
ὅπου γὰρ χρεία τάξεως ὧν μέμνηται τόπων, φυλάττει τὴν τάξιν ὁμοίως μὲν τῶν Ἑλληνικῶν, ὁμοίως δὲ τῶν ἄπωθεν· Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον.
因为在需要对他所提到的地点进行排序的地方,荷马无论是在处理希腊的地点,还是在处理遥远的地点时,都同样保持了顺序: ‘他们急欲将奥萨山堆在奥林波斯山之上,又在奥萨山之上堆上树叶摇曳的培利翁山。
Ἥρη δʼ ἀίξασα λίπεν ῥίον Οὐλύμποιο, Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα· ἐξ Ἀθόω δʼ ἐπὶ πόντον.
’ ‘赫拉飞身离去,离开了奥林波斯的峰峦,踏上皮埃里亚和可爱的埃马提亚,疾驰向养马的色雷斯人那白雪皑皑的山峰;又从阿索斯山前往大海。
καὶ ἐν τῷ καταλόγῳ τὰς μὲν πόλεις οὐκ ἐφεξῆς λέγει· οὐ γὰρ ἀναγκαῖον· τὰ δὲ ἔθνη ἐφεξῆς.
’ 在《船名录》中,他并没有依次叙述城市(因为这没有必要),但他依次叙述了族群。
ὁμοίως δὲ καὶ περὶ τῶν ἄπωθεν· Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην.
对于遥远的地方也是如此: ‘我游历了塞浦路斯、腓尼基和埃及人之地,又到了埃塞俄比亚人、西多尼亚人、埃伦比人和利比亚。
ὅπερ καὶ Ἵππαρχος ἐπισημαίνεται.
’ 喜帕恰斯也指出了这一点。
οἱ δʼ ἐφʼ ὧν τάξεως χρεία, ὁ μὲν τὸν Διόνυσον ἐπιόντα τὰ ἔθνη φράζων, ὁ δὲ τὸν Τριπτόλεμον τὴν κατασπειρομένην γῆν, τὰ μὲν πολὺ διεστῶτα συνάπτουσιν ἐγγύς, τὰ δὲ συνεχῆ διασπῶσι· λιπὼν δὲ Λυδῶν τὰς πολυχρύσους γύας Φρυγῶν τε Περσῶν θʼ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη, τήν τε δύσχειμον χθόνα Μήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμονα.
但在需要排序的情况下,其他诗人中,一人描述代奥尼索斯巡游诸族,另一人描述特里普托勒摩斯在播种的大地上,将相距甚远的事物连接得很近,却将连续的事物撕裂开来: ‘离开了吕底亚人黄金丰富的田园,以及弗里吉亚和波斯人受烈日曝晒的平原、巴克特里亚的城墙,又走过了介于其间的米底亚人严冬的土地,以及幸福的阿拉伯。
τοιαῦτα δὲ καὶ ὁ Τριπτόλεμος ποιεῖ.
’ 特里普托勒摩斯也做着类似的事情。
κἀν τοῖς κλίμασι δὲ κἀν τοῖς ἀνέμοις διαφαίνει τὸ πολυμαθὲς τὸ περὶ τὴν γεωγραφίαν Ὅμηρος, ἐν ταῖς τοποθεσίαις λέγων ἅμα καὶ ταῦτα πολλαχοῦ· αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται πρὸς ζόφον·
在气候和风向方面,荷马也展现了他在地理学方面的博学,在许多地方描述方位的时侯,同时这样说道: ‘它本身很低,在海中处于最高,面向西方;而其他的岛屿则在远处,面向东方和太阳。
αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε. δύω δέ τέ οἱ θύραι εἰσίν, αἱ μὲν πρὸς βορέαν, αἱ δʼ αὖ πρὸς νότον.
’ ‘它有两个门,一个朝向北风,另一个朝向南风。
εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερά τοί γε ποτὶ ζόφον.
’ ‘无论他们是向右走向东方和太阳,还是向左走向西方。
καὶ μὴν τὴν ἄγνοιάν γε τῶν τοιούτων τελείαν ἡγεῖται σύγχυσιν τῶν ἁπάντων· ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς, οὐδʼ ὅπῃ ἠέλιος.
’ 事实上,他认为对这些事物的无知是对一切事物的彻底混乱: ‘朋友们,因为我们不知道西方在哪里,也不知道东方在哪里,更不知道太阳在哪里。
κἀνταῦθα δʼ εἰπόντος εὖ τοῦ ποιητοῦ
βορέης καὶ ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον,
οὐκ εὖ δεξάμενος ὁ αὐτὸς συκοφαντεῖ ὡς καθόλου λέγοντος, ὅτι ὁ ζέφυρος ἐκ Θρᾴκης πνεῖ, ἐκείνου λέγοντος οὐ καθόλου, ἀλλʼ ὅταν κατὰ τὴν Θρᾳκίαν θάλατταν συμπέσωσι περὶ τὸν Μέλανα κόλπον αὐτοῦ τοῦ Αἰγαίου μέρος οὖσαν.
’ 在这里,尽管诗人说得很对: ‘北风和西风,这两个风从色雷斯吹来,’ 但那同一个人却没有正确理解,而是恶意诽谤,认为诗人是在说一个普遍的真理,即西风是从色雷斯吹来的,而诗人说的并不是普遍情况,而是当风在色雷斯海(也就是爱琴海本身的一部分,围绕着黑色海湾的地方)汇合时的情况。
ἐπιστροφὴν γὰρ λαμβάνει πρὸς νότον ἀκρωτηριάζουσα ἡ Θρᾴκη καθʼ ἃ συνάπτει τῇ Μακεδονίᾳ, καὶ προπίπτουσα εἰς τὸ πέλαγος τοὺς ζεφύρους ἐντεῦθεν πνέοντας ἀποφαίνει τοῖς ἐν Θάσῳ καὶ Λήμνῳ καὶ Ἴμβρῳ καὶ Σαμοθρᾴκῃ καὶ τῇ περὶ αὐτὰς θαλάττῃ, καθάπερ καὶ τῇ Ἀττικῇ ἀπὸ τῶν Σκειρωνίδων πετρῶν, ἀφʼ ὧν καὶ Σκείρωνες καλοῦνται οἱ ζέφυροι, καὶ μάλιστα οἱ ἀργέσται.
因为色雷斯在与马其顿相接的地方向南弯曲,并伸入海中,使得从那里吹来的西风,对于在萨索斯、莱姆诺斯、因布罗斯、萨莫色雷斯以及它们周围海域的人来说,显得像是从那里吹来的,这正如对于阿提卡人来说,从斯基罗尼得斯岩石吹来的西风(因此西风,尤其是西北偏西风,被称为斯基伦)一样。
οὐκ ἐνόησε δὲ τοῦτο Ἐρατοσθένης, ὑπενόησε δʼ ὅμως.
埃拉托斯特尼没有理解这一点,尽管他也有所察觉。
αὐτὸς γοῦν ἐξηγεῖται τὴν ἐπιστροφὴν ἣν λέγω τῆς χώρας· ὡς καθόλου οὖν δέχεται, εἶτʼ ἀπειρίαν αἰτιᾶται τοῦ ποιητοῦ, ὡς τοῦ ζεφύρου μὲν ἀπὸ τῆς ἑσπέρας πνέοντος καὶ τῆς Ἰβηρίας, τῆς δὲ Θρᾴκης ἐκεῖσε μὴ διατεινούσης.
至少他自己解释了我所说的该地区的弯曲;但他却将其作为普遍情况来接受,然后指责诗人的无知,认为西风是从西方和伊比利亚吹来的,而色雷斯并没有延伸到那里。
πότερον οὖν τὸν ζέφυρον ἀγνοεῖ ἀπὸ ἑσπέρας πνέοντα;
那么,荷马难道不知道西风是从西方吹来的吗?
ἀλλʼ ὅταν οὕτω φῇ, φυλάττει τὴν οἰκείαν αὐτοῦ τάξιν
σὺν δʼ εὖρός τε νότος τε πέσον ζέφυρός τε δυσαὴς καὶ βορέης· ἢ τὴν Θρᾴκην οὐκ οἶδε μὴ προπίπτουσαν πέραν τῶν Παιονικῶν καὶ Θετταλικῶν ὀρῶν;
但是当他这样说时,他保持了风的固有顺序: ‘东风和南风一齐袭来,还有猛烈吹拂的西风和北风;’ 或者他难道不知道色雷斯并没有伸出到派奥尼亚和色萨利山脉之外吗?
ἀλλὰ καὶ ταύτην τὴν ἐφεξῆς κατὰ τοὺς Θρᾷκας εἰδὼς καὶ κατονομάζων τήν τε παραλίαν καὶ τὴν μεσόγαιαν Μάγνητας μέν τινας καὶ Μαλιεῖς καὶ τοὺς ἐφεξῆς Ἕλληνας καταλέγει μέχρι Θεσπρωτῶν, ὁμοίως δὲ καὶ τοῖς Παίοσι τοὺς ὁμόρους Δόλοπας καὶ Σελλοὺς περὶ Δωδώνην μέχρις Ἀχελώου· Θρᾳκῶν δʼ οὐ μέμνηται περαιτέρω.
但是荷马知道这片紧邻色雷斯人的土地,并且为海岸和内陆命名,他列举了某些马格内斯人、马利斯人以及接连不断的希腊人,一直到塞斯普罗蒂人,同样也列举了与派奥尼亚人相邻的多洛佩斯人和哆哆那周围直到阿刻罗俄斯河的塞洛伊人;但他没有提到更远处的色雷斯人。
εὐεπιφόρως δὲ ἔχει πρὸς τὴν ἐγγυτάτην καὶ γνωριμωτάτην ἑαυτῷ θάλατταν, ὡς καὶ ὅταν φῇ
κινήθη δʼ ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο.
他很容易倾向于提到距离自己最近、最熟悉的海洋,正如他所说: ‘会众动摇了,就像伊卡里亚海那滔天的海浪。 ’