§1.2.3ποιητὴν γὰρ ἔφη πάντα στοχάζεσθαι ψυχαγωγίας, οὐ διδασκαλίας.
というのも、彼は、詩人はすべて娯楽(魂を魅了すること)を目指すものであって、教えることを目指すものではない、と言ったからである。
τοὐναντίον δʼ οἱ παλαιοὶ φιλοσοφίαν τινὰ λέγουσι πρώτην τὴν ποιητικήν, εἰσάγουσαν εἰς τὸν βίον ἡμᾶς ἐκ νέων καὶ διδάσκουσαν ἤθη καὶ πάθη καὶ πράξεις μεθʼ ἡδονῆς·
これに対して、古の人々は詩術を一種の最初の哲学であると言っており、それは私たちを若い頃から生活へと導入し、快楽を伴いつつ性格や情念や行為を教えるものである。
οἱ δʼ ἡμέτεροι καὶ μόνον ποιητὴν ἔφασαν εἶναι τὸν σοφόν.
また、私たちの同胞は、賢者のみが詩人であると言った。
διὰ τοῦτο καὶ τοὺς παῖδας αἱ τῶν Ἑλλήνων πόλεις πρώτιστα διὰ τῆς ποιητικῆς παιδεύουσιν, οὐ ψυχαγωγίας χάριν δήπουθεν ψιλῆς, ἀλλὰ σωφρονισμοῦ·
それゆえに、ギリシアの都市国家も、子供たちを真っ先に詩術によって教育するのであり、それは決して単なる娯楽のためではなく、理性の陶冶のためである。
ὅπου γε καὶ οἱ μουσικοὶ ψάλλειν καὶ λυρίζειν καὶ αὐλεῖν διδάσκοντες μεταποιοῦνται τῆς ἀρετῆς ταύτης·
実際、音楽家たちも、ハープの演奏や竪琴の演奏、笛の演奏を教えるにあたって、この徳を自らのものと主張している。
παιδευτικοὶ γὰρ εἶναί φασι καὶ ἐπανορθωτικοὶ τῶν ἠθῶν.
なぜなら彼らは、自分たちが性格の教育者であり矯正者であると主張するからである。
ταῦτα δʼ οὐ μόνον παρὰ τῶν Πυθαγορείων ἀκούειν ἐστὶ λεγόντων, ἀλλὰ καὶ Ἀριστόξενος οὕτως ἀποφαίνεται.
これらのことはピュタゴラス派の人々が言うのを聞くことができるだけでなく、アリストクセノスもそのように言明している。
καὶ Ὅμηρος δὲ τοὺς ἀοιδοὺς σωφρονιστὰς εἴρηκε, καθάπερ τὸν τῆς Κλυταιμνήστρας φύλακα
ᾧ πόλλʼ ἐπέτελλεν Ἀτρείδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν,
τόν τε Αἴγισθον οὐ πρότερον αὐτῆς περιγενέσθαι πρὶν ἢ
τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην κάλλιπεν·
また、ホメロスも歌い手たちを理性の陶冶者と呼んでおり、例えばクリュタイムネストラの番人がそうであり、アトレウスの子はトロイアへ旅立つ際、妻を守るよう彼に多くを命じた。 また、アイギストスは、その歌い手を無人島に連れて行って置き去りにするまでは、彼女を征服することができなかった。
τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
その後、望む彼は望む彼女を自分の家へと連れ帰った。
χωρὶς δὲ τούτων ὁ Ἐρατοσθένης ἑαυτῷ μάχεται·
これらとは別に、エラトステネスは自ら矛盾している。
μικρὸν γὰρ πρὸ τῆς λεχθείσης ἀποφάσεως ἐναρχόμενος τοῦ περὶ τῆς γεωγραφίας λόγου φησὶν ἅπαντας κατʼ ἀρχὰς φιλοτίμως ἔχειν εἰς τὸ μέσον φέρειν τὴν ὑπὲρ τῶν τοιούτων ἱστορίαν.
というのも、前述の言明の少し前、地理学に関する議論を始めるにあたって、彼は、最初のうちは誰もがこのような事柄についての知識を公に提示することに熱心である、と言っているからである。
Ὅμηρον γοῦν ὑπέρ τε τῶν Αἰθιόπων ὅσα ἐπύθετο καταχωρίσαι εἰς τὴν ποίησιν καὶ περὶ τῶν κατʼ Αἴγυπτον καὶ Λιβύην, τὰ δὲ δὴ κατὰ τὴν Ἑλλάδα καὶ τοὺς σύνεγγυς τόπους καὶ λίαν περιέργως ἐξενηνοχέναι, πολυτρήρωνα μὲν τὴν Θίσβην λέγοντα, Ἁλίαρτον δὲ ποιήεντα, ἐσχατόωσαν δὲ Ἀνθηδόνα, Λίλαιαν δὲ πηγῇς ἔπι Κηφισσοῖο, καὶ οὐδεμίαν προσθήκην κενῶς ἀπορρίπτειν.
例えばホメロスは、アイティオピア人について耳にした限りのことを詩の中に書き入れ、またエジプトやリビアに関する事柄も書き入れ、とりわけギリシアとその近隣の地域に関する事柄については極めて詳細に表現しており、ティスベを『鳩の多い』、ハリアルトスを『草深い』、アンテドンを『果ての』、リライアを『ケフィソス川の泉のほとりの』と呼び、いかなる形容も無駄に投げ出していない(とエラトステネスは言っている)。
πότερον οὖν ὁ ποιῶν ταῦτα ψυχαγωγοῦντι ἔοικεν ἢ διδάσκοντι;
それなら、このようなことをする者は、娯楽を提供する者に似ているだろうか、それとも教える者に似ているだろうか。
νὴ Δία, ἀλλὰ ταῦτα μὲν οὕτως εἴρηκε, τὰ δʼ ἔξω τῆς αἰσθήσεως καὶ οὗτος καὶ ἄλλοι τερατολογίας μυθικῆς πεπληρώκασιν.
いやまったく、彼は『これらについては彼はそのように言ったが、直接の知覚の外にあるものについては、彼も他の者たちも神話的な怪異譚で満たしているのだ』と反論するかもしれない。
οὐκοῦν ἐχρῆν οὕτως εἰπεῖν, ὅτι ποιητὴς πᾶς τὰ μὲν ψυχαγωγίας χάριν μόνον ἐκφέρει τὰ δὲ διδασκαλίας·
それならば、次のように言うべきであった。 『すべての詩人は、ある事柄は単に娯楽のために提示し、ある事柄は教示のために提示する』と。
ὁ δʼ ἐπήνεγκεν ὅτι ψυχαγωγίας μόνον, διδασκαλίας δʼ οὔ.
しかし彼は、娯楽のためだけであって教示のためではない、と結論づけたのである。
καὶ προσεξεργάζεταί γε, πυνθανόμενος τί συμβάλλεται πρὸς ἀρετὴν ποιητοῦ πολλῶν ὑπάρξαι τόπων ἔμπειρον ἢ στρατηγίας ἢ γεωργίας ἢ ῥητορικῆς ἢ οἷα δὴ περιποιεῖν αὐτῷ τινες ἐβουλήθησαν;
さらに彼は議論を推し進め、多くの土地に経験が豊富であることや、軍事、農耕、弁論術、あるいは一部の人々が彼に帰属させようとしたその他の能力が、詩人の卓越性にどのように寄与するのか、と問いかけている。
τὸ μὲν οὖν ἅπαντα ζητεῖν περιποιεῖν αὐτῷ προεκπίπτοντος ἄν τις θείη τῇ φιλοτιμίᾳ, ὡς ἂν εἴ τις, φησὶν ὁ Ἵππαρχος, Ἀττικῆς εἰρεσιώνης κατηγοροίη καὶ ἃ μὴ δύναται φέρειν μῆλα καὶ ὄγχνας, οὕτως ἐκείνου πᾶν μάθημα καὶ πᾶσαν τέχνην.
したがって、あらゆる知識や技術を彼に帰属させようと求めることは、行き過ぎた熱意によるものとみなすこともできるだろう。 それは、ヒッパルコスが言うように、あたかもアッティカのエイレシオネが、実らせることのできないリンゴや梨の実を結ばないと非難するかのように、ホメロスに対してあらゆる知識や技術を要求するようなものである。
τοῦτο μὲν δὴ ὀρθῶς ἂν λέγοις, ὦ Ἐρατόσθενες·
エラトステネスよ、この点については君の言う通りかもしれない。
ἐκεῖνα δʼ οὐκ ὀρθῶς, ἀφαιρούμενος αὐτὸν τὴν τοσαύτην πολυμάθειαν καὶ τὴν ποιητικὴν γραώδη μυθολογίαν ἀποφαίνων, ᾗ δέδοται πλάττειν, φησίν, ὃ ἂν αὐτῇ φαίνηται ψυχαγωγίας οἰκεῖον.
しかし、以下の点については正しくない。 すなわち、彼からこれほど大きな博識を取り去り、詩術を老婆のおとぎ話であると言明していることである。 そのおとぎ話には、娯楽に適していると思われるものを何でも捏造することが許されている、と彼は言うのだ。
ἆρα γὰρ οὐδὲ τοῖς ἀκροωμένοις τῶν ποιητῶν οὐδὲν συμβάλλεται πρὸς ἀρετήν;
というのも、詩人たちを聴く者たちにとっても、それは卓越性に何一つ寄与しないというのだろうか。
λέγω δὲ τὸ πολλῶν ὑπάρξαι τόπων ἔμπειρον ἢ στρατηγίας ἢ γεωργίας ἢ ῥητορικῆς, ἅπερ ἡ ἀκρόασις, ὡς εἰκός, περιποιεῖ.
私が言っているのは、多くの土地に経験が豊富であることや、軍事、農耕、弁論術といったことであり、これらは聴くことが当然にもたらすものなのである。
§1.2.4Ἀλλὰ μὴν ταῦτά γε πάντα ὁ ποιητὴς Ὀδυσσεῖ προσῆψεν, ὃν τῶν πάντων μάλιστα ἀρετῇ πάσῃ κοσμεῖ·
しかし実に、詩人はこれらすべてをオデュッセウスに結びつけており、彼を他の誰よりもあらゆる徳で飾っている。
οὗτος γὰρ αὐτῷ
πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
οὗτος δʼ ὁ πτολίπορθος ἀεὶ λεγόμενος καὶ τὸ Ἴλιον ἑλὼν
βουλῇ καὶ μύθοισι καὶ ἠπεροπηίδι τέχνῃ·
なぜなら、彼(オデュッセウス)は、詩人によれば『多くの人々の都市を見て、その心を知った』からである。 また、彼は常に『都市の破壊者』と呼ばれ、計略と言葉と欺きの技術によってイリオスを陥落させた。
τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο ἄμφω νοστήσαιμεν,
φησὶν ὁ Διομήδης.
『この者が従うならば、燃え盛る火の中からでも、私たちは二人とも帰還できるだろう』とディオメデスは言っている。
καὶ μὴν ἐπί γε τῇ γεωργίᾳ σεμνύνεται·
またさらに、彼は農耕についても誇っている。
καὶ γὰρ ἐν ἀμητῷ
ἐν ποίῃ δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, καὶ δὲ σὺ τοῖον ἔχοις
καὶ ἐν ἀρότῳ,
τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
というのも、刈り入れにおいては、『春の日に、私が手によく馴染む大鎌を持ち、お前もそのような鎌を持って、』また耕作においては、『その時にお前は私を見るだろう、もし私が一本のまっすぐな畝を切り開いていくならば』と。
καὶ οὐχ Ὅμηρος μὲν οὕτω φρονεῖ περὶ τούτων οὐχὶ δὲ πάντες οἱ πεπαιδευμένοι μάρτυρι χρῶνται τῷ ποιητῇ ὡς ὀρθῶς λέγοντι περὶ τοῦ τὴν τοιαύτην ἐμπειρίαν εἰς φρόνησιν συντείνειν μάλιστα.
そして、ホメロスがこれらについてこのように考えているだけでなく、すべての教育ある人々が、そのような経験が思慮に最も貢献することについて、詩人が正しく語っているとして、彼を証人としているのである。