§1.1.16̔́οτι δὲ καὶ τὸ ὄφελος μέγα παντὶ τῷ παραλαβόντι τὴν τοιαύτην ἱστορίαν ἔκ τε τῆς παλαιᾶς μνήμης δῆλον καὶ ἐκ τοῦ λόγου.
このような歴史(探求)を受け入れるすべての人にとって、そこから得られる便益が大きいことは、古い伝承からも道理からも明らかである。
οἱ γοῦν ποιηταὶ φρονιμωτάτους τῶν ἡρώων ἀποφαίνουσι τοὺς ἀποδημήσαντας πολλαχοῦ καὶ πλανηθέντας·
現に詩人たちは、多くの場所を旅し、放浪した者たちを、英雄たちの中で最も思慮深い者として描き出している。
ἐν μεγάλῳ γὰρ τίθενται τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νόον γνῶναι.
というのも、彼らは「多くの人々の都市を見て、その心を知ること」を大いに重んじているからである。
καὶ ὁ Νέστωρ σεμνύνεται διότι τοῖς Λαπίθαις ὡμίλησεν, ἐλθὼν μετάπεμπτος
τηλόθεν ἐξ ἀπίης γαίης·
またネストルは、ラピタイの人々と交わったことを誇りとしており、彼は招かれて「遠く離れたアピアの地から」やって来たのである。
καλέσαντο γὰρ αὐτοί.
彼ら自身が彼を呼んだのだから。
καὶ ὁ Μενέλαος ὡσαύτως
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπας θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι,
προσθεὶς καὶ τὸ ἰδίωμα τῆς χώρας
τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
そしてメネラオスも同様に、「キプロス、ポイニケ、そしてエジプト人のもとを彷徨い、エチオピア人、シドニア人、エレンボイ人、そしてリビュアに私は至った。 そこでは羊たちがすぐに角を生やすのである」と述べており、さらにその土地の特有の性質も付け加えて、「羊は満ち足りた一年の間に三度産むのだから」としている。
πάντα γὰρ τὰ τοιαῦτα παρασκευαί τινες εἰς φρόνησιν μεγάλαι τῷ μαθεῖν τῆς χώρας τὴν φύσιν καὶ ζῴων καὶ φυτῶν ἰδέας.
これらすべてのことは、その土地の性質や、動物・植物の姿を知ることによって、思慮(知恵)に至る大いなる備えとなるからである。
προσθεῖναι δὲ καὶ τὰ τῆς θαλάττης·
さらに海の事柄も付け加えるべきである。
ἀμφίβιοι γὰρ τρόπον τινά ἐσμεν καὶ οὐ μᾶλλον χερσαῖοι ἢ θαλάττιοι.
なぜなら我々はある意味で両生類であり、陸上(の生物)であるのと同様に海上(の生物)でもあるからである。
καὶ τὸν Ἡρακλέα εἰκὸς ἀπὸ τῆς πολλῆς ἐμπειρίας τε καὶ ἱστορίας λεχθῆναι
μεγάλων ἐπιίστορα ἔργων.
またヘラクレスが、その豊かな経験と探求から、「大いなる行いの目撃者」と言われたのも、もっともなことである。
ἔκ τε δὴ τῆς παλαιᾶς μνήμης καὶ ἐκ τοῦ λόγου μαρτυρεῖται τὰ λεχθέντα ἐν ἀρχαῖς ὑφʼ ἡμῶν, διαφερόντως δʼ ἐπάγεσθαι δοκεῖ μοι πρὸς τὰ νῦν ἐκεῖνος ὁ λόγος, διότι τῆς γεωγραφίας τὸ πλέον ἐστὶ πρὸς τὰς χρείας τὰς πολιτικάς.
このように、古い伝承からも道理からも、最初に我々によって述べられたことは証明されている。 しかし私にとって、あの道理(議論)は現在の状況に対して特によく適合すると思われる。 なぜなら、地理学の大半は政治的な実用に向けられているからである。
χώρα γὰρ τῶν πράξεων ἐστὶ γῆ καὶ θάλαττα, ἣν οἰκοῦμεν, τῶν μὲν μικρῶν μικρὰ τῶν δὲ μεγάλων μεγάλη, μεγίστη δʼ ἡ σύμπασα, ἥνπερ ἰδίως καλοῦμεν οἰκουμένην, ὥστε τῶν μεγίστων πράξεων αὕτη ἂν εἴη χώρα, μέγιστοι δὲ τῶν στρατηλατῶν, ὅσοι δύνανται γῆς καὶ θαλάττης ἄρχειν, ἔθνη καὶ πόλεις συνάγοντες εἰς μίαν ἐξουσίαν καὶ διοίκησιν πολιτικήν.
我々が住む陸と海こそが諸活動の舞台であり、小さな活動にとっては小さな舞台、大きな活動にとっては大きな舞台、最大の活動にとっては全体が舞台であって、それこそ我々が特有の名で居住世界と呼んでいるものである。 したがって、これが最大の諸活動の舞台となるであろう。 そして将帥たちの中で最も偉大なのは、陸と海を支配することができ、諸民族や諸都市を一つの権力と政治的管理のもとに統合する人々である。
δῆλον οὖν ὅτι ἡ γεωγραφικὴ πᾶσα ἐπὶ τὰς πράξεις ἀνάγεται τὰς ἡγεμονικάς, διατιθεῖσα ἠπείρους καὶ πελάγη τὰ μὲν ἐντὸς τὰ δὲ ἐκτὸς τῆς συμπάσης οἰκουμένης.
したがって、地理学の全体が支配者たちの諸活動に帰着することは明らかであり、地理学は居住世界全体の内部や外部にある大陸や海を記述して示すのである。
πρὸς τούτους δὲ ἡ διάθεσις, οἷς διαφέρει ταῦτα ἔχειν οὕτως ἢ ἑτέρως καὶ γνώριμα εἶναι ἢ μὴ γνώριμα.
そして、この記述(配置)は、これらの事柄がこのようにあるか、あるいは異なってあるか、また知られているか、知られていないかが、重大な違いをもたらす人々(支配者たち)に向けられている。
βέλτιον γὰρ ἂν διαχειρίζοιεν ἕκαστα εἰδότες τὴν χώραν ὁπόση τις καὶ πῶς κειμένη τυγχάνει καὶ τίνας διαφορὰς ἴσχουσα τάς τʼ ἐν τῷ περιέχοντι καὶ τὰς ἐν αὐτῇ.
なぜなら、その地域がどれほど大きく、どのように位置しており、周囲の大気における差異やその地域自体における差異がどのようなものであるかを知っていれば、彼らはそれぞれの事柄をよりよく管理できるからである。
ἄλλων δὲ κατʼ ἄλλα μέρη δυναστευόντων καὶ ἀπʼ ἄλλης ἑστίας καὶ ἀρχῆς τὰς πράξεις προχειριζομένων καὶ ἐπεκτεινόντων τὸ τῆς ἡγεμονίας μέγεθος, οὐκ ἐπʼ ἴσης δυνατὸν οὔτʼ ἐκείνοις ἅπαντα γνωρίζειν οὔτε τοῖς γεωγραφοῦσιν, ἀλλὰ τὸ μᾶλλον καὶ ἧττον πολὺ ἐν ἀμφοτέροις καθορᾶται τούτοις.
しかし、異なる人々が異なる地域を支配し、異なる本拠地や支配権から諸活動を開始して、その支配の規模を拡大している状況においては、彼らにとっても、また地理を記述する者にとっても、すべての事柄を等しく知ることは不可能であり、両者の間には多かれ少なかれ大きな差が認められる。
μόλις γὰρ τὸ ἐπʼ ἴσης πάντʼ εἶναι φανερὰ συμβαίη τῆς συμπάσης οἰκουμένης ὑπὸ μίαν ἀρχὴν καὶ πολιτείαν ὑπηγμένης·
というのも、居住世界全体が一つの支配と国家のもとに置かれたとしても、すべての事柄が等しく明らかになることは辛うじて起こり得る程度だからである。
ἀλλʼ οὐδʼ οὕτως, ἀλλὰ τὰ ἐγγυτέρω μᾶλλον ἂν γνωρίζοιτο.
いや、そうであっても、より近い場所のほうがよりよく知られるであろう。
κἂν προσήκοι ταῦτα διὰ πλειόνων ἐμφανίζειν, ἵνʼ εἴη γνώριμα·
そして、それらをよく知るために、より詳細に示すことがふさわしいであろう。
ταῦτα γὰρ καὶ τῆς χρείας ἐγγυτέρω ἐστίν.
なぜなら、それらは実用にもより近いからである。
ὥστʼ οὐκ ἂν εἴη θαυμαστὸν οὐδʼ εἰ ἄλλος μὲν Ἰνδοῖς προσήκοι χωρογράφος, ἄλλος δὲ Αἰθίοψιν, ἄλλος δὲ Ἕλλησι καὶ Ῥωμαίοις.
したがって、ある地誌作家がインド人に適しており、別の者がエチオピア人に、また別の者がギリシア人とローマ人に適しているとしても、何ら不思議ではない。
τί γὰρ ἂν προσήκοι τῷ παρʼ Ἰνδοῖς γεωγράφῳ καὶ τὰ κατὰ Βοιωτοὺς οὕτω φράζειν ὡς Ὅμηρος
οἵθʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν Σχοῖνόν τε Σκῶλόν τε;
なぜなら、インド人に仕える地理学者にとって、ボイオティアの事柄をホメロスのように、「ヒュリエに住む者たち、石の多いアウリス、スコイノス、スコロス」とまで詳しく述べる必要がどこにあろうか。
ἡμῖν δὲ προσήκει, τὰ δὲ παρʼ Ἰνδοῖς οὕτω καὶ τὰ καθʼ ἕκαστα οὐκέτι·
しかし我々にとってはそれがふさわしいが、インドにおけるそのような詳細な事柄はもはやふさわしくない。
οὐδὲ γὰρ ἡ χρεία ἐπάγεται·
実用がそれを要求しないからである。
μέτρον δʼ αὕτη μάλιστα τῆς τοιαύτης ἐμπειρίας.
そして、実用こそがこのような経験(知識)の最大の尺度なのである。