§1.1.7καὶ ἄλλως δʼ ἐμφαίνει τὸ κύκλῳ περικεῖσθαι τῇ γῇ τὸν ὠκεανόν, ὅταν οὕτω φῇ ἡ Ἥρα
εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης Ὠκεανόν τε θεῶν γένεσιν.
そしてまた別の形でも、ヘラが次のように言うとき、彼はオーケアノスが地球の周囲を取り囲んでいることを示している。 「なぜなら私は、多くの者を育む大地の果てと、神々の源たるオーケアノスを訪ねるつもりだからである。
τοῖς γὰρ πέρασι πᾶσι συνήθη λέγει τὸν ὠκεανόν, τὰ δὲ πέρατα κύκλῳ περίκειται.
」というのも、彼はオーケアノスがすべての「果て」に隣接していると言っており、そして果ては周囲を取り囲んでいるからである。
ἔν τε τῇ ὁπλοποιίᾳ τῆς Ἀχιλλέως ἀσπίδος κύκλῳ περιτίθησι τὸν ὠκεανὸν ἐπὶ τῆς ἴτυος.
また、アキレウスの盾の製作においては、縁の上にオーケアノスを円形に配置している。
ἔχεται δὲ τῆς αὐτῆς φιλοπραγμοσύνης καὶ τὸ μὴ ἀγνοεῖν τὰ περὶ τὰς πλημμυρίδας τοῦ ὠκεανοῦ καὶ τὰς ἀμπώτεις ἀψορρόου ὠκεανοῖο, λέγοντα καί
τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ.
また、オーケアノスの満ち潮と引き潮に関する事柄を彼が熟知していることも、同じ探究心に属しており、彼は「逆流するオーケアノス」と呼び、また次のように言っている。 「というのも、一日に三度は(水を)吐き出し、三度は吸い込むからである。
καὶ γὰρ εἰ μὴ τρὶς ἀλλὰ δίς, τάχα τῆς ἱστορίας παραπεσόντος ἢ τῆς γραφῆς διημαρτημένης, ἀλλʼ ἥ γε προαίρεσις τοιαύτη.
」なぜなら、たとえ三度ではなく二度であったとしても(おそらく探究した事実が誤って伝わったか、あるいは写本が誤られたためであろうが)、少なくとも彼の意図はそのようなものだからである。
καὶ τὸ
ἐξ ἀκαλαρρείταο
δὲ ἔχει τινὰ ἔμφασιν τῆς πλημμυρίδος, ἐχούσης τὴν ἐπίβασιν πραεῖαν καὶ οὐ τελέως ῥοώδη.
また「穏やかに流れるものから」という表現も、満ち潮が穏やかな押し寄せ方をし、完全に激しい流れではないという、ある種の暗示を含んでいる。
Ποσειδώνιος δὲ καὶ ἐκ τοῦ σκοπέλους λέγειν τοτὲ μὲν καλυπτομένους τοτὲ δὲ γυμνουμένους καὶ ἐκ τοῦ ποταμὸν φάναι τὸν ὠκεανὸν εἰκάζει τὸ ῥοῶδες αὐτοῦ τὸ περὶ τὰς πλημμυρίδας ἐμφανίζεσθαι.
ポセイドニオスは、彼(ホメロス)が岩について、ある時は覆われ、ある時は裸になると言っていること、また、オーケアノスを河と呼んでいることから、満ち潮に関する大洋の流動的な性質が示されているのだと推測している。
τὸ μὲν οὖν πρῶτον εὖ, τὸ δὲ δεύτερον οὐκ ἔχει λόγον·
前者はよいが、後者は道理に合わない。
οὔτε γὰρ ποταμίῳ ῥεύματι ἔοικεν ἡ τῆς πλημμυρίδος ἐπίβασις, πολὺ δὲ μᾶλλον ἡ ἀναχώρησις οὐ τοιαύτη, ὅ τε τοῦ Κράτητος λόγος διδάσκει τι πιθανώτερον.
なぜなら、満ち潮の押し寄せは河の流れに似ていないし、引き潮はなおさらそうではないからであり、またクラテスの説明の方がより説得力のある事柄を教えてくれるからである。
βαθύρρουν μὲν γὰρ καὶ ἄψορρον λέγει, ὁμοίως δὲ καὶ ποταμὸν τὸν ὅλον ὠκεανόν·
彼はオーケアノス全体を「深く流れるもの」や「逆流するもの」、同様に「河」とも呼んでいるが、一方で彼は、オーケアノスの一部を「河」や「河の流れ」とも、全体ではなく一部を指して呼んでいるからである、彼が次のように言うときに。
λέγει δὲ καὶ μέρος τοῦ ὠκεανοῦ τι ποταμὸν καὶ ποταμοῖο ῥόον, οὐ τοῦ ὅλου ἀλλὰ τοῦ μέρους, ὅταν οὕτω φῇ
αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον ὠκεανοῖο νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο.
「しかし、船がオーケアノスという河の流れを離れ、広々とした海の波に至ったとき。
οὐ γὰρ τὸν ὅλον, ἀλλὰ τὸν ἐν τῷ ὠκεανῷ τοῦ ποταμοῦ ῥόον μέρος ὄντα τοῦ ὠκεανοῦ, ὅν φησιν ὁ Κράτης ἀνάχυσίν τινα καὶ κόλπον ἐπὶ τὸν νότιον πόλον ἀπὸ τοῦ χειμερινοῦ τροπικοῦ διήκοντα.
」なぜなら、彼は全体ではなく、オーケアノスの一部である「オーケアノスの中の河の流れ」を指して言っているからである。 クラテスはこれを、冬至線から南極へと延びる一種の逆流(あふれ)または湾であると主張している。
τοῦτον γὰρ δύναιτʼ ἄν τις ἐκλιπὼν ἔτι εἶναι ἐν τῷ ὠκεανῷ, τὸν δὲ ὅλον ἐκλιπόντα ἔτι εἶναι ἐν τῷ ὅλῳ οὐχ οἷόν τε.
というのも、この(一部としての流れ)を離れても、なおオーケアノスの中に留まることはできるが、全体を離れてなお全体の中に留まることは不可能だからである。
Ὅμηρος δέ γε οὕτω φησί
ποταμοῖο λίπεν ῥόον, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης,
ἥτις οὐκ ἄλλη τίς ἐστιν ἀλλὰ ὠκεανός.
しかしホメロスは実にこう言っている。 「河の流れを離れ、海の波に至った」と。 この海とは、オーケアノス以外の何ものでもない。
γίνεται οὖν, ἐὰν ἄλλως δέχῃ, ἐκβὰς ἐκ τοῦ ὠκεανοῦ ἦλθεν εἰς τὸν ὠκεανόν.
したがって、もし他の解釈を受け入れるなら、オーケアノスから出てオーケアノスに入ったということになってしまう。
ἀλλὰ ταῦτα μὲν μακροτέρας ἐστὶ διαίτης.
しかし、これらのことは、より詳細な分析に属する事柄である。
§1.1.8̔́οτι δὲ ἡ οἰκουμένη νῆσός ἐστι πρῶτον μὲν ἐκ τῆς αἰσθήσεως καὶ τῆς πείρας ληπτέον.
他方、居住世界が島であることは、第一に感覚と経験から把握されねばならない。
πανταχῆ γάρ, ὁπουποτοῦν ἐφικτὸν γέγονεν ἀνθρώποις ἐπὶ τὰ ἔσχατα τῆς γῆς προελθεῖν, εὑρίσκεται θάλαττα, ἣν δὴ καλοῦμεν ὠκεανόν.
なぜなら、至るところで、人間が地球の果てまで進むことが可能であったいかなる場所でも、海、すなわち私たちがオーケアノスと呼ぶものが見出されるからである。
καὶ ὅπου δὲ τῇ αἰσθήσει λαβεῖν οὐχ ὑπῆρξεν, ὁ λόγος δείκνυσι.
そして、感覚によって捉えることができなかった場所でも、理性がそれを示している。
τὸ μὲν γὰρ ἑωθινὸν πλευρόν, τὸ κατὰ τοὺς Ἰνδούς, καὶ τὸ ἑσπέριον, τὸ κατὰ τοὺς Ἴβηρας καὶ τοὺς Μαυρουσίους, περιπλεῖται πᾶν ἐπὶ πολὺ τοῦ τε νοτίου μέρους καὶ τοῦ βορείου·
なぜなら、東側の側面、すなわちインド人たちの側のもの、および西側の側面、すなわちイベリア人やマウルーシア人たちの側のものは、南の部分および北の部分の大部分にわたって、すべて航海可能だからである。
τὸ δὲ λειπόμενον ἄπλουν ἡμῖν μέχρι νῦν τῷ μὴ συμμῖξαι μηδένας ἀλλήλοις τῶν ἀντιπεριπλεόντων οὐ πολύ, εἴ τις συντίθησιν ἐκ τῶν παραλλήλων διαστημάτων τῶν ἐφικτῶν ἡμῖν.
そして、反対方向から航海してきた人々同士が未だ出会っていないために、現在まで私たちにとって航行不可能である残りの部分は、もし人が私たちの到達可能な平行線の間の距離から組み立ててみるなら、大きくはない。
οὐκ εἰκὸς δὲ διθάλαττον εἶναι τὸ πέλαγος τὸ Ἀτλαντικόν, ἰσθμοῖς διειργόμενον οὕτω στενοῖς τοῖς κωλύουσι τὸν περίπλουν, ἀλλὰ μᾶλλον σύρρουν καὶ συνεχές·
また、アトランティス海が、周航を妨げるような狭い地峡によって隔てられて二つの海に分かれているとは考えにくく、むしろ一続きに合流して連続していると考える方が自然である。
οἵ τε γὰρ περιπλεῖν ἐγχειρήσαντες, εἶτα ἀναστρέψαντες, οὐχ ὑπὸ ἠπείρου τινὸς ἀντιπιπτούσης καὶ κωλυούσης τὸν ἐπέκεινα πλοῦν ἀνακρουσθῆναι φασίν, ἀλλὰ ὑπὸ ἀπορίας καὶ ἐρημίας, οὐδὲν ἧττον τῆς θαλάττης ἐχούσης τὸν πόρον.
なぜなら、周航を企ててから引き返した人々も、対向して行く手を阻むような大陸によって引き返させられたのではなく、海には依然として航路が開けていたにもかかわらず、物資の欠乏と荒涼によって引き返したのだと言っているからである。
τοῖς τε πάθεσι τοῦ ὠκεανοῦ τοῖς περὶ τὰς ἀμπώτεις καὶ τὰς πλημμυρίδας ὁμολογεῖ τοῦτο μᾶλλον·
そしてこのことは、干潮と満潮に関するオーケアノスの諸現象ともよりよく一致している。
πάντη γοῦν ὁ αὐτὸς τρόπος τῶν τε μεταβολῶν ὑπάρχει καὶ τῶν αὐξήσεων καὶ μειώσεων, ἣ οὐ πολὺ παραλλάττων, ὡς ἂν ἐπὶ ἑνὸς πελάγους τῆς κινήσεως ἀποδιδομένης καὶ ἀπὸ μιᾶς αἰτίας.
なぜなら、いたるところで、変化および増減の仕方は同一であるか、あるいは大して違わないからであり、それはあたかも一つの海において、一つの原因からその運動が生じているかのようだからである。