Humanitext Reader

斯特拉波 · 地理学 §1.2.1-1.2.2

帝国扩张带来的地理新知与对埃拉托斯特尼的批判

第 10 段,共 577 段 · 希腊语

内容简介

作者强调了在诸多前人著述之后继续写作的意义,指出罗马和安息的扩张极大地丰富了地理知识,并对埃拉托斯特尼的哲学立场、判断力以及其著作的不足进行了评估和批判。

§1.2.1εἰ δὲ πολλῶν προειπόντων ἐπιχειροῦμεν καὶ αὐτοὶ λέγειν περὶ τῶν αὐτῶν, οὔπω μεμπτέον, ἂν μὴ καὶ τὸν αὐτὸν τρόπον διελεγχθῶμεν ἐκείνοις ἅπαντα λέγοντες.
尽管在许多人已经说过之后,我们自己也试图论述同样的事情,但这还不应当受到指责,除非我们被证明是以他们同样的方式在叙述一切。
ὑπολαμβάνομεν δʼ ἄλλων ἄλλο τι κατορθωσάντων ἄλλο πολὺ μέρος ἔτι τοῦ ἔργου λείπεσθαι· πρὸς οἷς ἂν καὶ μικρὸν προσλαβεῖν δυνηθῶμεν, ἱκανὴν δεῖ τίθεσθαι πρόφασιν τῆς ἐπιχειρήσεως.
因为我们认为,在其他人各自成就了某些部分的同时,这项工作的其他很大一部分仍然空缺;如果我们能在他们所做的基础之上再增加一点点,就应当认为这足以成为我们这一尝试的充分理由。
καὶ γὰρ δὴ πολύ τι τοῖς νῦν ἡ τῶν Ῥωμαίων ἐπικράτεια καὶ τῶν Παρθυαίων τῆς τοιαύτης ἐμπειρίας προσδέδωκε, καθάπερ τοῖς μετὰ τὴν Ἀλεξάνδρου στρατείαν, ὥς φησιν Ἐρατοσθένης·
因为确实,罗马人和安息人的统治给今天的人们增添了极大的此类经验,正如埃拉托斯特尼所说,这同样发生在亚历山大远征之后的人们身上。
ὁ μὲν γὰρ τῆς Ἀσίας πολλὴν ἀνεκάλυψεν ἡμῖν καὶ τῶν βορείων τῆς Εὐρώπης ἅπαντα μέχρι τοῦ Ἴστρου· οἱ δὲ Ῥωμαῖοι τὰ ἑσπέρια τῆς Εὐρώπης ἅπαντα μέχρι Ἄλβιος ποταμοῦ τοῦ τὴν Γερμανίαν δίχα διαιροῦντος τά τε πέραν Ἴστρου τὰ μέχρι Τύρα ποταμοῦ· τὰ δὲ ἐπέκεινα μέχρι Μαιωτῶν καὶ τῆς εἰς Κόλχους τελευτώσης παραλίας Μιθριδάτης ὁ κληθεὶς Εὐπάτωρ ἐποίησε γνώριμα καὶ οἱ ἐκείνου στρατηγοί· οἱ δὲ Παρθυαῖοι τὰ περὶ τὴν Ὑρκανίαν καὶ τὴν Βακτριανὴν καὶ τοὺς ὑπὲρ τούτων Σκύθας γνωριμωτέρους ἡμῖν ἐποίησαν, ἧττον γνωριζομένους ὑπὸ τῶν πρότερον· ὥστε ἔχοιμεν ἄν τι λέγειν πλέον τῶν πρὸ ἡμῶν.
因为后者向我们展示了亚洲的大部分地区,以及欧洲北部直到伊斯特尔河的所有地区;而罗马人则展示了欧洲西部直到阿尔比斯河(它将日耳曼尼亚一分为二)的所有地区,以及伊斯特尔河彼岸直到蒂拉斯河的地区;至于更远直到迈奥提斯人以及止于科尔基斯的海岸线,则是由被称为尤帕托尔的米特里达梯及其将领们使之为人所知的;而安息人则使希尔卡尼亚和巴克特里亚周围的地区,以及其彼岸的塞人(这在以前的人们那里是不太为人所知的)对我们来说变得更加熟悉;因此,我们可以比前人说得更多。
ὁρᾶν δʼ ἔσται τοῦτο μάλιστα ἐν τοῖς λόγοις τοῖς πρὸς τοὺς πρὸ ἡμῶν, ἧττον μὲν τοὺς πάλαι, μᾶλλον δὲ τοὺς μετʼ Ἐρατοσθένη καὶ αὐτὸν ἐκεῖνον· οὓς εἰκὸς ὅσῳπερ πολυμαθέστεροι τῶν πολλῶν γεγόνασι, τοσούτῳ δυσελεγκτοτέρους εἶναι τοῖς ὕστερον, ἄν τι πλημμελῶς λέγωσιν.
这在我们反驳前人的论述中将最为明显,对古人的反驳较少,而对埃拉托斯特尼之后的人以及他本人的反驳较多;自然,他们越是比常人博学,如果他们说了什么错误的话,后人就越难驳倒他们。
εἰ δʼ ἀναγκασθησόμεθά που τοῖς αὐτοῖς ἀντιλέγειν, οἷς μάλιστα ἐπακολουθοῦμεν κατʼ ἄλλα, δεῖ συγγνώμην ἔχειν· οὐ γὰρ πρόκειται πρὸς ἅπαντας ἀντιλέγειν, ἀλλὰ τοὺς μὲν πολλοὺς ἐᾶν, οἷς μηδὲ ἀκολουθεῖν ἄξιον, ἐκείνους δὲ διαιτᾶν, οὓς ἐν τοῖς πλείστοις κατωρθωκότας ἴσμεν, ἐπεὶ οὐδὲ πρὸς ἅπαντας φιλοσοφεῖν ἄξιον, πρὸς Ἐρατοσθένη δὲ καὶ Ἵππαρχον καὶ Ποσειδώνιον καὶ Πολύβιον καὶ ἄλλους τοιούτους καλόν.
但是,如果在某些地方我们不得不反驳我们在其他方面最依循的人,我们应当得到原谅;因为我们的目的不是反驳所有人,而是放过那些甚至不值得依循的多数人,并去仲裁那些我们知道在绝大多数事情上都正确的人的观点,因为确实不值得与所有人进行哲学讨论,而与埃拉托斯特尼、喜帕恰斯、波希多尼、波利比乌斯及其他此类人物进行讨论则是高尚的。
§1.2.2πρῶτον δʼ ἐπισκεπτέον Ἐρατοσθένη παρατιθέντας ἅμα καὶ τὴν Ἱππάρχου πρὸς αὐτὸν ἀντιλογίαν ἔστι δʼ ὁ Ἐρατοσθένης οὔθʼ οὕτως εὐκατατρόχαστος ὥστε μηδʼ Ἀθήνας αὐτὸν ἰδεῖν φάσκειν, ὅπερ Πολέμων ἐπιχειρεῖ δεικνύναι, οὔτʼ ἐπὶ τοσοῦτον πιστὸς ἐφʼ ὅσον παρεδέξαντό τινες, καίπερ πλείστοις ἐντυχών, ὡς εἴρηκεν αὐτός, ἀγαθοῖς ἀνδράσιν.
首先,我们必须在同时列出喜帕恰斯对他的反驳的情况下,来审视埃拉托斯特尼。 埃拉托斯特尼既不是那样容易被贬低的人——如波勒蒙试图表明的那样,声称他甚至没有见过雅典——但另一方面,他也不像某些人所接受的那样值得信任,尽管正如他自己所说,他遇到过非常多优秀的人。
ἐγένοντο γάρ φησίν ὡς οὐδέποτε, κατὰ τοῦτον τὸν καιρὸν ὑφʼ ἕνα περίβολον καὶ μίαν πόλιν οἱ κατʼ Ἀρίστωνα καὶ Ἀρκεσίλαον ἀνθήσαντες φιλόσοφοι.
“因为,”他说,“在这个时期,在同一个围墙和同一座城市下,在阿利斯顿和阿耳克西拉乌斯周围兴盛起来的哲学家们,是前所未有的。
οὐχ ἱκανὸν δʼ οἶμαι τοῦτο, ἀλλὰ τὸ κρίνειν καλῶς οἷς μᾶλλον προσιτέον.
”但我认为这还不够,而是要正确地判断更应该接近谁。
ὁ δὲ Ἀρκεσίλαον καὶ Ἀρίστωνα τῶν καθʼ αὑτὸν ἀνθησάντων κορυφαίους τίθησιν· Ἀπελλῆς τε αὐτῷ πολύς ἐστι καὶ Βίων, ὅν φησι πρῶτον ἀνθινὰ περιβαλεῖν φιλοσοφίαν· ἀλλʼ ὅμως πολλάκις εἰπεῖν ἄν τινα ἐπʼ αὐτοῦ τοῦτο οἵην ἐκ ῥακέων ὁ Βίων.
但他把阿耳克西拉乌斯和阿利斯顿列为他那个时代兴盛起来的人的领袖;他频繁提及阿佩莱斯和比翁,并说比翁最先让哲学穿上了花哨的衣服;但尽管如此,人们仍会经常针对比翁本人说这句话:“穿着破烂衣服的比翁是何等样人!
ἐν αὐταῖς γὰρ ταῖς ἀποφάσεσι ταύταις ἱκανὴν ἀσθένειαν ἐμφαίνει τῆς ἑαυτοῦ γνώμης· ᾗ τοῦ Ζήνωνος τοῦ Κιτιέως γνώριμος γενόμενος Ἀθήνησι τῶν μὲν ἐκεῖνον διαδεξαμένων οὐδενὸς μέμνηται, τοὺς δʼ ἐκείνῳ διενεχθέντας καὶ ὧν διαδοχὴ οὐδεμία σώζεται, τούτους ἀνθῆσαί φησι κατὰ τὸν καιρὸν ἐκεῖνον.
”因为正是在这些断言中,他显示出自己判断力的充分软弱;因为,他在雅典成为了基提翁的芝诺的学生,却对那些继承芝诺的人只字不提,反而说那些与芝诺有分歧、且没有任何传承被保留下来的人,在那个时期是兴盛的。
δηλοῖ δὲ καὶ ἡ περὶ τῶν ἀγαθῶν ἐκδοθεῖσα ὑπʼ αὐτοῦ πραγματεία καὶ μελέται καὶ εἴ τι ἄλλο τοιοῦτο τὴν ἀγωγὴν αὐτοῦ, διότι μέσος ἦν τοῦ τε βουλομένου φιλοσοφεῖν καὶ τοῦ μὴ θαρροῦντος ἐγχειρίζειν ἑαυτὸν εἰς τὴν ὑπόσχεσιν ταύτην, ἀλλὰ μόνον μέχρι τοῦ δοκεῖν προϊόντος, ἢ καὶ παράβασίν τινα ταύτην ἀπὸ τῶν ἄλλων τῶν ἐγκυκλίων πεπορισμένου πρὸς διαγωγὴν ἢ καὶ παιδιάν· τρόπον δέ τινα καὶ ἐν τοῖς ἄλλοις ἐστὶ τοιοῦτος.
而由他出版的关于《善》的论著和习作,以及任何其他此类作品,也表明了他的倾向,因为他介于想要研究哲学的人和不敢将自己托付给这一承诺、而仅止于表面上如此的人之间,或者甚至是为了娱乐或游戏而从其他通识学问中寻求了这一背离;而且在某种程度上,他在其他事情上也是这种性格。
ἀλλʼ ἐκεῖνα ἐάσθω, πρὸς δὲ τὰ νῦν ἐπιχειρητέον ὅσα δύναιτʼ ἂν ἐπανορθοῦν τὴν γεωγραφίαν, καὶ πρῶτον ὅπερ ἀρτίως ὑπερεθέμεθα.
但是这些事情且放一边,我们现在必须着手处理那些能够修正地理学的事情,首先是刚才推迟的事情。

词汇与语法注释

  1. 1.2.1ἂν μὴ καὶ τὸν αὐτὸν τρόπον διελεγχθῶμεν — 连词 ἂν μή 伴随虚拟语气 διελεγχθῶμεν(διελέγχω“反驳”、“暴露其错误”的被动语态第一人称复数),构成否定条件从句“除非我们被证明是”。在此处构成双重否定论证,意为除非被反驳为以与前人完全相同的方式写作,否则撰写新的地理著作不应受到指责。
  2. 1.2.1ἄλλων ἄλλο τι κατορθωσάντων — 由名词属格 ἄλλων、不定过去时分词属格 κατορθωσάντων 以及夹在中间的宾格 ἄλλο τι 构成的属格独立结构(Genitive Absolute)。此处表示让步:“尽管其他人各自成就了不同的部分”。代词 ἄλλος 的重复(ἄλλων ἄλλο)对比性地表达了不同的前人各自取得了不同的成就。
  3. 1.2.1τοῖς νῦν ... τῆς τοιαύτης ἐμπειρίας προσδέδωκε — 动词 προσδίδωμι 意为“额外给予、增添”,在此处支配与格 τοῖς νῦν(今日的人们)以及属格 τῆς τοιαύτης ἐμπειρίας。该属格作为动词的宾语,起着部分属格(partitive genitive)的作用,传达出分享了“此类(地理)经验的一部分”的细微差别。
  4. 1.2.2οὔθʼ οὕτως εὐκατατρόχαστος ὥστε μηδʼ Ἀθήνας αὐτὸν ἰδεῖν φάσκειν — 形容词 εὐκατατρόχαστος(意为“容易跑过的”、“容易被看轻或驳倒的”)受 οὕτως 修饰,并与后文的 ὥστε 引导的结果从句相呼应。意为“并非那样容易被贬低,以至于声称他甚至没见过雅典”。宾格的 αὐτόν 作不定式 ἰδεῖν 的主语。
  5. 1.2.2διότι μέσος ἦν τοῦ τε βουλομένου φιλοσοφεῖν καὶ τοῦ μὴ θαρροῦντος... — 形容词 μέσος(意为“中间的”)支配表示比较或关联的属格。在此处,变为名词起名词作用的现在分词属格 τοῦ βουλομένου(想要的人)和 τοῦ μὴ θαρροῦντος(不敢的人)通过 τε...καί... 联结,批判性地描述了埃拉托斯特尼在哲学上介于两者之间的骑墙态度。

引用这一段

斯特拉波, 地理学 §1.2.1-1.2.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.2.1-1.2.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。