§1.1.17καὶ τοῦτο καὶ ἐν μικροῖς μὲν δῆλόν ἐστιν, οἷον ἐν τοῖς κυνηγεσίοις· ἄμεινον γὰρ ἂν θηρεύσειέ τις εἰδὼς τὴν ὕλην ὁποία τις καὶ πόση, καὶ στρατοπεδεῦσαι δὲ καλῶς ἐν χωρίῳ τοῦ εἰδότος ἐστὶ καὶ ἐνεδρεῦσαι καὶ ὁδεῦσαι·
这一点在微小的事物中也是显而易见的,例如在狩猎中;因为人若知道森林的性质和大小,就能更好地进行狩猎,而在某个地方妥善驻军、设下埋伏以及行军,也是属于知道该地之人的事情。
ἀλλʼ ἐν τοῖς μεγάλοις ἐστὶ τηλαυγέστερον, ὅσῳπερ καὶ τὰ ἆθλα μείζω τὰ τῆς ἐμπειρίας καὶ τὰ σφάλματα τὰ ἐκ τῆς ἀπειρίας.
但在重大的事情中,这更为明显,因为经验带来的成果更大,而由于缺乏经验而导致的失误也同样更大。
ὁ μέντοι Ἀγαμέμνονος στόλος τὴν Μυσίαν ὡς τὴν Τρῳάδα πορθῶν ἐπαλινδρόμησεν αἰσχρῶς.
总之,阿伽门农的远征军将密细亚误当作特洛阿德进行掠夺,结果可耻地退回。
Πέρσαι δὲ καὶ Λίβυες τοὺς πορθμοὺς ὑπονοήσαντες εἶναι τυφλοὺς στενωπούς, ἐγγὺς μὲν ἦλθον κινδύνων μεγάλων, τρόπαια δὲ τῆς ἀγνοίας κατέλιπον, οἱ μὲν τὸν τοῦ Σαλγανέως τάφον πρὸς τῷ εὐρίπῳ τῷ Χαλκιδικῷ τοῦ σφαγέντος ὑπὸ τῶν Περσῶν ὡς καθοδηγήσαντος φαύλως ἀπὸ Μαλιέων ἐπὶ τὸν εὔριπον τὸν στόλον, οἱ δὲ τὸ τοῦ Πελώρου μνῆμα καὶ τούτου διαφθαρέντος κατὰ τὴν ὁμοίαν αἰτίαν·
而波斯人和利比亚人曾怀疑海峡是死胡同般的狭道,因而陷入极大的危险中,并留下了他们无知的纪念碑;一方在卡尔基斯的犹里普斯海峡旁留下了萨尔加纽斯的坟墓,他因被认为将舰队从马里亚人那里错误地引向犹里普斯而被波斯人杀害;另一方则留下了佩洛鲁斯的纪念碑,他也是因同样的原因而被处死。
πλήρης τε ναυαγίων ἡ Ἑλλὰς ὑπῆρξε κατὰ τὴν Ξέρξου στρατείαν.
在薛西斯远征期间,希腊的海面充斥着海难。
καὶ ἡ τῶν Αἰολέων δὲ καὶ ἡ τῶν Ἰώνων ἀποικία πολλὰ τοιαῦτα πταίσματα παραδέδωκεν.
埃奥利斯人和爱奥尼亚人的殖民活动也留下了许多此类挫折的记载。
ὁμοίως δὲ καὶ κατορθώματα, ὅπου τι κατορθωθῆναι συνέβη παρὰ τὴν ἐμπειρίαν τῶν τόπων· καθάπερ ἐν τοῖς περὶ Θερμοπύλας στενοῖς ὁ Ἐφιάλτης λέγεται δείξας τὴν διὰ τῶν ὀρῶν ἀτραπὸν τοῖς Πέρσαις ὑποχειρίους αὐτοῖς ποιῆσαι τοὺς περὶ Λεωνίδαν καὶ δέξασθαι τοὺς βαρβάρους εἴσω Πυλῶν.
同样,也有成功的例子,即由于对地方的经验而得以取得成功的地方;正如在温泉关的狭道中,据说埃菲阿尔特斯通过向波斯人指出通过山脉的小道,使列奥尼达及其部下受制于他们,并接纳蛮族进入关口之内。
ἐάσας δὲ τὰ παλαιὰ τὴν νῦν Ῥωμαίων στρατείαν ἐπὶ Παρθυαίους ἱκανὸν ἡγοῦμαι τούτων τεκμήριον· ὡς δʼ αὕτως τὴν ἐπὶ Γερμανοὺς καὶ Κελτούς, ἐν ἕλεσι καὶ δρυμοῖς ἀβάτοις ἐρημίαις τε τοπομαχούντων τῶν βαρβάρων καὶ τὰ ἐγγὺς πόρρω ποιούντων τοῖς ἀγνοοῦσι καὶ τὰς ὁδοὺς ἐπικρυπτομένων καὶ τὰς εὐπορίας τροφῆς τε καὶ τῶν ἄλλων.
姑且不论古代的事,我认为目前罗马人对帕提亚人的远征就是这些事情的充分证据;同样,对日耳曼人和凯尔特人的远征也是如此,蛮族在沼泽、无法通行的森林和荒野中进行地方战,使不知道这些情况的人觉得近在咫尺的地方却远不可及,并且隐瞒了道路以及粮食和其他物资的富足。
§1.1.18τὸ μὲν δὴ πλέον, ὥσπερ εἴρηται, πρὸς τοὺς ἡγεμονικοὺς βίους καὶ τὰς χρείας ἐστίν.
如前所述,地理学的大部分确实是面向统治者的生活及其需要的。
ἔστι δὲ καὶ τῆς ἠθικῆς φιλοσοφίας καὶ πολιτικῆς τὸ πλέον περὶ τοὺς ἡγεμονικοὺς βίους. σημεῖον δέ·
而伦理和政治哲学的绝大部分也是关于统治者的生活的。
τὰς γὰρ τῶν πολιτειῶν διαφορὰς ἀπὸ τῶν ἡγεμονιῶν διακρίνομεν, ἄλλην μὲν ἡγεμονίαν τιθέντες τὴν μοναρχίαν, ἣν καὶ βασιλείαν καλοῦμεν, ἄλλην δὲ τὴν ἀριστοκρατίαν, τρίτην δὲ τὴν δημοκρατίαν.
这是一个证据:因为我们根据统治的形式来区分政体的差异,将一种统治确立为君主制(我们称之为王政),另一种为贵族制,第三种为民主制。
τοσαύτας δὲ καὶ τὰς πολιτείας νομίζομεν, ὁμωνύμως καλοῦντες ὡς ἂν ἀπʼ ἐκείνων τὴν ἀρχὴν ἐχούσας τῆς εἰδοποιίας· ἄλλος γὰρ νόμος τὸ τοῦ βασιλέως πρόσταγμα, ἄλλος δὲ τὸ τῶν ἀρίστων καὶ τὸ τοῦ δήμου.
我们也认为政体的数量也是这么多,并用同名来称呼它们,因为它们从那些统治中获得了其形式区别的根源;因为国王的命令是一种法律,而贵族和民众的命令则是另一种。
τύπος δὲ καὶ σχῆμα πολιτείας ὁ νόμος.
而法律是政体的类型和形式。
διὰ τοῦτο δὲ καὶ τὸ δίκαιον εἶπόν τινες τὸ τοῦ κρείττονος συμφέρον.
正因如此,有些人也说正义是强者的利益。
εἴπερ οὖν ἡ πολιτικὴ φιλοσοφία περὶ τοὺς ἡγεμόνας τὸ πλέον ἐστίν, ἔστι δὲ καὶ ἡ γεωγραφία περὶ τὰς ἡγεμονικὰς χρείας, ἔχοι ἄν τι πλεονέκτημα καὶ αὕτη παρὰ τοῦτο.
因此,如果政治哲学在很大程度上是关于统治者的,而地理学也是关于统治者的实用需要的,那么由于这一点,地理学也会拥有某种优越性。