§1.1.16̔́οτι δὲ καὶ τὸ ὄφελος μέγα παντὶ τῷ παραλαβόντι τὴν τοιαύτην ἱστορίαν ἔκ τε τῆς παλαιᾶς μνήμης δῆλον καὶ ἐκ τοῦ λόγου.
对于每一个掌握了这种历史(探究)的人来说,由此带来的益处是巨大的,这不仅从古代的传说中,而且从道理上都是显而易见的。
οἱ γοῦν ποιηταὶ φρονιμωτάτους τῶν ἡρώων ἀποφαίνουσι τοὺς ἀποδημήσαντας πολλαχοῦ καὶ πλανηθέντας· ἐν μεγάλῳ γὰρ τίθενται τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νόον γνῶναι.
总之,诗人们将英雄中最有智慧的人描绘为那些曾到过许多地方旅游和漫游的人;因为他们认为“看见许多人的城市并了解他们的心思”是一件伟大的事情。
καὶ ὁ Νέστωρ σεμνύνεται διότι τοῖς Λαπίθαις ὡμίλησεν, ἐλθὼν μετάπεμπτος
τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί.
涅斯托尔也因为曾与拉皮泰人交往而自豪,他是应邀而来的, “来自远方,来自遥远的土地;因为是他们亲自邀请他的。
καὶ ὁ Μενέλαος ὡσαύτως
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπας θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι,
προσθεὶς καὶ τὸ ἰδίωμα τῆς χώρας
τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
” 梅内劳斯也同样说, “我漫游到塞浦路斯、腓尼基以及埃及人那里,又到了埃塞俄比亚人、西顿人、厄伦比人以及利比亚,那里的羔羊很快就会长出角来,” 并补充了该地区特有的性质, “因为在充实的一年里,母羊会生产三次。
πάντα γὰρ τὰ τοιαῦτα παρασκευαί τινες εἰς φρόνησιν μεγάλαι τῷ μαθεῖν τῆς χώρας τὴν φύσιν καὶ ζῴων καὶ φυτῶν ἰδέας.
” 因为所有这些事情,通过学习土地的性质以及动植物的形态,都是通往智慧的巨大准备。
προσθεῖναι δὲ καὶ τὰ τῆς θαλάττης· ἀμφίβιοι γὰρ τρόπον τινά ἐσμεν καὶ οὐ μᾶλλον χερσαῖοι ἢ θαλάττιοι.
还应当加上海洋的事情;因为我们在某种意义上是两栖的,既是陆生的,也不亚于水生的。
καὶ τὸν Ἡρακλέα εἰκὸς ἀπὸ τῆς πολλῆς ἐμπειρίας τε καὶ ἱστορίας λεχθῆναι
μεγάλων ἐπιίστορα ἔργων.
赫拉克勒斯之所以因其丰富的经验和探求而被尊称为 “伟大功绩的见证者”,也是理所当然的。
ἔκ τε δὴ τῆς παλαιᾶς μνήμης καὶ ἐκ τοῦ λόγου μαρτυρεῖται τὰ λεχθέντα ἐν ἀρχαῖς ὑφʼ ἡμῶν, διαφερόντως δʼ ἐπάγεσθαι δοκεῖ μοι πρὸς τὰ νῦν ἐκεῖνος ὁ λόγος, διότι τῆς γεωγραφίας τὸ πλέον ἐστὶ πρὸς τὰς χρείας τὰς πολιτικάς.
因此,无论是从古代的传说还是从道理上,我们在开头所说的话都得到了证实。 但我认为,那项道理(论证)特别适用于当前的情况,因为地理学的大部分内容是面向政治实用(需要)的。
χώρα γὰρ τῶν πράξεων ἐστὶ γῆ καὶ θάλαττα, ἣν οἰκοῦμεν, τῶν μὲν μικρῶν μικρὰ τῶν δὲ μεγάλων μεγάλη, μεγίστη δʼ ἡ σύμπασα, ἥνπερ ἰδίως καλοῦμεν οἰκουμένην, ὥστε τῶν μεγίστων πράξεων αὕτη ἂν εἴη χώρα, μέγιστοι δὲ τῶν στρατηλατῶν, ὅσοι δύνανται γῆς καὶ θαλάττης ἄρχειν, ἔθνη καὶ πόλεις συνάγοντες εἰς μίαν ἐξουσίαν καὶ διοίκησιν πολιτικήν.
因为我们所居住的陆地和海洋是各种活动的舞台,对于小活动来说是小舞台,对于大活动来说是大舞台,而最大的舞台则是整体,即我们特指的“居住世界”,因此这里将是最大活动的舞台;而在将领中,最伟大的是那些能够统治陆地和海洋,将各民族和城市统一在一个权力和政治管辖之下的人。
δῆλον οὖν ὅτι ἡ γεωγραφικὴ πᾶσα ἐπὶ τὰς πράξεις ἀνάγεται τὰς ἡγεμονικάς, διατιθεῖσα ἠπείρους καὶ πελάγη τὰ μὲν ἐντὸς τὰ δὲ ἐκτὸς τῆς συμπάσης οἰκουμένης.
因此,显而易见,整个地理学都归结于统治者的活动,它描述并展示了整个居住世界内部和外部的大陆与海洋。
πρὸς τούτους δὲ ἡ διάθεσις, οἷς διαφέρει ταῦτα ἔχειν οὕτως ἢ ἑτέρως καὶ γνώριμα εἶναι ἢ μὴ γνώριμα.
而这种描述(配置)是面向那些人(统治者)的,对他们来说,这些事物是这样还是那样,是广为人知还是不为人知,都有着巨大的差别。
βέλτιον γὰρ ἂν διαχειρίζοιεν ἕκαστα εἰδότες τὴν χώραν ὁπόση τις καὶ πῶς κειμένη τυγχάνει καὶ τίνας διαφορὰς ἴσχουσα τάς τʼ ἐν τῷ περιέχοντι καὶ τὰς ἐν αὐτῇ.
因为如果他们知道该地区有多大、如何分布,以及在周围大气中和在自身内部有哪些差异,他们就能更好地管理每一件事。
ἄλλων δὲ κατʼ ἄλλα μέρη δυναστευόντων καὶ ἀπʼ ἄλλης ἑστίας καὶ ἀρχῆς τὰς πράξεις προχειριζομένων καὶ ἐπεκτεινόντων τὸ τῆς ἡγεμονίας μέγεθος, οὐκ ἐπʼ ἴσης δυνατὸν οὔτʼ ἐκείνοις ἅπαντα γνωρίζειν οὔτε τοῖς γεωγραφοῦσιν, ἀλλὰ τὸ μᾶλλον καὶ ἧττον πολὺ ἐν ἀμφοτέροις καθορᾶται τούτοις.
但是,由于不同的人在不同的地方实行统治,并从不同的本营和政权开始他们的行动,扩大其统治的范围,无论是对于他们还是对于地理学家来说,都不可能平等地知晓所有事情,但在两者中都能明显看到“多与少”的差距。
μόλις γὰρ τὸ ἐπʼ ἴσης πάντʼ εἶναι φανερὰ συμβαίη τῆς συμπάσης οἰκουμένης ὑπὸ μίαν ἀρχὴν καὶ πολιτείαν ὑπηγμένης· ἀλλʼ οὐδʼ οὕτως, ἀλλὰ τὰ ἐγγυτέρω μᾶλλον ἂν γνωρίζοιτο.
因为,即使整个居住世界都归于一个政权和国家统治之下,也很难让所有事情都同样彰显;即使如此,较近的地方也会被了解得更清楚。
κἂν προσήκοι ταῦτα διὰ πλειόνων ἐμφανίζειν, ἵνʼ εἴη γνώριμα· ταῦτα γὰρ καὶ τῆς χρείας ἐγγυτέρω ἐστίν.
为了使这些地方为人所知,有必要通过更详细的叙述来展示它们;因为这些地方也更接近于实用的需要。
ὥστʼ οὐκ ἂν εἴη θαυμαστὸν οὐδʼ εἰ ἄλλος μὲν Ἰνδοῖς προσήκοι χωρογράφος, ἄλλος δὲ Αἰθίοψιν, ἄλλος δὲ Ἕλλησι καὶ Ῥωμαίοις.
因此,即使一个地志学家适用于印度人,另一个适用于埃塞俄比亚人,另一个适用于希腊人和罗马人,也并不值得奇怪。
τί γὰρ ἂν προσήκοι τῷ παρʼ Ἰνδοῖς γεωγράφῳ καὶ τὰ κατὰ Βοιωτοὺς οὕτω φράζειν ὡς Ὅμηρος
οἵθʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν Σχοῖνόν τε Σκῶλόν τε;
因为对于印度那里的地理学家来说,有什么必要像荷马那样描述波奥蒂亚人的情况呢: “以及那些居住在许里亚和多石的奥利斯、斯霍伊努斯和斯科卢斯的人”?
ἡμῖν δὲ προσήκει, τὰ δὲ παρʼ Ἰνδοῖς οὕτω καὶ τὰ καθʼ ἕκαστα οὐκέτι· οὐδὲ γὰρ ἡ χρεία ἐπάγεται· μέτρον δʼ αὕτη μάλιστα τῆς τοιαύτης ἐμπειρίας.
但对我们来说这是合适的,而印度那里的如此详尽的情况则不再合适;因为实用的需要并不要求它,而这种需要正是此类经验(知识)的最大尺度。