§1.2.1εἰ δὲ πολλῶν προειπόντων ἐπιχειροῦμεν καὶ αὐτοὶ λέγειν περὶ τῶν αὐτῶν, οὔπω μεμπτέον, ἂν μὴ καὶ τὸν αὐτὸν τρόπον διελεγχθῶμεν ἐκείνοις ἅπαντα λέγοντες.
多くの人々が既に同じ事柄について語っているにもかかわらず、私たち自身もそれらについて語ろうと企てているとしても、それだけではまだ非難されるべきではない。 もし私たちが彼らと同じ方法ですべてを語っていると証明されるのでなければ。
ὑπολαμβάνομεν δʼ ἄλλων ἄλλο τι κατορθωσάντων ἄλλο πολὺ μέρος ἔτι τοῦ ἔργου λείπεσθαι·
私たちは、他の人々がそれぞれ異なる事柄を成し遂げたとしても、この仕事の他の多くの部分がまだ残されていると考えている。
πρὸς οἷς ἂν καὶ μικρὸν προσλαβεῖν δυνηθῶμεν, ἱκανὴν δεῖ τίθεσθαι πρόφασιν τῆς ἐπιχειρήσεως.
もしそれらに私たちがわずかでも付け加えることができるなら、それをこの企ての十分な理由とみなすべきである。
καὶ γὰρ δὴ πολύ τι τοῖς νῦν ἡ τῶν Ῥωμαίων ἐπικράτεια καὶ τῶν Παρθυαίων τῆς τοιαύτης ἐμπειρίας προσδέδωκε, καθάπερ τοῖς μετὰ τὴν Ἀλεξάνδρου στρατείαν, ὥς φησιν Ἐρατοσθένης·
というのも、ローマ人とパルティア人の支配が、今日の人々に、このような経験を大いに付け加えたからであり、それはちょうど、エラトステネスが言うように、アレクサンドロスの遠征の後の人々にとってそうであったのと同じだからである。
ὁ μὲν γὰρ τῆς Ἀσίας πολλὴν ἀνεκάλυψεν ἡμῖν καὶ τῶν βορείων τῆς Εὐρώπης ἅπαντα μέχρι τοῦ Ἴστρου·
なぜなら、アレクサンドロスはアジアの多くを、そしてヨーロッパの北方についてはイストロス川に至るまでのすべてを私たちに開示したからである。
οἱ δὲ Ῥωμαῖοι τὰ ἑσπέρια τῆς Εὐρώπης ἅπαντα μέχρι Ἄλβιος ποταμοῦ τοῦ τὴν Γερμανίαν δίχα διαιροῦντος τά τε πέραν Ἴστρου τὰ μέχρι Τύρα ποταμοῦ·
一方、ローマ人は、ゲルマニアを二分するアルビス川に至るまでのヨーロッパの西方すべて、およびイストロス川の彼方、テュラス川に至るまでの地域を開示した。
τὰ δὲ ἐπέκεινα μέχρι Μαιωτῶν καὶ τῆς εἰς Κόλχους τελευτώσης παραλίας Μιθριδάτης ὁ κληθεὶς Εὐπάτωρ ἐποίησε γνώριμα καὶ οἱ ἐκείνου στρατηγοί·
そして、その先マイオーティス湖に至る地域、およびコルキスで終わる海岸線に至る地域は、エウパトールと呼ばれたミトリダテスとその将軍たちが明らかにした。
οἱ δὲ Παρθυαῖοι τὰ περὶ τὴν Ὑρκανίαν καὶ τὴν Βακτριανὴν καὶ τοὺς ὑπὲρ τούτων Σκύθας γνωριμωτέρους ἡμῖν ἐποίησαν, ἧττον γνωριζομένους ὑπὸ τῶν πρότερον·
また、パルティア人は、ヒュルカニアやバクトリアの周辺、およびそれらの彼方にいるスキタイ人(以前の人々にはあまり知られていなかった人々)を、私たちにとってよりよく知られた存在にした。
ὥστε ἔχοιμεν ἄν τι λέγειν πλέον τῶν πρὸ ἡμῶν.
したがって、私たちは先人たちよりも多くのことを語りうる立場にある。
ὁρᾶν δʼ ἔσται τοῦτο μάλιστα ἐν τοῖς λόγοις τοῖς πρὸς τοὺς πρὸ ἡμῶν, ἧττον μὲν τοὺς πάλαι, μᾶλλον δὲ τοὺς μετʼ Ἐρατοσθένη καὶ αὐτὸν ἐκεῖνον·
そして、このことは先人たちに対する議論において最もよく見られるであろう。 古代の人々に対してはより少なく、エラトステネス以後の人々や彼自身に対してはより多く見られるであろう。
οὓς εἰκὸς ὅσῳπερ πολυμαθέστεροι τῶν πολλῶν γεγόνασι, τοσούτῳ δυσελεγκτοτέρους εἶναι τοῖς ὕστερον, ἄν τι πλημμελῶς λέγωσιν.
彼らは、一般の人々よりも博識であっただけに、もし何か誤ったことを言っているとしても、後世の人々にとってそれを論駁するのがそれだけ困難であるのは当然である。
εἰ δʼ ἀναγκασθησόμεθά που τοῖς αὐτοῖς ἀντιλέγειν, οἷς μάλιστα ἐπακολουθοῦμεν κατʼ ἄλλα, δεῖ συγγνώμην ἔχειν·
しかし、他の点では私たちが最も依拠している人々に対して、ある箇所で反論せざるを得ないとしても、容赦されるべきである。
οὐ γὰρ πρόκειται πρὸς ἅπαντας ἀντιλέγειν, ἀλλὰ τοὺς μὲν πολλοὺς ἐᾶν, οἷς μηδὲ ἀκολουθεῖν ἄξιον, ἐκείνους δὲ διαιτᾶν, οὓς ἐν τοῖς πλείστοις κατωρθωκότας ἴσμεν, ἐπεὶ οὐδὲ πρὸς ἅπαντας φιλοσοφεῖν ἄξιον, πρὸς Ἐρατοσθένη δὲ καὶ Ἵππαρχον καὶ Ποσειδώνιον καὶ Πολύβιον καὶ ἄλλους τοιούτους καλόν.
なぜなら、すべての人に反論することが意図されているのではなく、従う価値すらない多くの人々は放っておいて、大部分において正しかったと私たちが知っている人々を批判・裁定することが意図されているからである。 なぜなら、すべての人に対して哲学的に議論する価値があるわけではなく、エラトステネス、ヒッパルコス、ポセイドニオス、ポリュビオス、およびその他のそのような人々に対して議論することは、素晴らしいことだからである。
§1.2.2πρῶτον δʼ ἐπισκεπτέον Ἐρατοσθένη παρατιθέντας ἅμα καὶ τὴν Ἱππάρχου πρὸς αὐτὸν ἀντιλογίαν ἔστι δʼ ὁ Ἐρατοσθένης οὔθʼ οὕτως εὐκατατρόχαστος ὥστε μηδʼ Ἀθήνας αὐτὸν ἰδεῖν φάσκειν, ὅπερ Πολέμων ἐπιχειρεῖ δεικνύναι, οὔτʼ ἐπὶ τοσοῦτον πιστὸς ἐφʼ ὅσον παρεδέξαντό τινες, καίπερ πλείστοις ἐντυχών, ὡς εἴρηκεν αὐτός, ἀγαθοῖς ἀνδράσιν.
まず最初に、ヒッパルコスによる彼への反論を同時に並置しながら、エラトステネスを検討しなければならない。 エラトステネスは、アテナイを見たことさえなかったと主張する(ポレモンが証明しようとしていることだが)ほど、容易に軽んじられるような人物でもなければ、また、彼自身が言っているように非常に多くの優れた人々に会ったとはいえ、一部の人々が受け入れたほどに信頼できる人物でもない。
ἐγένοντο γάρ
φησίν
ὡς οὐδέποτε, κατὰ τοῦτον τὸν καιρὸν ὑφʼ ἕνα περίβολον καὶ μίαν πόλιν οἱ κατʼ Ἀρίστωνα καὶ Ἀρκεσίλαον ἀνθήσαντες φιλόσοφοι.
なぜなら、彼は次のように言っているからである。 「この時代、一つの囲いと一つの都市の中に、アリストンやアルケシラオスの周りで活躍した哲学者たちが、かつてないほどに現れた。
οὐχ ἱκανὸν δʼ οἶμαι τοῦτο, ἀλλὰ τὸ κρίνειν καλῶς οἷς μᾶλλον προσιτέον.
」しかし、私はこれだけでは不十分であり、むしろ誰により多く近づくべきかを正しく判断することこそが必要だと思う。
ὁ δὲ Ἀρκεσίλαον καὶ Ἀρίστωνα τῶν καθʼ αὑτὸν ἀνθησάντων κορυφαίους τίθησιν·
しかし彼は、アルケシラオスとアリストンを同時代に活躍した者たちの筆頭に据えている。
Ἀπελλῆς τε αὐτῷ πολύς ἐστι καὶ Βίων, ὅν φησι πρῶτον ἀνθινὰ περιβαλεῖν φιλοσοφίαν·
また、アペレスやビオンについても多く言及しており、そのビオンについては、彼が最初に哲学に華やかな装いをさせたと言っている。
ἀλλʼ ὅμως πολλάκις εἰπεῖν ἄν τινα ἐπʼ αὐτοῦ τοῦτο
οἵην ἐκ ῥακέων ὁ Βίων.
だが、それでも、まさにそのビオンについて誰しもこう言うことがよくあるだろう。 「襤褸から現れたビオンは、なんと素晴らしいことか。
ἐν αὐταῖς γὰρ ταῖς ἀποφάσεσι ταύταις ἱκανὴν ἀσθένειαν ἐμφαίνει τῆς ἑαυτοῦ γνώμης·
」というのも、まさにこれら自らの主張において、彼は自らの判断力の十分な弱さを示しているからである。
ᾗ τοῦ Ζήνωνος τοῦ Κιτιέως γνώριμος γενόμενος Ἀθήνησι τῶν μὲν ἐκεῖνον διαδεξαμένων οὐδενὸς μέμνηται, τοὺς δʼ ἐκείνῳ διενεχθέντας καὶ ὧν διαδοχὴ οὐδεμία σώζεται, τούτους ἀνθῆσαί φησι κατὰ τὸν καιρὸν ἐκεῖνον.
すなわち、アテナイでキティオンのゼノンの弟子となったにもかかわらず、その継承した者たちについては一人も言及せず、ゼノンと仲違いした者たちや、その系統が全く残っていない者たちが、あの時代に活躍したと言っているからである。
δηλοῖ δὲ καὶ ἡ περὶ τῶν ἀγαθῶν ἐκδοθεῖσα ὑπʼ αὐτοῦ πραγματεία καὶ μελέται καὶ εἴ τι ἄλλο τοιοῦτο τὴν ἀγωγὴν αὐτοῦ, διότι μέσος ἦν τοῦ τε βουλομένου φιλοσοφεῖν καὶ τοῦ μὴ θαρροῦντος ἐγχειρίζειν ἑαυτὸν εἰς τὴν ὑπόσχεσιν ταύτην, ἀλλὰ μόνον μέχρι τοῦ δοκεῖν προϊόντος, ἢ καὶ παράβασίν τινα ταύτην ἀπὸ τῶν ἄλλων τῶν ἐγκυκλίων πεπορισμένου πρὸς διαγωγὴν ἢ καὶ παιδιάν·
また、彼が公表した『善について』の著作や練習問題、その他これに類する作品も彼の傾向を示している。 なぜなら、彼は、哲学をしたいと望みつつも、その誓約に身を委ねる勇気がなく、単にそう見せるだけの段階にとどまる者、あるいは、他の一般教養から気晴らしや遊びのためにこの哲学への逸脱を設けた者の中間に位置していたからである。
τρόπον δέ τινα καὶ ἐν τοῖς ἄλλοις ἐστὶ τοιοῦτος.
そして、ある意味で彼は他の分野でもそのような存在なのである。
ἀλλʼ ἐκεῖνα ἐάσθω, πρὸς δὲ τὰ νῦν ἐπιχειρητέον ὅσα δύναιτʼ ἂν ἐπανορθοῦν τὴν γεωγραφίαν, καὶ πρῶτον ὅπερ ἀρτίως ὑπερεθέμεθα.
しかし、それらのことは放っておこう。 そして今は、地理学を補正しうる事柄に取り組むべきであり、まずは先ほど延期したことから始めよう。