§1.2.11δεῖ δὲ ταῦτα προϋποθέμενον σκοπεῖν τί λέγουσιν οἱ φήσαντες περὶ Σικελίαν ἢ Ἰταλίαν γενέσθαι τῷ Ὀδυσσεῖ τὴν πλάνην καθʼ Ὅμηρον·
これらを前提とした上で、ホメロスによればオデュッセウスの漂流がシケリアあるいはイタリアの周辺で起こったと主張する者たちが何を言っているのかを考察しなければならない。
ἔστι γὰρ ἀμφοτέρως τοῦτο δέξασθαι, καὶ βέλτιον καὶ χεῖρον·
なぜなら、これについては、より良い方法とより悪い方法の二通りの受け取り方ができるからである。
βέλτιον μέν, ἂν οὕτω δέχηται ὅτι πεισθεὶς ἐκεῖ τὴν πλάνην τῷ Ὀδυσσεῖ γενέσθαι, λαβὼν ἀληθῆ ταύτην τὴν ὑπόθεσιν ποιητικῶς διεσκεύασε·
より良い方法とは、もし人が次のように受け取る場合である。 すなわち、詩人はそこでオデュッセウスに漂流が起こったと確信し、この仮定を真実として受け取った上で、詩的にこれに潤色を加えた、と。
τοῦτο γὰρ οἰκείως ἂν λέγοιτο περὶ αὐτοῦ· καὶ οὐ μόνον γε περὶ Ἰταλίαν, ἀλλὰ καὶ μέχρι τῶν ἐσχάτων τῆς Ἰβηρίας ἐστὶν εὑρεῖν ἴχνη τῆς ἐκείνου πλάνης καὶ ἄλλων πλειόνων.
というのも、このように言えば彼について適切であろうし、またイタリア周辺だけでなく、イベリアの最果てに至るまで、彼や他の多くの人々の漂流の痕跡を見出すことができるからである。
χεῖρον δέ, ἐάν τις καὶ τὴν διασκευὴν ὡς ἱστορίαν δέχηται, ἐκείνου ὠκεανὸν καὶ ᾄδην καὶ Ἡλίου βόας καὶ παρὰ θεαῖς ξενίας καὶ μεταμορφώσεις καὶ μεγέθη Κυκλώπων καὶ Λαιστρυγόνων καὶ μορφὴν Σκύλλης καὶ διαστήματα πλοῦ καὶ ἄλλα πλείω τοιαῦτα τερατογραφοῦντος φανερῶς.
より悪い方法とは、詩人がオケアノスや冥府、ヘリオスの牛、女神たちのもとでのもてなし、変身、キュクロプスたちやライストリュゴネスたちの大きさ、スキュラの姿、航海の距離、その他多くのそのような怪異を明らかに描き出しているにもかかわらず、その潤色までも歴史として受け取る場合である。
οὔτε δὲ πρὸς τοῦτον ἄξιον ἀντιλέγειν οὕτω φανερῶς καταψευδόμενον τοῦ ποιητοῦ, καθάπερ οὐδʼ εἰ φαίη τοῦτον τὸν τρόπον γενέσθαι τὸν εἰς τὴν Ἰθάκην κατάπλουν τοῦ Ὀδυσσέως καὶ τὴν μνηστηροφονίαν καὶ τὴν ἐπὶ τοῦ ἀγροῦ συστᾶσαν μάχην τοῖς Ἰθακησίοις πρὸς αὐτόν, οὔτε πρὸς τὸν δεξάμενον οἰκείως προσπλέκεσθαι δίκαιον.
このように詩人について明らかに偽りを述べる者に対して異議を唱える価値はない。 それは、オデュッセウスのイタケへの帰還や求婚者殺害、また田舎でイタケ人たちとの間に起こった戦闘がこのようにして起こったと主張する者に対して異議を唱えるべきでないのと同様である。 また、適切に受け入れている者と争うのも正しくはない。
§1.2.12̔ο Ἐρατοσθένης δὲ πρὸς ἀμφοτέρας τὰς ἀποφάσεις ἀπήντηκεν οὐκ εὖ·
一方、エラトステネスは両方の主張に対して不適切に対処した。
πρὸς μὲν τὴν δευτέραν, ὅτι πειρᾶται διαβάλλειν φανερῶς ψευδῆ καὶ οὐκ ἄξια λόγου διὰ μακρῶν, πρὸς δὲ τὴν προτέραν, ποιητήν τε ἅπαντα ἀποφήνας φλύαρον καὶ μήτε τόπων ἐμπειρίαν μήτε τεχνῶν πρὸς ἀρετὴν συντείνειν νομίσας·
第二の主張に対しては、明らかに虚偽で論じるに値しない事柄を長々と論駁しようとしているからであり、第一の主張に対しては、すべての詩人をおしゃべりであると宣言し、地理的な知識も諸技術も卓越性には貢献しないと考えたからである。
τῶν τε μύθων τῶν μὲν ἐν τόποις οὐ πεπλασμένοις πεφημισμένων, οἷον ἐν Ἰλίῳ καὶ Ἴδῃ καὶ Πηλίῳ, τῶν δὲ ἐν πεπλασμένοις, καθάπερ ἐν οἷς αἱ Γοργόνες ἢ ὁ Γηρυόνης, ταύτης φησὶ τῆς ἰδέας εἶναι καὶ τοὺς κατὰ τὴν Ὀδυσσέως πλάνην λεγομένους, τοὺς δὲ μὴ πεπλάσθαι λέγοντας ἀλλʼ ὑποκεῖσθαι ἐξ αὐτοῦ τοῦ μὴ συμφωνεῖν ἐλέγχεσθαι ψευδομένους·
そして、神話のうち、イリオスやイデ、ペリオンのように架空でない場所に設定されているものがある一方で、ゴルゴンたちやゲリュオネスがいる場所のように架空の場所に設定されているものもあるが、彼はオデュッセウスの漂流において語られているものもまた、この後者の類であると主張している。 そして、これらは架空ではなく事実に基づいていると主張する者たちは、互いに意見が一致しないというまさにその事実によって、嘘をついていることが暴かれると主張する。
τὰς γοῦν Σειρῆνας τοὺς μὲν ἐπὶ τῆς Πελωριάδος καθιδρύειν, τοὺς δὲ ἐπὶ τῶν Σειρηνουσσῶν πλείους ἢ δισχιλίους διεχουσῶν σταδίους·
例えば、セイレンたちについて、ある人々はペロリアスに、他の人々は二千スタディオン以上離れたセイレヌッサイに配置している。
εἶναι δʼ αὐτὰς σκόπελον τρικόρυφον διείργοντα τὸν Κυμαῖον καὶ Ποσειδωνιάτην κόλπον.
また彼は、セイレヌッサイはクマイ湾とポセイドニア湾を分ける三つの峰を持つ岩礁であると言う。
ἀλλʼ οὔθʼ ὁ σκόπελος οὗτος ἐστὶ τρικόρυφος οὔθʼ ὅλως κορυφοῦται πρὸς ὕψος, ἀλλʼ ἀγκών τις ἔκκειται μακρὸς καὶ στενὸς ἀπὸ τῶν κατὰ Συρρεντὸν χωρίων ἐπὶ τὸν κατὰ Καπρίας πορθμόν, ἐπὶ θάτερα μὲν τῆς ὀρεινῆς τὸ τῶν Σειρήνων ἱερὸν ἔχων, ἐπὶ θάτερα δὲ πρὸς τῷ Ποσειδωνιάτῃ κόλπῳ νησίδια τρία προκείμενα ἔρημα πετρώδη, ἃ καλοῦσι Σειρῆνας, ἐπʼ αὐτῷ δὲ τῷ πορθμῷ τὸ Ἀθήναιον, ᾧπερ ὁμωνυμεῖ καὶ ὁ ἀγκὼν αὐτός.
しかし、この岩礁は三つの峰を持っておらず、全体として高みに向かってそびえ立ってもいない。 そうではなく、スルレントゥム周辺の地域からカプリアエ近くの海峡へと、長くて狭い半島が突き出ており、山嶺の片側にはセイレンたちの神殿があり、もう片側にはポセイドニア湾に面して、沖合に三つの不毛な岩だらけの小島(人々がセイレンと呼ぶもの)が横たわっており、海峡そのものの上にはアテナイオンがあり、この半島自体もそれと同じ名で呼ばれている。
§1.2.13Ἀλλʼ οὐδʼ εἰ μὴ συμφωνοῦσιν οἱ τὴν ἱστορίαν τῶν τόπων παραδιδόντες, εὐθὺς ἐκβάλλειν δεῖ τὴν σύμπασαν ἱστορίαν·
しかし、場所についての歴史的記述を伝えている者たちが一致していないからといって、ただちに歴史全体を退けるべきではない。
ἀλλʼ ἔσθʼ ὅτε καὶ πιστοῦσθαι τὸ καθόλου μᾶλλόν ἐστιν.
むしろ、時にはそのことが全体としての信頼性をより強めることもある。
οἷόν τι λέγω, ζητουμένου εἰ κατὰ Σικελίαν καὶ Ἰταλίαν ἡ πλάνη γέγονε καὶ εἰ αἱ Σειρῆνες ἐνταῦθά που λέγονται·
私が言おうとしているのは、例えば、漂流がシケリアやイタリアの周辺で起こったのか、またセイレンたちがこのあたりのどこかにいると言われているのか、が問われている場合である。
ὁ μὲν φήσας ἐν τῇ Πελωριάδι πρὸς τὸν ἐν ταῖς Σειρηνούσσαις διαφωνεῖ, ἀμφότεροι δὲ πρὸς τὸν περὶ Σικελίαν καὶ Ἰταλίαν λέγοντα οὐ διαφωνοῦσιν, ἀλλὰ καὶ μείζω πίστιν παρέχουσιν, ὅτι καίπερ μὴ τὸ αὐτὸ χωρίον φράζοντες ὅμως οὐκ ἐκβεβήκεσάν γε τοῦ κατὰ τὴν Ἰταλίαν ἢ Σικελίαν.
ペロリアスにいると主張する者はセイレヌッサイにいると主張する者と意見を異にするが、両者とも、それらがシケリアやイタリアの周辺にあると主張する者とは意見を異にしておらず、むしろより大きな信頼性を与えている。 なぜなら、彼らは同じ場所を指し示してはいないものの、イタリアやシケリアの領域からは踏み出していないからである。
ἐὰν δὲ προσθῇ τις ὅτι ἐν Νεαπόλει Παρθενόπης δείκνυται μνῆμα μιᾶς τῶν Σειρήνων, ἔτι πλείων προσεγένετο πίστις, καίτοι τρίτου τινὸς λεχθέντος τούτου τοῦ τόπου.
さらに、ネアポリスにおいて、セイレンの一人であるパルテノペの墓が示されていると誰かが付け加えるなら、この第三の場所が言及されたとしても、さらに多くの信頼性が加わる。
ἀλλʼ ὅτι ἐν τούτῳ τῷ κόλπῳ τῷ ὑπὸ Ἐρατοσθένους λεχθέντι Κυμαίῳ, ὃν ποιοῦσιν αἱ Σειρηνοῦσσαι, καὶ ἡ Νεάπολις ἵδρυται, βεβαιοτέρως πιστεύομεν τὸ περὶ τούτους τοὺς τόπους γεγονέναι τὰς Σειρῆνας·
しかし、エラトステネスによってクマイ湾と呼ばれ、セイレヌッサイが形成しているこの湾の中にネアポリスも位置していることから、我々はセイレンたちに関することがこれらの場所の周辺で起こったのだと、より確実に信じるのである。
οὔτε γὰρ τὸν ποιητὴν ἀκριβῶς ἕκαστα πυθέσθαι, οὔθʼ ἡμεῖς παρʼ ἐκείνου ζητοῦμεν τὸ ἀκριβές·
なぜなら、詩人が個々の事柄を正確に知っていたわけでもないし、我々も彼から正確さを求めているわけでもないからである。
οὐ μὴν οὐδʼ οὕτως ἔχομεν ὡς ὑπολαμβάνειν καὶ μηδὲν πεπυσμένον περὶ τῆς πλάνης, μήθʼ ὅπου μήθʼ ὅπως γεγένηται, ῥαψῳδεῖν.
とはいえ、彼が漂流について、それがどこでどのように起こったのかを何一つ知ることなしに、ただでたらめに詩を吟じていた、と想定するほど極端な態度を取るわけでもない。