Humanitext Reader

ストラボン · 地理誌 §1.1.21-1.1.23

地理学に必要な前提知識の範囲と全体像の把握

9 / 577 箇所 · ギリシア語

要旨

ストラボンは地理誌の読者や政治家に求められるべき数学的・天文学的前提知識の適正な範囲を定め、地理学は歴史と同様に実用的・一般的有益性を持ち、細部よりも全体を捉える巨大な彫刻のようなものであると論じる。

§1.1.21νυνὶ δὲ ἐξ ἑτοίμου δεῖ λαβεῖν ἔνια, καὶ ταῦθʼ ὅσα τῷ πολιτικῷ καὶ τῷ στρατηλάτῃ χρήσιμα.
しかし現在は、いくつかのことを前提として受け入れるべきであり、それも政治家や将帥にとって有用な限りのものを受け入れるべきである。
οὔτε γὰρ οὕτω δεῖ ἀγνοεῖν τὰ περὶ τὸν οὐρανὸν καὶ τὴν θέσιν τῆς γῆς, ὥστʼ ἐπειδὰν γένηται κατὰ τόπους, καθʼ οὓς ἐξήλλακταί τινα τῶν φαινομένων τοῖς πολλοῖς ἐν τῷ οὐρανῷ, ταράττεσθαι καὶ τοιαῦτα λέγειν·
天界や地球の位置に関する事柄について、あまりに無知であってはならず、天界におけるいくつかの現象が一般の人々にとって変化するような土地に至ったとき、混乱して次のように言うようでは困る。
ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπη ζόφος, οὐδʼ ὅπη ἠώς, οὐδʼ ὅπη ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, οὐδʼ ὅπη ἀννεῖται· οὔθʼ οὕτως ἀκριβοῦν, ὥστε τὰς πανταχοῦ συνανατολάς τε καὶ συγκαταδύσεις καὶ συμμεσουρανήσεις καὶ ἐξάρματα πόλων καὶ τὰ κατὰ κορυφὴν σημεῖα καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ τὰς μεταπτώσεις τῶν ὁριζόντων ἅμα καὶ τῶν ἀρκτικῶν διαφέροντα ἀπαντᾷ, τὰ μὲν πρὸς τὴν ὄψιν τὰ δὲ καὶ τῇ φύσει, γνωρίζειν ἅπαντα·
「ああ、友よ、我々は暗闇がどこにあるのか、夜明けがどこにあるのか、また人々に光をもたらす太陽が地の底をどこへ通り、どこで上るのかを知らないのだから」他方で、地平線や極円の移動に伴って同時に変化して現れる、あらゆる場所での同時の日の出や日の入り、南中、極の高度、天頂、その他これらに類する、視覚に関わる、あるいは本性に関わる諸現象のすべてを熟知するほどに精密を極める必要もない。
ἀλλὰ τὰ μὲν μηδʼ ὅλως φροντίζειν, πλὴν εἰ θέας φιλοσόφου χάριν, τοῖς δὲ πιστεύειν, κἂν μὴ βλέπῃ τὸ διὰ τί.
むしろ、ある事柄については(哲学的な観照のためというのでなければ)全く気にかけるべきではなく、他の事柄については、その理由が分からなくとも信じるべきである。
καὶ γὰρ τοῦτο τοῦ φιλοσοφοῦντος μόνου, τῷ δὲ πολιτικῷ σχολῆς οὐ τοσαύτης μέτεστιν ἢ οὐκ ἀεί.
というのも、理由を知ることは哲学者のみの仕事であり、政治家にはそれほどの余暇がないか、あるいは常にそれがあるわけではないからのである。
οὐ μὴν οὐδʼ οὕτως ὑπάρχειν ἁπλοῦν δεῖ τὸν ἐντυγχάνοντα τῇ γραφῇ ταύτῃ καὶ ἀργόν, ὥστε μηδὲ σφαῖραν ἰδεῖν, μηδὲ κύκλους ἐν αὐτῇ τοὺς μὲν παραλλήλους τοὺς δʼ ὀρθίους πρὸς τούτους τοὺς δὲ λοξούς, μηδὲ τροπικῶν τε καὶ ἰσημερινοῦ καὶ ζωδιακοῦ θέσιν, διʼ οὗ φερόμενος ὁ ἥλιος τρέπεται καὶ διδάσκει διαφορὰς κλιμάτων τε καὶ ἀνέμων.
しかしながら、この著作を読む者が、球体を見たこともなく、その上の円(あるものは平行であり、あるものはこれらに直角であり、あるものは斜めである)も知らず、また回帰線や赤道、黄道(その中を移動する太陽は回帰し、気候や風の差異を教える)の位置も知らないほどに、単純かつ怠惰であってはならない。
ταῦτα γὰρ καὶ τὰ περὶ τοὺς ὁρίζοντας καὶ τοὺς ἀρκτικοὺς καὶ ὅσα ἄλλα κατὰ τὴν πρώτην ἀγωγὴν τὴν εἰς τὰ μαθήματα παραδίδοται κατανοήσας τις ἄλλως πως δύναται παρακολουθεῖν τοῖς λεγομένοις ἐνταῦθα.
というのも、これらや地平線、極円に関する事柄、および数学への最初の導入において伝授されるその他すべての事柄を理解して初めて、ここで語られることに何とかついていくことができるからである。
ὁ δὲ μηδʼ εὐθεῖαν γραμμὴν ἢ περιφερῆ μηδὲ κύκλον εἰδώς, μηδὲ σφαιρικὴν ἐπιφάνειαν ἢ ἐπίπεδον, μηδʼ ἐν τῷ οὐρανῷ μηδὲ τοὺς ἑπτὰ τῆς μεγάλης ἄρκτου ἀστέρας καταμαθὼν μηδʼ ἄλλο τι τῶν τοιούτων μηδέν, ἢ οὐκ ἂν δέοιτο τῆς πραγματείας ταύτης ἢ οὐχὶ νῦν, ἀλλʼ ἐκείνοις ἐντυχὼν πρότερον, ὧν χωρὶς οὐκ ἂν εἴη γεωγραφίας οἰκεῖος.
他方、直線も曲線も円も知らず、球の表面も平面も知らず、天においておおぐま座の七つの星やこれらに類する他のいかなるものも観察したことのない者は、この研究を必要としないか、あるいは、地理学に適した者となるためにそれなしでは済まされない事柄をあらかじめ学んでからでなければ、今それを必要とすることはない。
οὕτως δὲ καὶ οἱ τοὺς λιμένας καὶ τοὺς περίπλους καλουμένους πραγματευθέντες ἀτελῆ τὴν ἐπίσκεψιν ποιοῦνται, μὴ προστιθέντες ὅσα ἐκ τῶν μαθημάτων καὶ ἐκ τῶν οὐρανίων συνάπτειν προσῆκεν.
このように、港湾やいわゆる「航海記」を著した者たちも、数学や天文学から結合させるべき事柄を付け加えないため、その考察を不完全なものにしているのである。
§1.1.22̔απλῶς δὲ κοινὸν εἶναι τὸ σύγγραμμα τοῦτο δεῖ καὶ πολιτικὸν καὶ δημωφελὲς ὁμοίως ὥσπερ τὴν τῆς ἱστορίας γραφήν.
端的に言って、この著作は歴史の記述と同様に、一般的であり、政治的であり、かつ民衆にとって有益なものであるべきである。
κἀκεῖ δὲ πολιτικὸν λέγομεν οὐχὶ τὸν παντάπασιν ἀπαίδευτον, ἀλλὰ τὸν μετασχόντα τῆς τε ἐγκυκλίου καὶ συνήθους ἀγωγῆς τοῖς ἐλευθέροις καὶ τοῖς φιλοσοφοῦσιν·
そして歴史の分野でも、我々が「政治家として教養ある人」と呼ぶのは、全く無学な者ではなく、自由人や哲学を志す者たちにとって通例の一般教養を身につけた者のことである。
οὐδὲ γὰρ ἂν οὔτε ψέγειν δύναιτο καλῶς οὔτʼ ἐπαινεῖν, οὐδὲ κρίνειν ὅσα μνήμης ἄξια τῶν γεγονότων, ὅτῳ μηδὲν ἐμέλησεν ἀρετῆς καὶ φρονήσεως καὶ τῶν εἰς ταῦτα λόγων.
というのも、徳や思慮、およびこれらに関する議論に全く関心を払わなかった者には、過去の出来事のうち何が記憶に値するかを正しく非難することも、賞賛することも、判断することもできないからである。
§1.1.23διόπερ ἡμεῖς πεποιηκότες ὑπομνήματα ἱστορικὰ χρήσιμα, ὡς ὑπολαμβάνομεν, εἰς τὴν ἠθικὴν καὶ πολιτικὴν φιλοσοφίαν, ἔγνωμεν προσθεῖναι καὶ τήνδε τὴν σύνταξιν·
それゆえに私たちは、倫理学および政治哲学に有用であると思われる歴史覚書を著したのち、この著作をも付け加えることを決意した。
ὁμοειδὴς γὰρ καὶ αὕτη, καὶ πρὸς τοὺς αὐτοὺς ἄνδρας, καὶ μάλιστα τοὺς ἐν ταῖς ὑπεροχαῖς.
なぜなら、これもまた同種のものであり、同じ人々、とりわけ高い地位にある人々を対象としているからである。
ἔτι δὲ τὸν αὐτὸν τρόπον, ὅνπερ ἐκεῖ τὰ περὶ τοὺς ἐπιφανεῖς ἄνδρας καὶ βίους τυγχάνει μνήμης, τὰ δὲ μικρὰ καὶ ἄδοξα παραλείπεται, κἀνταῦθα δεῖ τὰ μικρὰ καὶ τὰ ἀφανῆ παραπέμπειν, ἐν δὲ τοῖς ἐνδόξοις καὶ μεγάλοις καὶ ἐν οἷς τὸ πραγματικὸν καὶ εὐμνημόνευτον καὶ ἡδὺ διατρίβειν.
さらに、あちらにおいて著名な人々や生涯に関する事柄が記憶され、些細で無名な事柄が省かれているのと同様に、ここでも些細で目立たない事柄はやり過ごし、著名で偉大な事柄、および実用的で記憶に値し、かつ愉快な事柄が属する場所にこそ時間を費やすべきである。
καθάπερ τε καὶ ἐν τοῖς κολοσσικοῖς ἔργοις οὐ τὸ καθʼ ἕκαστον ἀκριβὲς ζητοῦμεν, ἀλλὰ τοῖς καθόλου προσέχομεν μᾶλλον εἰ καλῶς τὸ ὅλον, οὕτως κἀν τούτοις δεῖ ποιεῖσθαι τὴν κρίσιν.
また、巨大な彫刻作品において私たちが個々の部分の精密さを求めず、むしろ全体がよくできているかという大局的な側面に目を向けるように、これらのことについても判断を下すべきである。
κολοσσουργία γάρ τις καὶ αὕτη, τὰ μεγάλα φράζουσα πῶς ἔχει καὶ τὰ ὅλα, πλὴν εἴ τι κινεῖν δύναται καὶ τῶν μικρῶν τὸν φιλειδήμονα καὶ τὸν πραγματικόν.
なぜなら、この著作もまた一種の巨大な彫刻であり、偉大な事柄や全体がどのようであるかを語るものだからである。 ただし、些細な事柄であっても、知識を愛する者や実務的な者を動かすことができるものは例外である。
ὅτι μὲν οὖν σπουδαῖον τὸ προκείμενον ἔργον καὶ φιλοσόφῳ πρέπον, ταῦτα εἰρήσθω.
したがって、提示された仕事が真面目なものであり、哲学者にふわしいものであることについては、これくらいにしておこう。

語釈・文法注

  1. §1.1.21ὥστʼ ... ταράττεσθαι — 接続詞 `ὥστε` に導かれる結果節であり、不定法 `ταράττεσθαι` と `λέγειν` を伴う。不定法の意味上の主語は、前節 `γένηται` の主語である「(該当する土地を訪れる)政治家や将帥」などの一般代名詞的な主体である。
  2. §1.1.21οὔθʼ οὕτως ἀκριβοῦν — 不定法 `ἀκριβοῦν` は前文の `ἀγνοεῖν` と並列関係にあり、非人称動詞 `δεῖ`(…すべきである)にかかる。全体として「〜について無知であってはならず(οὔτε δεῖ ἀγνοεῖν)、また〜ほどに精密を極める必要もない(οὔθʼ οὕτως ἀκριβοῦν)」という二重の制限を構成している。
  3. §1.1.21ἄλλως πως δύναται — 「他のいかなる方法でついていくことができようか(いや、できない)」という反語的なニュアンスを含む。条件分詞 `κατανοήσας τις`(これらを理解して初めて)を前提としており、「これらを理解した者でなければ、どうして他の方法で理解できようか」という強い否定(限定)を表す。
  4. §1.1.22ὅτῳ μηδὲν ἐμέλησεν — 関係代名詞 `ὅτῳ`(与格)は条件的な関係節(「〜するような者には誰でも」すなわち `εἴ τινι`)を導く。非人称動詞 `ἐμέλησεν`(関心があった)は与格で人(`ὅτῳ`)を、属格で関心の対象(`ἀρετῆς` など)を取る。
  5. §1.1.23ἐν οἷς ... διατρίβειν — 不定法 `διατρίβειν`(時間を費やす、従事する)は、前半の `παραπέμπειν`(やり過ごす)と対比関係にあり、ともに非人称動詞 `δεῖ` に支配される。「些細なことはやり過ごし(δεῖ παραπέμπειν)、主要なことに時間を割くべきである(δεῖ διατρίβειν)」という構造。

この箇所を引用する

ストラボン, 地理誌 §1.1.21-1.1.23. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.1.21-1.1.23

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。