§1.1.12Ἀλλὰ μὴν ὅτι γε δεῖ πρὸς ταῦτα πολυμαθείας, εἰρήκασι συχνοί.
しかし、このためには本当に広範な知識(博識)が必要であることは、多くの人が述べている。
εὖ δὲ καὶ Ἵππαρχος ἐν τοῖς πρὸς Ἐρατοσθένην διδάσκει, ὅτι παντὶ καὶ ἰδιώτῃ καὶ τῷ φιλομαθοῦντι τῆς γεωγραφικῆς ἱστορίας προσηκούσης, ἀδύνατον λαβεῖν ἄνευ τῆς τῶν οὐρανίων καὶ τῆς τῶν ἐκλειπτικῶν τηρήσεων ἐπικρίσεως·
ヒッパルコスもエラトステネスに対する反論の中で、すべての人に、それが専門知識のない一般人であろうと、学びを愛する者であろうと、地理学的な知識がふさわしいものであるとすれば、天体や日食・月食の観測に関する判断なしにそれを手に入れることは不可能であると、実に見事に教えている。
οἷον Ἀλεξάνδρειαν τὴν πρὸς Αἰγύπτῳ, πότερον ἀρκτικωτέρα Βαβυλῶνος ἢ νοτιωτέρα, λαβεῖν οὐχ οἷόν τε, οὐδʼ ἐφʼ ὁπόσον διάστημα, χωρὶς τῆς διὰ τῶν κλιμάτων ἐπισκέψεως.
例えば、エジプトに近いアレクサンドリアが、バビロンよりも北にあるのか南にあるのか、またどれほどの距離離れているのかは、気候区分(緯度)による検討なしには知ることができない。
ὁμοίως τὰς πρὸς ἕω παρακεχωρηκυίας ἢ πρὸς δύσιν μᾶλλον καὶ ἧττον οὐκ ἂν γνοίη τις ἀκριβῶς πλὴν εἰ διὰ τῶν ἐκλειπτικῶν ἡλίου καὶ σελήνης συγκρίσεων.
同様に、東や西に多かれ少なかれ偏っている場所についても、太陽や月の食の比較(時差観測)によるのでなければ、正確に知ることはできないだろう。
§1.1.13οὗτός τε δὴ ταῦτά φησι, καὶ πάντες, ὅσοι τόπων ἰδιότητας λέγειν ἐπιχειροῦσιν, οἰκείως προσάπτονται καὶ τῶν οὐρανίων καὶ γεωμετρίας, σχήματα καὶ μεγέθη καὶ ἀποστήματα καὶ κλίματα δηλοῦντες καὶ θάλπη καὶ ψύχη καὶ ἁπλῶς τὴν τοῦ περιέχοντος φύσιν.
このように彼が述べる通りであり、また場所の特性を語ろうと試みるすべての者も、当然のこととして天体の事柄や幾何学に手を伸ばし、形状や大きさ、距離、気候区分(緯度)、暑さや寒さ、そして端的に言えば周囲を取り囲む環境(大気)の性質を明らかにしている。
ἐπεὶ καὶ οἶκον κατασκευάζων οἰκοδόμος ταῦτα ἂν προορῷτο καὶ πόλιν κτίζων ἀρχιτέκτων, μή τί γε ὅλην ἐπισκοπῶν τὴν οἰκουμένην ἀνήρ·
なぜなら、家を建てる大工でさえこれらのことをあらかじめ考慮するし、都市を築く建築家ならなおさらであるのに、居住世界全体を考察する人物(地理学者)ならなおさらのこと、これら(の知識)がふさわしいからである。
πολὺ γὰρ τούτῳ προσήκει μᾶλλον. ἐν μὲν γὰρ τοῖς μικροῖς χωρίοις τὸ πρὸς ἄρκτους ἢ πρὸς νότον κεκλίσθαι παραλλαγὴν οὐ πολλὴν ἔχει, ἐν δὲ τῷ παντὶ κύκλῳ τῆς οἰκουμένης πρὸς ἄρκτον μὲν τὸ μέχρι τῶν ὑστάτων ἐστὶ τῆς Σκυθίας ἢ τῆς Κελτικῆς, μέχρι δὲ τῶν ὑστάτων Αἰθιόπων τὰ πρὸς νότον·
実に、小さな地域においては、北や南に傾いていることはそれほど大きな差異を生じないが、居住世界の円環全体においては、北の方はスキティアやケルティカの極限に至るまでであり、南の方はエチオピアの極限に至るまでであって、これは極めて大きな違いを生じるからである。
τοῦτο δὲ παμπόλλην ἔχει διαφοράν. ὁμοίως δὲ καὶ τὸ παρʼ Ἰνδοῖς οἰκεῖν ἢ παρʼ Ἴβηρσιν·
同様に、インド人の地に住むことと、イベリア人の地に住むこともそうである。
ὧν τοὺς μὲν ἑῴους μάλιστα τοὺς δὲ ἑσπερίους, τρόπον δέ τινα καὶ ἀντίποδας ἀλλήλοις ἴσμεν.
我々は、前者(インド人)が極東に、後者(イベリア人)が極西に位置しており、ある意味でお互いに対蹠地(アンティポデス)の関係にあることを知っている。
§1.1.14πᾶν δὲ τὸ τοιοῦτον ἐκ τῆς τοῦ ἡλίου καὶ τῶν ἄλλων ἄστρων κινήσεως τὴν ἀρχὴν ἔχον καὶ ἔτι τῆς ἐπὶ τὸ μέσον φορᾶς ἀναβλέπειν ἀναγκάζει πρὸς τὸν οὐρανὸν καὶ πρὸς τὰ φαινόμενα παρʼ ἑκάστοις ἡμῶν τῶν οὐρανίων·
このような事柄はすべて、太陽やその他の星々の運動、さらには中心(地球)に向かう運動に端を発しており、我々(地理学者)をして天を、そして我々のそれぞれにおいて見られる天体の諸現象を仰ぎ見させる。
ἐν δὲ τούτοις ἐξαλλάξεις ὁρῶνται παμμεγέθεις τῶν οἰκήσεων.
そして、それら(天体現象)の中には、居住地ごとに極めて大きな相違が見られるのである。
τίς ἂν οὖν διαφορὰς τόπων ἐκτιθέμενος καλῶς καὶ ἱκανῶς διδάσκοι, μὴ φροντίσας τούτων μηδενὸς μηδʼ ἐπὶ μικρόν;
それゆえ、場所の差異を提示するにあたって、これらのことを何一つ、少しも考慮に入れないままで、どうして見事に、かつ十分に教えることができるだろうか。
καὶ γὰρ εἰ μὴ δυνατὸν κατὰ τὴν ὑπόθεσιν τὴν τοιαύτην ἅπαντα ἀκριβοῦν διὰ τὸ εἶναι πολιτικωτέραν, τό γε ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον καὶ τῷ πολιτικῷ παρακολουθεῖν δυνατόν, προσήκοι ἂν εἰκότως.
なぜなら、たとえそのような(学問の)前提において、それがより実践的(政治的)な性質のものであるために、すべての事柄を厳密に明らかにすることが不可能であるとしても、実践的(政治的)な人物が理解できる範囲においては、当然ふさわしいはずだからである。
§1.1.15̔ο δʼ οὕτω μετεωρίσας ἤδη τὴν διάνοιαν οὐδὲ τῆς ὅλης ἀπέχεται γῆς·
このようにして既に思考を高めた者は、地球全体への関心を失うことはない。
φαίνεται γὰρ γελοῖον, εἰ τὴν οἰκουμένην γλιχόμενος σαφῶς ἐξειπεῖν τῶν μὲν οὐρανίων ἐτόλμησεν ἅψασθαι καὶ χρήσασθαι πρὸς τὴν διδασκαλίαν, τὴν δʼ ὅλην γῆν, ἧς μέρος ἡ οἰκουμένη, μήθʼ ὁπόση μήθʼ ὁποία τις μήθʼ ὅπου κειμένη τοῦ σύμπαντος κόσμου, μηδὲν ἐφρόντισε, μηδʼ εἰ καθʼ ἓν μέρος οἰκεῖται μόνον τὸ καθʼ ἡμᾶς ἢ κατὰ πλείω καὶ πόσα· ὡς δʼ αὕτως καὶ τὸ ἀοίκητον αὐτῆς πόσον καὶ ποῖόν τι καὶ διὰ τί.
なぜなら、居住世界を明快に説明しようと熱望しながら、天体についてはあえて触れ、説明のために利用したのに、居住世界がその一部である地球全体については、それがどれほどの大きさであるかも、どのような性質であるかも、全宇宙のどこに位置しているかも考慮せず、また我々の住む一部分だけに人が住んでいるのか、それともより多くの部分に、そしていくつの部分に住んでいるのかについても、同様に人が住めない地域がどれほどの広さで、どのような性質で、なぜそうなのかについても、全く考慮しないということは滑稽に見えるからである。
ἔοικεν οὖν μετεωρολογικῇ τινι πραγματείᾳ καὶ γεωμετρικῇ συνῆφθαι τὸ τῆς γεωγραφίας εἶδος τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτον εἰς ἕν, ὡς ἐγγυτάτω ὄντα ἀλλὰ μὴ διεστῶτα τοσοῦτον
ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης.
それゆえ、地理学という学問分野は、天体と地上の事柄を一つに結びつけることによって、気象学や幾何学の探究と結びついているように思われる。 それらは極めて近くにあり、天が地から離れているほどには隔たっていないのである。
φέρε δὴ τῇ τοσαύτῃ πολυμαθείᾳ προσθῶμεν τὴν ἐπίγειον ἱστορίαν, οἷον ζῴων καὶ φυτῶν καὶ τῶν ἄλλων, ὅσα χρήσιμα ἢ δύσχρηστα φέρει γῆ τε καὶ θάλασσα·
さあ、これほどの広範な知識(博識)に、地上の歴史(探究)、例えば動物や植物、その他、陸と海がもたらす有用なものや有害なものについての探究を加えよう。
οἶμαι γὰρ ἐναργὲς ἂν γενέσθαι μᾶλλον ὃ λέγω.
そうすれば、私の言うことがより明白になると思うからである。