Humanitext Reader

斯特拉波 · 地理学 §1.2.11-1.2.13

奥德修斯漂泊的地理基础与怀疑论批判

第 15 段,共 577 段 · 希腊语

内容简介

探讨荷马史诗中奥德修斯漂泊故事的地理学解读,指出诗意润色是基于历史基础之上的。作者批评了埃拉托斯特尼否定所有诗意地理学价值的极端怀疑论,并证明地方传说中的分歧并不等于否定底层的历史真实性。

§1.2.11δεῖ δὲ ταῦτα προϋποθέμενον σκοπεῖν τί λέγουσιν οἱ φήσαντες περὶ Σικελίαν ἢ Ἰταλίαν γενέσθαι τῷ Ὀδυσσεῖ τὴν πλάνην καθʼ Ὅμηρον·
在预设这些前提之后,我们必须考察那些声称根据荷马史诗,奥德修斯的漂泊发生在西西里或意大利周围的人,他们究竟在说些什么。
ἔστι γὰρ ἀμφοτέρως τοῦτο δέξασθαι, καὶ βέλτιον καὶ χεῖρον· βέλτιον μέν, ἂν οὕτω δέχηται ὅτι πεισθεὶς ἐκεῖ τὴν πλάνην τῷ Ὀδυσσεῖ γενέσθαι, λαβὼν ἀληθῆ ταύτην τὴν ὑπόθεσιν ποιητικῶς διεσκεύασε· τοῦτο γὰρ οἰκείως ἂν λέγοιτο περὶ αὐτοῦ· καὶ οὐ μόνον γε περὶ Ἰταλίαν, ἀλλὰ καὶ μέχρι τῶν ἐσχάτων τῆς Ἰβηρίας ἐστὶν εὑρεῖν ἴχνη τῆς ἐκείνου πλάνης καὶ ἄλλων πλειόνων.
因为我们可以从好与坏两个方面来接受这一点:好的方面是,如果人们这样接受:诗人确信奥德修斯的漂泊发生在那里,并将这一真实的设定作为基础,进行了诗意的润色;因为关于他,这样说将是恰当的,而且不仅是在意大利周围,甚至直到伊比利亚的极远边境,都能找到他以及其他更多人漂泊的痕迹。
χεῖρον δέ, ἐάν τις καὶ τὴν διασκευὴν ὡς ἱστορίαν δέχηται, ἐκείνου ὠκεανὸν καὶ ᾄδην καὶ Ἡλίου βόας καὶ παρὰ θεαῖς ξενίας καὶ μεταμορφώσεις καὶ μεγέθη Κυκλώπων καὶ Λαιστρυγόνων καὶ μορφὴν Σκύλλης καὶ διαστήματα πλοῦ καὶ ἄλλα πλείω τοιαῦτα τερατογραφοῦντος φανερῶς.
坏的方面是,如果有人将这种诗意润色也当作历史事实来接受,而在他笔下显然在荒诞地描写着大洋、冥界、赫利奥斯的牛、女神们那里的款待、变身、库克罗普斯和莱斯特律戈涅斯的大小、斯库拉的形象、航行的距离以及其他更多此类怪异事物。
οὔτε δὲ πρὸς τοῦτον ἄξιον ἀντιλέγειν οὕτω φανερῶς καταψευδόμενον τοῦ ποιητοῦ, καθάπερ οὐδʼ εἰ φαίη τοῦτον τὸν τρόπον γενέσθαι τὸν εἰς τὴν Ἰθάκην κατάπλουν τοῦ Ὀδυσσέως καὶ τὴν μνηστηροφονίαν καὶ τὴν ἐπὶ τοῦ ἀγροῦ συστᾶσαν μάχην τοῖς Ἰθακησίοις πρὸς αὐτόν, οὔτε πρὸς τὸν δεξάμενον οἰκείως προσπλέκεσθαι δίκαιον.
对于这样一个如此显然歪曲诗人意图的人,并不值得反驳,正如若有人声称奥德修斯返回伊萨卡、屠杀求婚者以及在田间与伊萨卡人展开的战斗就是以这种方式发生的那样,我们不值得去反驳他;同样,与那些以合理方式接受史诗的人发生争执,也是不公正的。
§1.2.12̔ο Ἐρατοσθένης δὲ πρὸς ἀμφοτέρας τὰς ἀποφάσεις ἀπήντηκεν οὐκ εὖ· πρὸς μὲν τὴν δευτέραν, ὅτι πειρᾶται διαβάλλειν φανερῶς ψευδῆ καὶ οὐκ ἄξια λόγου διὰ μακρῶν, πρὸς δὲ τὴν προτέραν, ποιητήν τε ἅπαντα ἀποφήνας φλύαρον καὶ μήτε τόπων ἐμπειρίαν μήτε τεχνῶν πρὸς ἀρετὴν συντείνειν νομίσας·
然而,埃拉托斯特尼对这两种主张的应对都不够妥当:对于第二种,他试图用长篇大论去驳斥那些显然虚假且不值一提的事物;而对于第一种,他则宣称所有的诗人都是在胡说八道,并认为无论是地理知识还是任何一门艺术,都对卓越无所贡献。
τῶν τε μύθων τῶν μὲν ἐν τόποις οὐ πεπλασμένοις πεφημισμένων, οἷον ἐν Ἰλίῳ καὶ Ἴδῃ καὶ Πηλίῳ, τῶν δὲ ἐν πεπλασμένοις, καθάπερ ἐν οἷς αἱ Γοργόνες ἢ ὁ Γηρυόνης, ταύτης φησὶ τῆς ἰδέας εἶναι καὶ τοὺς κατὰ τὴν Ὀδυσσέως πλάνην λεγομένους, τοὺς δὲ μὴ πεπλάσθαι λέγοντας ἀλλʼ ὑποκεῖσθαι ἐξ αὐτοῦ τοῦ μὴ συμφωνεῖν ἐλέγχεσθαι ψευδομένους·
他还说,在神话中,有一些是流传于并非虚构的地方,如在伊利乌姆、伊达和培利翁,而另一些则在虚构的地方,如戈尔贡或格律翁所在的地方,奥德修斯漂泊中所提到的那些事物也属于后一种类型。
τὰς γοῦν Σειρῆνας τοὺς μὲν ἐπὶ τῆς Πελωριάδος καθιδρύειν, τοὺς δὲ ἐπὶ τῶν Σειρηνουσσῶν πλείους ἢ δισχιλίους διεχουσῶν σταδίους· εἶναι δʼ αὐτὰς σκόπελον τρικόρυφον διείργοντα τὸν Κυμαῖον καὶ Ποσειδωνιάτην κόλπον.
他进一步声称,那些说这些地方并非虚构而是真实存在的人,仅从彼此意见的不一致中就可以被证明是在撒谎;至少,关于塞壬,一些人将她们安置在佩洛里亚斯,而另一些人则安置在相距两千多斯塔迪奥的塞壬努萨伊;并称塞壬努萨伊是分隔库迈湾和波塞多尼亚湾的三峰岩礁。
ἀλλʼ οὔθʼ ὁ σκόπελος οὗτος ἐστὶ τρικόρυφος οὔθʼ ὅλως κορυφοῦται πρὸς ὕψος, ἀλλʼ ἀγκών τις ἔκκειται μακρὸς καὶ στενὸς ἀπὸ τῶν κατὰ Συρρεντὸν χωρίων ἐπὶ τὸν κατὰ Καπρίας πορθμόν, ἐπὶ θάτερα μὲν τῆς ὀρεινῆς τὸ τῶν Σειρήνων ἱερὸν ἔχων, ἐπὶ θάτερα δὲ πρὸς τῷ Ποσειδωνιάτῃ κόλπῳ νησίδια τρία προκείμενα ἔρημα πετρώδη, ἃ καλοῦσι Σειρῆνας, ἐπʼ αὐτῷ δὲ τῷ πορθμῷ τὸ Ἀθήναιον, ᾧπερ ὁμωνυμεῖ καὶ ὁ ἀγκὼν αὐτός.
但是,这个岩礁既不是三峰的,也完全没有向高处隆起成峰,而是从苏伦图姆周围地区向卡普里亚埃附近的海峡延伸出的一条狭长半岛,在其山脊的一侧建有塞壬的神殿,而在另一侧靠近波塞多尼亚湾的地方,有三个荒凉的多石小岛横卧在前方,人们称之为塞壬,而在此海峡本身之上则建有阿典奈翁,这条半岛本身也与它同名。
§1.2.13Ἀλλʼ οὐδʼ εἰ μὴ συμφωνοῦσιν οἱ τὴν ἱστορίαν τῶν τόπων παραδιδόντες, εὐθὺς ἐκβάλλειν δεῖ τὴν σύμπασαν ἱστορίαν· ἀλλʼ ἔσθʼ ὅτε καὶ πιστοῦσθαι τὸ καθόλου μᾶλλόν ἐστιν.
然而,即使传授这些地方历史知识的人意见不一致,我们也不应立即全盘否定整个历史;相反,有时这反而能更强地证实整体事实。
οἷόν τι λέγω, ζητουμένου εἰ κατὰ Σικελίαν καὶ Ἰταλίαν ἡ πλάνη γέγονε καὶ εἰ αἱ Σειρῆνες ἐνταῦθά που λέγονται· ὁ μὲν φήσας ἐν τῇ Πελωριάδι πρὸς τὸν ἐν ταῖς Σειρηνούσσαις διαφωνεῖ, ἀμφότεροι δὲ πρὸς τὸν περὶ Σικελίαν καὶ Ἰταλίαν λέγοντα οὐ διαφωνοῦσιν, ἀλλὰ καὶ μείζω πίστιν παρέχουσιν, ὅτι καίπερ μὴ τὸ αὐτὸ χωρίον φράζοντες ὅμως οὐκ ἐκβεβήκεσάν γε τοῦ κατὰ τὴν Ἰταλίαν ἢ Σικελίαν.
例如,当人们探究漂泊是否发生在西西里和意大利,以及塞壬是否据说就在这一带的某处时:那个声称在佩洛里亚斯的人与声称在塞壬努萨伊的人虽然不一致,但他们俩与声称在西西里和意大利周围的人并无分歧,反而提供了更大的可信度,因为他们虽然指的不是同一个具体地点,但毕竟都没有超出意大利或西西里的范围。
ἐὰν δὲ προσθῇ τις ὅτι ἐν Νεαπόλει Παρθενόπης δείκνυται μνῆμα μιᾶς τῶν Σειρήνων, ἔτι πλείων προσεγένετο πίστις, καίτοι τρίτου τινὸς λεχθέντος τούτου τοῦ τόπου.
如果有人再补充说,在内亚波利斯展示着塞壬之一帕耳忒诺珀的陵墓,那么即使提到了这第三个地方,可信度也会更加增加。
ἀλλʼ ὅτι ἐν τούτῳ τῷ κόλπῳ τῷ ὑπὸ Ἐρατοσθένους λεχθέντι Κυμαίῳ, ὃν ποιοῦσιν αἱ Σειρηνοῦσσαι, καὶ ἡ Νεάπολις ἵδρυται, βεβαιοτέρως πιστεύομεν τὸ περὶ τούτους τοὺς τόπους γεγονέναι τὰς Σειρῆνας· οὔτε γὰρ τὸν ποιητὴν ἀκριβῶς ἕκαστα πυθέσθαι, οὔθʼ ἡμεῖς παρʼ ἐκείνου ζητοῦμεν τὸ ἀκριβές· οὐ μὴν οὐδʼ οὕτως ἔχομεν ὡς ὑπολαμβάνειν καὶ μηδὲν πεπυσμένον περὶ τῆς πλάνης, μήθʼ ὅπου μήθʼ ὅπως γεγένηται, ῥαψῳδεῖν.
但是,因为在埃拉托斯特尼所说的这个由塞壬努萨伊构成的库迈湾里,内亚波利斯也坐落于此,我们便能更加确信关于塞壬的事迹是发生在这些地方周围的;因为既非诗人精确地探听到了每一件事,我们也不向他寻求精确;然而我们绝不至于认为,他在对漂泊一无所知、既不知发生在何处也不知如何发生的情况下,就在那里胡乱吟诵。

词汇与语法注释

  1. 1.2.11βέλτιον μέν, ἂν οὕτω δέχηται ὅτι... — 连词 ὅτι 引导 ἂν ... δέχηται 的宾语从句。注意主语的切换:δέχηται 的主语是泛指的“人们”或“读者”,而 ὅτι 从句中动词(πεισθείς, λαβών, διεσκεύασε)的实际主语则是诗人荷马。
  2. 1.2.11ἐκείνου ὠκεανὸν καὶ ᾄδην ... τερατογραφοῦντος φανερῶς — 属格独立结构,其中 ἐκείνου 作为分词 τερατογραφοῦντος 的逻辑主语。此独立分词短语在条件从句 ἐάν τις ... δέχηται 中起到让步或伴随状况的作用,用以指出荷马客观上显然在描写怪异事物的事实。
  3. 1.2.12τῶν τε μύθων τῶν μὲν ... τῶν δὲ ... — 部分属格结构。置于句首的 τῶν μύθων(“在这些神话中”)表示整体,随后被划分为 τῶν μέν(“一些在真实地点”)和 τῶν δέ(“另一些在虚构地点”)来进行对比阐述。
  4. 1.2.13οὔτε γὰρ τὸν ποιητὴν ἀκριβῶς ἕκαστα πυθέσθαι — 不定式 πυθέσθαι(其对格主语为 τὸν ποιητὴν)依赖于省略的表示认为或宣告的动词,或者作为由 γάρ 引入的间接陈述,解释作者之所以持此看法的理由。

引用这一段

斯特拉波, 地理学 §1.2.11-1.2.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.2.11-1.2.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。