Humanitext Reader

斯特拉波 · 地理学 §1.1.7-1.1.8

大洋环流与人类居住区为海岛的证明

第 3 段,共 577 段 · 希腊语

内容简介

斯特拉波引用荷马的诗句论证大洋环绕大地,探讨了诗人对潮汐的理解以及克拉特斯对大洋局部特征的诠释。此外,他结合感官经验、理性推论和潮汐的均一性,证明了人类居住区是一个四周环海的岛屿。

§1.1.7καὶ ἄλλως δʼ ἐμφαίνει τὸ κύκλῳ περικεῖσθαι τῇ γῇ τὸν ὠκεανόν, ὅταν οὕτω φῇ ἡ Ἥρα εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης Ὠκεανόν τε θεῶν γένεσιν.
此外,当他让赫拉这样说时,他也以另一种方式表明大洋环绕着大地: “因为我要去观看繁育万物的大地的边缘,以及诸神之源的大洋。
τοῖς γὰρ πέρασι πᾶσι συνήθη λέγει τὸν ὠκεανόν, τὰ δὲ πέρατα κύκλῳ περίκειται.
” 因为他说大洋与所有的“边缘”相接,而边缘则环绕成一个圆圈。
ἔν τε τῇ ὁπλοποιίᾳ τῆς Ἀχιλλέως ἀσπίδος κύκλῳ περιτίθησι τὸν ὠκεανὸν ἐπὶ τῆς ἴτυος.
而且,在阿喀琉斯盾牌的制作中,他将大洋环绕置于边缘之上。
ἔχεται δὲ τῆς αὐτῆς φιλοπραγμοσύνης καὶ τὸ μὴ ἀγνοεῖν τὰ περὶ τὰς πλημμυρίδας τοῦ ὠκεανοῦ καὶ τὰς ἀμπώτεις ἀψορρόου ὠκεανοῖο, λέγοντα καί τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ.
他并非不知道大洋的满潮和干潮,这也属于同一种对知识的探索。 他称之为“逆流的大洋”,并说: “因为一天之中它三次喷出,三次吸入。
καὶ γὰρ εἰ μὴ τρὶς ἀλλὰ δίς, τάχα τῆς ἱστορίας παραπεσόντος ἢ τῆς γραφῆς διημαρτημένης, ἀλλʼ ἥ γε προαίρεσις τοιαύτη.
” 因为即使不是三次而是两次(或许是因为事实被遗忘或写本出现错误),但至少他的意图是这样的。
καὶ τὸ ἐξ ἀκαλαρρείταο δὲ ἔχει τινὰ ἔμφασιν τῆς πλημμυρίδος, ἐχούσης τὴν ἐπίβασιν πραεῖαν καὶ οὐ τελέως ῥοώδη.
而“源自平缓流动之水”这句话也包含了对满潮的某种暗示,因为它的上涨是平缓的,并非完全是激烈的湍流。
Ποσειδώνιος δὲ καὶ ἐκ τοῦ σκοπέλους λέγειν τοτὲ μὲν καλυπτομένους τοτὲ δὲ γυμνουμένους καὶ ἐκ τοῦ ποταμὸν φάναι τὸν ὠκεανὸν εἰκάζει τὸ ῥοῶδες αὐτοῦ τὸ περὶ τὰς πλημμυρίδας ἐμφανίζεσθαι.
波塞多尼奥斯则认为,从他说礁石有时被淹没,有时又裸露出来,以及称大洋为河,可以推测出大洋关于潮汐的流动性得到了展现。
τὸ μὲν οὖν πρῶτον εὖ, τὸ δὲ δεύτερον οὐκ ἔχει λόγον· οὔτε γὰρ ποταμίῳ ῥεύματι ἔοικεν ἡ τῆς πλημμυρίδος ἐπίβασις, πολὺ δὲ μᾶλλον ἡ ἀναχώρησις οὐ τοιαύτη, ὅ τε τοῦ Κράτητος λόγος διδάσκει τι πιθανώτερον.
前一个观点固然好,但第二个观点则毫无道理;因为满潮的上涨并不像河水的流动,而退潮则更不像,克拉特斯的解释则教给我们一些更具说服力的东西。
βαθύρρουν μὲν γὰρ καὶ ἄψορρον λέγει, ὁμοίως δὲ καὶ ποταμὸν τὸν ὅλον ὠκεανόν· λέγει δὲ καὶ μέρος τοῦ ὠκεανοῦ τι ποταμὸν καὶ ποταμοῖο ῥόον, οὐ τοῦ ὅλου ἀλλὰ τοῦ μέρους, ὅταν οὕτω φῇ αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον ὠκεανοῖο νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο.
因为他把整个大洋称为“深流的”和“逆流的”,同样也称之为“河”;但他也把大洋的某一部分称为“河”和“河之流”,不是指整体而是指部分,当他这样说时: “然而,当船离开了大洋河之流,来到了宽阔大海的波浪上。
οὐ γὰρ τὸν ὅλον, ἀλλὰ τὸν ἐν τῷ ὠκεανῷ τοῦ ποταμοῦ ῥόον μέρος ὄντα τοῦ ὠκεανοῦ, ὅν φησιν ὁ Κράτης ἀνάχυσίν τινα καὶ κόλπον ἐπὶ τὸν νότιον πόλον ἀπὸ τοῦ χειμερινοῦ τροπικοῦ διήκοντα.
” 因为他指的不是整体,而是“大洋中作为河之流的部分”,它是大洋的一部分,克拉特斯称其为一种从冬至线延伸到南极的溢流和海湾。
τοῦτον γὰρ δύναιτʼ ἄν τις ἐκλιπὼν ἔτι εἶναι ἐν τῷ ὠκεανῷ, τὸν δὲ ὅλον ἐκλιπόντα ἔτι εἶναι ἐν τῷ ὅλῳ οὐχ οἷόν τε.
因为人们可以离开这个却依然处于大洋中,但离开整体却依然处于整体之中是不可能的。
Ὅμηρος δέ γε οὕτω φησί ποταμοῖο λίπεν ῥόον, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης, ἥτις οὐκ ἄλλη τίς ἐστιν ἀλλὰ ὠκεανός.
然而荷马却这样说: “离开了河之流,来到了大海的波浪上,” 而这大海不是别的东西,正是大洋。
γίνεται οὖν, ἐὰν ἄλλως δέχῃ, ἐκβὰς ἐκ τοῦ ὠκεανοῦ ἦλθεν εἰς τὸν ὠκεανόν.
因此,如果你接受另一种解释,就变成了离开大洋而进入了大洋。
ἀλλὰ ταῦτα μὲν μακροτέρας ἐστὶ διαίτης.
不过,这些事情属于更长篇幅的讨论。
§1.1.8̔́οτι δὲ ἡ οἰκουμένη νῆσός ἐστι πρῶτον μὲν ἐκ τῆς αἰσθήσεως καὶ τῆς πείρας ληπτέον.
另一方面,居住区是一座岛屿,首先必须从感官和经验中去把握。
πανταχῆ γάρ, ὁπουποτοῦν ἐφικτὸν γέγονεν ἀνθρώποις ἐπὶ τὰ ἔσχατα τῆς γῆς προελθεῖν, εὑρίσκεται θάλαττα, ἣν δὴ καλοῦμεν ὠκεανόν.
因为在任何地方,只要人类能够到达大地的边缘,就会发现大海,这就是我们所说的大洋。
καὶ ὅπου δὲ τῇ αἰσθήσει λαβεῖν οὐχ ὑπῆρξεν, ὁ λόγος δείκνυσι.
而在感官无法把握的地方,理性能予以证明。
τὸ μὲν γὰρ ἑωθινὸν πλευρόν, τὸ κατὰ τοὺς Ἰνδούς, καὶ τὸ ἑσπέριον, τὸ κατὰ τοὺς Ἴβηρας καὶ τοὺς Μαυρουσίους, περιπλεῖται πᾶν ἐπὶ πολὺ τοῦ τε νοτίου μέρους καὶ τοῦ βορείου·
因为东侧,即印度人那一侧,以及西侧,即伊比利亚人和毛鲁西亚人那一侧,在南面和北面的很大一部分上都是完全可以环航的。
τὸ δὲ λειπόμενον ἄπλουν ἡμῖν μέχρι νῦν τῷ μὴ συμμῖξαι μηδένας ἀλλήλοις τῶν ἀντιπεριπλεόντων οὐ πολύ, εἴ τις συντίθησιν ἐκ τῶν παραλλήλων διαστημάτων τῶν ἐφικτῶν ἡμῖν.
而剩下的、由于相反方向环航的人至今未能相遇而对我们而言无法航行的部分并不大,如果人们根据我们所能达到的平行距离来推算的话。
οὐκ εἰκὸς δὲ διθάλαττον εἶναι τὸ πέλαγος τὸ Ἀτλαντικόν, ἰσθμοῖς διειργόμενον οὕτω στενοῖς τοῖς κωλύουσι τὸν περίπλουν, ἀλλὰ μᾶλλον σύρρουν καὶ συνεχές· οἵ τε γὰρ περιπλεῖν ἐγχειρήσαντες, εἶτα ἀναστρέψαντες, οὐχ ὑπὸ ἠπείρου τινὸς ἀντιπιπτούσης καὶ κωλυούσης τὸν ἐπέκεινα πλοῦν ἀνακρουσθῆναι φασίν, ἀλλὰ ὑπὸ ἀπορίας καὶ ἐρημίας, οὐδὲν ἧττον τῆς θαλάττης ἐχούσης τὸν πόρον.
而且,亚特兰蒂斯海不太可能是被极狭窄的、阻碍环航的地峡所分隔的双重海,而更可能是汇合且连续的;因为那些尝试环航然后返回的人说,他们被折回并不是因为有什么阻挡并阻碍继续航行的大陆,而是因为物资匮乏和荒凉,尽管大海同样提供着通道。
τοῖς τε πάθεσι τοῦ ὠκεανοῦ τοῖς περὶ τὰς ἀμπώτεις καὶ τὰς πλημμυρίδας ὁμολογεῖ τοῦτο μᾶλλον· πάντη γοῦν ὁ αὐτὸς τρόπος τῶν τε μεταβολῶν ὑπάρχει καὶ τῶν αὐξήσεων καὶ μειώσεων, ἣ οὐ πολὺ παραλλάττων, ὡς ἂν ἐπὶ ἑνὸς πελάγους τῆς κινήσεως ἀποδιδομένης καὶ ἀπὸ μιᾶς αἰτίας.
这也更符合大洋关于干潮和满潮的现象;无论如何,各处变化以及增减的方式都是相同的,或者相差无几,这就好比是在单一的海上,由单一的原因产生运动。

词汇与语法注释

  1. 1.1.7ἔχεται δὲ τῆς αὐτῆς φιλοπραγμοσύνης — 中动相动词 ἔχομαι 支配属格 τῆς αὐτῆς φιλοπραγμοσύνης,意为“属于……”或“与……密切相关”。主语是后文的带冠词不定式从句 τὸ μὴ ἀγνοεῖν...。
  2. 1.1.7τῆς ἱστορίας παραπεσόντος ἢ τῆς γραφῆς διημαρτημένης — 两个属格绝对格结构并列。前者的主语未明确写出,或以 τῆς ἱστορίας 为主语,意为“(探索得到的)事实失传或传达有误”;后者意为“抄本出现错误”,两者均带有表示让步或原因的状语语气。
  3. 1.1.8τὸ δὲ λειπόμενον ἄπλουν ἡμῖν μέχρι νῦν τῷ μὴ συμμῖξαι μηδένας ἀλλήλοις τῶν ἀντιπεριπλεόντων οὐ πολύ — 主句的主干为系表结构 τὸ δὲ λειπόμενον... οὐ πολύ [ἐστι](剩余的部分并不多)。带与格的冠词性不定式短语 τῷ μὴ συμμῖξαι... 表示原因:“由于(反向环航的人们)未能相互遇见”。
  4. 1.1.8ὡς ἂν ἐπὶ ἑνὸς πελάγους τῆς κινήσεως ἀποδιδομένης καὶ ἀπὸ μιᾶς αἰτίας — 连词组合 ὡς ἄν 后接属格绝对格结构 τῆς κινήσεως ἀποδιδομένης,引导一个假设性或比喻性的推测(“就好像是在单一的海上,由单一的原因产生运动一样”)。

引用这一段

斯特拉波, 地理学 §1.1.7-1.1.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.1.7-1.1.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。