§1.1.17καὶ τοῦτο καὶ ἐν μικροῖς μὲν δῆλόν ἐστιν, οἷον ἐν τοῖς κυνηγεσίοις·
そして、このことは、例えば狩猟のような小さな事柄においても明らかである。
ἄμεινον γὰρ ἂν θηρεύσειέ τις εἰδὼς τὴν ὕλην ὁποία τις καὶ πόση, καὶ στρατοπεδεῦσαι δὲ καλῶς ἐν χωρίῳ τοῦ εἰδότος ἐστὶ καὶ ἐνεδρεῦσαι καὶ ὁδεῦσαι·
というのも、森がどのようなもので、どれほどの大きさかを知っていれば、よりよく狩猟ができるだろうからである。 また、特定の土地において適切に陣営を設営すること、待ち伏せすること、そして進軍することは、それを知っている者のなせることである。
ἀλλʼ ἐν τοῖς μεγάλοις ἐστὶ τηλαυγέστερον, ὅσῳπερ καὶ τὰ ἆθλα μείζω τὰ τῆς ἐμπειρίας καὶ τὰ σφάλματα τὰ ἐκ τῆς ἀπειρίας.
しかし、大いなる事柄においては、それがいっそう明白であり、経験から得られる成果がより大きく、無知から生じる過ちもそれだけ大きい。
ὁ μέντοι Ἀγαμέμνονος στόλος τὴν Μυσίαν ὡς τὴν Τρῳάδα πορθῶν ἐπαλινδρόμησεν αἰσχρῶς.
ともかく、アガメムノンの遠征軍は、ミュシアをトロイアと勘違いして略奪しようとし、不名誉な撤退をした。
Πέρσαι δὲ καὶ Λίβυες τοὺς πορθμοὺς ὑπονοήσαντες εἶναι τυφλοὺς στενωπούς, ἐγγὺς μὲν ἦλθον κινδύνων μεγάλων, τρόπαια δὲ τῆς ἀγνοίας κατέλιπον, οἱ μὲν τὸν τοῦ Σαλγανέως τάφον πρὸς τῷ εὐρίπῳ τῷ Χαλκιδικῷ τοῦ σφαγέντος ὑπὸ τῶν Περσῶν ὡς καθοδηγήσαντος φαύλως ἀπὸ Μαλιέων ἐπὶ τὸν εὔριπον τὸν στόλον, οἱ δὲ τὸ τοῦ Πελώρου μνῆμα καὶ τούτου διαφθαρέντος κατὰ τὴν ὁμοίαν αἰτίαν·
また、ペルシア人とリビア人は、海峡を袋小路の狭路であると思い込み、重大な危機に瀕し、彼らの無知の記念碑を残した。 一方は、マルス人から海峡へと不適切に艦隊を案内したとしてペルシア人によって殺されたサルガネウスの墓をカルキス近くのエウリポス海峡の傍らに残し、他方は、同様の理由で命を落としたペローロスの記念碑を残した。
πλήρης τε ναυαγίων ἡ Ἑλλὰς ὑπῆρξε κατὰ τὴν Ξέρξου στρατείαν.
そして、ギリシアの海はクセルクセスの遠征の際、難破船で満ちていた。
καὶ ἡ τῶν Αἰολέων δὲ καὶ ἡ τῶν Ἰώνων ἀποικία πολλὰ τοιαῦτα πταίσματα παραδέδωκεν.
また、アイオリス人とイオニア人の植民活動も、このような多くの失敗を伝えている。
ὁμοίως δὲ καὶ κατορθώματα, ὅπου τι κατορθωθῆναι συνέβη παρὰ τὴν ἐμπειρίαν τῶν τόπων·
同様に、成功例についてもそうであり、土地の経験のおかげで、何らかの成功がもたらされた場合である。
καθάπερ ἐν τοῖς περὶ Θερμοπύλας στενοῖς ὁ Ἐφιάλτης λέγεται δείξας τὴν διὰ τῶν ὀρῶν ἀτραπὸν τοῖς Πέρσαις ὑποχειρίους αὐτοῖς ποιῆσαι τοὺς περὶ Λεωνίδαν καὶ δέξασθαι τοὺς βαρβάρους εἴσω Πυλῶν.
例えばテルモピュライの狭路において、エフィアルテスは山を抜ける小道をペルシア人に示すことで、レオニダスの一行を彼らの支配下に置き、野蛮人たちをピュライの内側へ迎え入れたと言われている。
ἐάσας δὲ τὰ παλαιὰ τὴν νῦν Ῥωμαίων στρατείαν ἐπὶ Παρθυαίους ἱκανὸν ἡγοῦμαι τούτων τεκμήριον·
古い事例はさておき、パルティア人に対する現在のローマ人の遠征は、これらについての十分な証拠であると私は考える。
ὡς δʼ αὕτως τὴν ἐπὶ Γερμανοὺς καὶ Κελτούς, ἐν ἕλεσι καὶ δρυμοῖς ἀβάτοις ἐρημίαις τε τοπομαχούντων τῶν βαρβάρων καὶ τὰ ἐγγὺς πόρρω ποιούντων τοῖς ἀγνοοῦσι καὶ τὰς ὁδοὺς ἐπικρυπτομένων καὶ τὰς εὐπορίας τροφῆς τε καὶ τῶν ἄλλων.
同様に、ゲルマニア人やケルト人に対する遠征もそうである。 そこでは野蛮人たちが、湿地や立ち入るのが困難な森林、荒野において地理的戦術を用いて戦い、無知な者たちにとっては近い場所を遠い場所に変え、道路や、食料やその他の物資の豊富さを隠していたからである。
§1.1.18τὸ μὲν δὴ πλέον, ὥσπερ εἴρηται, πρὸς τοὺς ἡγεμονικοὺς βίους καὶ τὰς χρείας ἐστίν.
さて、地理学の大部分は、すでに述べたように、支配者の生活と実用に向けられている。
ἔστι δὲ καὶ τῆς ἠθικῆς φιλοσοφίας καὶ πολιτικῆς τὸ πλέον περὶ τοὺς ἡγεμονικοὺς βίους.
嫌でも倫理学および政治学の大部分も、支配者の生活に関わるものである。
σημεῖον δέ·
その証拠に、我々は国制の差異を支配の形態によって区別している。
τὰς γὰρ τῶν πολιτειῶν διαφορὰς ἀπὸ τῶν ἡγεμονιῶν διακρίνομεν, ἄλλην μὲν ἡγεμονίαν τιθέντες τὴν μοναρχίαν, ἣν καὶ βασιλείαν καλοῦμεν, ἄλλην δὲ τὴν ἀριστοκρατίαν, τρίτην δὲ τὴν δημοκρατίαν.
すなわち、一つの支配を、我々が君主制と呼び、王政とも称するものとし、別の支配を貴族制とし、第三の支配を民主制とするのである。
τοσαύτας δὲ καὶ τὰς πολιτείας νομίζομεν, ὁμωνύμως καλοῦντες ὡς ἂν ἀπʼ ἐκείνων τὴν ἀρχὴν ἐχούσας τῆς εἰδοποιίας·
そして我々は国制の数もそれと同数であると考えており、それらの支配形式から種差を決定づける根源を得ているものとして、同じ名で呼んでいる。
ἄλλος γὰρ νόμος τὸ τοῦ βασιλέως πρόσταγμα, ἄλλος δὲ τὸ τῶν ἀρίστων καὶ τὸ τοῦ δήμου.
というのも、王の命令は一つの法律であり、貴族たちの命令や民衆の命令はまた別の法律だからである。
τύπος δὲ καὶ σχῆμα πολιτείας ὁ νόμος.
そして法律とは国制の型であり形態である。
διὰ τοῦτο δὲ καὶ τὸ δίκαιον εἶπόν τινες τὸ τοῦ κρείττονος συμφέρον.
このために、ある人々は「正義とは強者の利益である」と言ったのである。
εἴπερ οὖν ἡ πολιτικὴ φιλοσοφία περὶ τοὺς ἡγεμόνας τὸ πλέον ἐστίν, ἔστι δὲ καὶ ἡ γεωγραφία περὶ τὰς ἡγεμονικὰς χρείας, ἔχοι ἄν τι πλεονέκτημα καὶ αὕτη παρὰ τοῦτο.
したがって、もし政治哲学がその大部分において支配者に関するものであるならば、そして地理学も支配者の実用に関するものであるならば、地理学もこれによって何らかの優位性を持つことになるであろう。