§1.1.21νυνὶ δὲ ἐξ ἑτοίμου δεῖ λαβεῖν ἔνια, καὶ ταῦθʼ ὅσα τῷ πολιτικῷ καὶ τῷ στρατηλάτῃ χρήσιμα.
但现在我们必须将某些事情作为既成前提接受下来,而且这些事情应是只要对政治家和将领有用的。
οὔτε γὰρ οὕτω δεῖ ἀγνοεῖν τὰ περὶ τὸν οὐρανὸν καὶ τὴν θέσιν τῆς γῆς, ὥστʼ ἐπειδὰν γένηται κατὰ τόπους, καθʼ οὓς ἐξήλλακταί τινα τῶν φαινομένων τοῖς πολλοῖς ἐν τῷ οὐρανῷ, ταράττεσθαι καὶ τοιαῦτα λέγειν· ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπη ζόφος, οὐδʼ ὅπη ἠώς, οὐδʼ ὅπη ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, οὐδʼ ὅπη ἀννεῖται·
因为我们既不应当对天空和地球的位置如此无知,以至于每当我们到达某些天象对常人而言有所改变的地方时,就感到惊慌并说出这样的话: “朋友们啊,因为我们不知道黑暗在哪里,黎明在哪里,也不知道给凡人带来光明的太阳在哪里走向大地之下,在哪里升起。
οὔθʼ οὕτως ἀκριβοῦν, ὥστε τὰς πανταχοῦ συνανατολάς τε καὶ συγκαταδύσεις καὶ συμμεσουρανήσεις καὶ ἐξάρματα πόλων καὶ τὰ κατὰ κορυφὴν σημεῖα καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ τὰς μεταπτώσεις τῶν ὁριζόντων ἅμα καὶ τῶν ἀρκτικῶν διαφέροντα ἀπαντᾷ, τὰ μὲν πρὸς τὴν ὄψιν τὰ δὲ καὶ τῇ φύσει, γνωρίζειν ἅπαντα· ἀλλὰ τὰ μὲν μηδʼ ὅλως φροντίζειν, πλὴν εἰ θέας φιλοσόφου χάριν, τοῖς δὲ πιστεύειν, κἂν μὴ βλέπῃ τὸ διὰ τί.
” 我们也不应当如此追求精确,以至于去熟知所有在不同地方的同升同落、同过子午线、极高、天顶,以及伴随着地平线和极圈变化而同时呈现出差异的其他诸如此类的事物(其中一些是就视觉而言,另一些则是就其本性而言);相反,对于其中一些事物,我们根本无需关心,除非是为了哲学的观照,而对于另一些,即使看不清其原因,我们也应当相信。
καὶ γὰρ τοῦτο τοῦ φιλοσοφοῦντος μόνου, τῷ δὲ πολιτικῷ σχολῆς οὐ τοσαύτης μέτεστιν ἢ οὐκ ἀεί.
因为这仅属于哲学家的工作,而政治家没有那么多的闲暇,或者并非总是有闲暇。
οὐ μὴν οὐδʼ οὕτως ὑπάρχειν ἁπλοῦν δεῖ τὸν ἐντυγχάνοντα τῇ γραφῇ ταύτῃ καὶ ἀργόν, ὥστε μηδὲ σφαῖραν ἰδεῖν, μηδὲ κύκλους ἐν αὐτῇ τοὺς μὲν παραλλήλους τοὺς δʼ ὀρθίους πρὸς τούτους τοὺς δὲ λοξούς, μηδὲ τροπικῶν τε καὶ ἰσημερινοῦ καὶ ζωδιακοῦ θέσιν, διʼ οὗ φερόμενος ὁ ἥλιος τρέπεται καὶ διδάσκει διαφορὰς κλιμάτων τε καὶ ἀνέμων.
然而,读到这部著作的人也不应当如此天真和懒惰,以至于连球体都没有见过,也不了解其中的圆(一些是平行的,一些是与这些垂直的,另一些是倾斜的),甚至连回归线、赤道和黄道的位置都不知道,而太阳正是通过黄道运动而回归,并显示出气候和风的差异。
ταῦτα γὰρ καὶ τὰ περὶ τοὺς ὁρίζοντας καὶ τοὺς ἀρκτικοὺς καὶ ὅσα ἄλλα κατὰ τὴν πρώτην ἀγωγὴν τὴν εἰς τὰ μαθήματα παραδίδοται κατανοήσας τις ἄλλως πως δύναται παρακολουθεῖν τοῖς λεγομένοις ἐνταῦθα.
因为只有当一个人理解了这些、地平线和极圈的情况以及数学初级引导中所传授的其他一切事物之后,他才能以某种方式跟上这里所说的内容。
ὁ δὲ μηδʼ εὐθεῖαν γραμμὴν ἢ περιφερῆ μηδὲ κύκλον εἰδώς, μηδὲ σφαιρικὴν ἐπιφάνειαν ἢ ἐπίπεδον, μηδʼ ἐν τῷ οὐρανῷ μηδὲ τοὺς ἑπτὰ τῆς μεγάλης ἄρκτου ἀστέρας καταμαθὼν μηδʼ ἄλλο τι τῶν τοιούτων μηδέν, ἢ οὐκ ἂν δέοιτο τῆς πραγματείας ταύτης ἢ οὐχὶ νῦν, ἀλλʼ ἐκείνοις ἐντυχὼν πρότερον, ὧν χωρὶς οὐκ ἂν εἴη γεωγραφίας οἰκεῖος.
至于那些连直线、曲线、圆、球体表面或平面都不知道的人,甚至在天空中连大熊座的七颗星或其他任何类似事物都未曾观察过的人,要么他不需要这门学问,要么现在不需要,而是要在首先了解了那些若不具备就无法适应地理学的事物之后再来。
οὕτως δὲ καὶ οἱ τοὺς λιμένας καὶ τοὺς περίπλους καλουμένους πραγματευθέντες ἀτελῆ τὴν ἐπίσκεψιν ποιοῦνται, μὴ προστιθέντες ὅσα ἐκ τῶν μαθημάτων καὶ ἐκ τῶν οὐρανίων συνάπτειν προσῆκεν.
同样地,那些撰写港口和所谓“航海记”的人,由于没有加入应当从数学和天文学中结合进来的内容,也使得他们的考察变得不完整。
§1.1.22̔απλῶς δὲ κοινὸν εἶναι τὸ σύγγραμμα τοῦτο δεῖ καὶ πολιτικὸν καὶ δημωφελὲς ὁμοίως ὥσπερ τὴν τῆς ἱστορίας γραφήν.
简而言之,这部著作必须是通用的、适用于政治家的、且同样有益于公众的,就像历史的撰写一样。
κἀκεῖ δὲ πολιτικὸν λέγομεν οὐχὶ τὸν παντάπασιν ἀπαίδευτον, ἀλλὰ τὸν μετασχόντα τῆς τε ἐγκυκλίου καὶ συνήθους ἀγωγῆς τοῖς ἐλευθέροις καὶ τοῖς φιλοσοφοῦσιν· οὐδὲ γὰρ ἂν οὔτε ψέγειν δύναιτο καλῶς οὔτʼ ἐπαινεῖν, οὐδὲ κρίνειν ὅσα μνήμης ἄξια τῶν γεγονότων, ὅτῳ μηδὲν ἐμέλησεν ἀρετῆς καὶ φρονήσεως καὶ τῶν εἰς ταῦτα λόγων.
而在历史领域,我们所说的“政治家”并非指完全没有受过教育的人,而是指参与了自由民和哲学研究者通用的、常规的教育的人;因为对于一个完全不关心美德、智慧以及关于这些的学说的人来说,他既不能妥善地予以批评或表扬,也不能判断已发生的事件中哪些是值得铭记的。
§1.1.23διόπερ ἡμεῖς πεποιηκότες ὑπομνήματα ἱστορικὰ χρήσιμα, ὡς ὑπολαμβάνομεν, εἰς τὴν ἠθικὴν καὶ πολιτικὴν φιλοσοφίαν, ἔγνωμεν προσθεῖναι καὶ τήνδε τὴν σύνταξιν· ὁμοειδὴς γὰρ καὶ αὕτη, καὶ πρὸς τοὺς αὐτοὺς ἄνδρας, καὶ μάλιστα τοὺς ἐν ταῖς ὑπεροχαῖς.
因此,我们既然撰写了在我们看来对伦理和政治哲学有用的《历史备忘录》,便决定也增加这一部著作;因为这部著作也是同类的,且面向同样的人,尤其是那些处于显赫地位的人。
ἔτι δὲ τὸν αὐτὸν τρόπον, ὅνπερ ἐκεῖ τὰ περὶ τοὺς ἐπιφανεῖς ἄνδρας καὶ βίους τυγχάνει μνήμης, τὰ δὲ μικρὰ καὶ ἄδοξα παραλείπεται, κἀνταῦθα δεῖ τὰ μικρὰ καὶ τὰ ἀφανῆ παραπέμπειν, ἐν δὲ τοῖς ἐνδόξοις καὶ μεγάλοις καὶ ἐν οἷς τὸ πραγματικὸν καὶ εὐμνημόνευτον καὶ ἡδὺ διατρίβειν.
此外,正如在那部著作中,关于杰出人物和生活的事物得以记载,而微不足道且无名的事物被省略一样,在此处我们也必须忽略微小和不显眼的事物,而将时间花在著名且伟大的事物上,以及那些包含着实用、易记和令人愉快的事物上。
καθάπερ τε καὶ ἐν τοῖς κολοσσικοῖς ἔργοις οὐ τὸ καθʼ ἕκαστον ἀκριβὲς ζητοῦμεν, ἀλλὰ τοῖς καθόλου προσέχομεν μᾶλλον εἰ καλῶς τὸ ὅλον, οὕτως κἀν τούτοις δεῖ ποιεῖσθαι τὴν κρίσιν.
正如在巨型雕塑作品中,我们并不追求每一个细节的精确,而是更关注整体轮廓是否良好,在这些事情上也应当这样做出判断。
κολοσσουργία γάρ τις καὶ αὕτη, τὰ μεγάλα φράζουσα πῶς ἔχει καὶ τὰ ὅλα, πλὴν εἴ τι κινεῖν δύναται καὶ τῶν μικρῶν τὸν φιλειδήμονα καὶ τὸν πραγματικόν.
因为这部著作也是一种巨型创作,它叙述了伟大的事物和整体的情况,除非某些微小的事物也能触动求知者和务实者。
ὅτι μὲν οὖν σπουδαῖον τὸ προκείμενον ἔργον καὶ φιλοσόφῳ πρέπον, ταῦτα εἰρήσθω.
因此,关于所提出的任务是认真的且适合哲学家的,就说这么多吧。