§8Αἴτιον δʼ ὅτι πρὸς τὰ ἀφροδίσια μάλιστʼ ἐν ὁρμῇ οἱ ἐν ἥβῃ καὶ τῶν πόρων ἄνοιξις καὶ μεταβολὴ, πάντα δὲ ταῦτα σύνεργα πρὸς κακωδίαν·
その原因は、思春期にある者が最も性的な衝動に駆られており、孔の開放と変化が生じるからであり、これらすべてが悪臭に有利に働くからである。
ἡ δὲ τῶν πρεσβυτέρων οἷά τις ἕξις ἤδη καὶ μένουσα·
他方、年配の者の状態は、すでに一定の恒常的で固定した状態のようなものである。
ἡ δὲ τῶν γερόντων διὰ μανότητα καὶ εὔπνοιαν διὸ καὶ οὐδὲ περιττωματική·
一方、老人のそれは、孔の疎性と通気性の良さによるものであり、それゆえに余剰物を伴うものでもない。
ἅμα δὲ καὶ εὔπνουν ἔχουσι τὸ σῶμα καὶ ἀπερίττωτον οὐδὲν ἐκυ κρίνεται τοιοῦτον ἀφʼ οὗ γίγνοιτʼ ἂν τὸ κακῶδες.
同時に、彼らは身体の通気性が良く、余剰物がないため、悪臭を生じさせるようなものは何一つ分泌されないのである。
§9Ἐπεὶ καὶ διὰ τοῦτο καὶ ἐκ τῆς κεφαλῆς ἄοσμος ἢ ἧττόν γε τοῦ ἐκ τοῦ σώματος ὅτι εὔπνους ἡ κεφαλή·
それゆえにまた、頭部からの汗が無臭であるか、少なくとも身体からのものに比べて臭いが少ないのは、頭部の通気性が良いからである。
δηλοῖ δὲ ἡ τῶν τριχῶν ἔκφυσις τὴν μανότητα.
そして、毛髪の生え方が、その疎性を示している。
Δυσώδεις δὲ οἱ τόποι καὶ τὰ ἐν αὐτοῖς ὅσα μὴ εὔπνοα·
他方、通気性の良くない部位やそこにあるものは悪臭を放つ。
σήπεται γὰρ, ἡ δὲ κακωδία σῆψίς τις.
腐敗するからであり、悪臭とは一種の腐敗だからである。
Διὸ ὁ ἐκ τῶν μασχαλῶν ἱδρὼς καὶ ὅλως ὁ ἐκ τῶν κοίλων κακωδέστατος·
それゆえ、脇の下からの汗や、およそ窪んだ部位からの汗は最も悪臭を放つ。
καίτοι μανοί γε οἱ τόποι, ἀλλʼ ἡ κατάπνιξις καὶ ἡ κοιλία ποιεῖ τὴν κακωδίαν.
それらの部位は孔が粗いにもかかわらず、密閉されていることと、窪みが悪臭を生み出すのである。
Ταὐτὸ δὲ πέπονθεν ὁ τόπος ὁ τοιοῦτος καὶ ὅλον τὸ σῶμα πρὸς τὴν κακωδίαν·
このような部位と身体全体は、悪臭に関して同じ状態を被っている。
ἀπεψία γὰρ κἀκεῖ γίνεται.
そこでも消化不良が生じるからである。
§10Τὴν δὲ διὰ τὸ πήγανον κακωδίαν καὶ ὑπὸ μύρων ἐνίων ὅταν ἀναδιδῶσι, καὶ γὰρ τοῦτο συμβαίνει, λεκτέον·
ところで、ヘンルーダによる悪臭や、ある種の香油が放たれるときの香りについては、そうしたことも起こるのであるが、語らねばならない。
ὑπὲρ ὧν γίγνεται δὲ καὶ ὁ μὲν θερμὸς, ὁ δὲ ψυχρὸς ἱδρὼς, ὁ μὲν ὥσπερ πεπεμμένος, ὁ δʼ ἄπεπτος.
一方、これらに関連して、温かい汗と冷たい汗、一方は消化されたような汗、他方は未消化の汗が生じるのである。
Ἡ δʼ ἀπεψία διαφέρει τῆς εἰς τὴν κακωδίαν·
しかし、ここでの未消化は、悪臭をもたらす未消化とは異なっている。
αὕτη μὲν γὰρ ἔοικε κατεργασίᾳ τινὶ καὶ μεταβολῆ τῆς ὑγρότητος, ἐκείνη δὲ μεταβολῇ μέν τινι καὶ ἀλλοιώσει οὐ φυσικῇ δὲ οὐδὲ κατακεκρατημένῃ καθάπερ οὐδὲ τὰ τῆς κοιλίας περιττώματα δυσώδη.
なぜなら、前者は水分の何らかの加工と変化に似ているが、後者は一種の変化であり変質ではあるものの、自然なものでも自然に圧倒されたものでもなく、ちょうど胃の余剰物が悪臭を放つようになるのと同様だからである。
§11Διότιμος δʼ ἔλεγεν ὁ γυμναστὴς ὅτι τρεῖς τινὲς διαφοραὶ τῶν ἱδρώτων εἰσὶν ἀρχομένων τε καὶ μεσούντων καὶ ληγόντων·
体育教師のディオティモスは、汗には、運動を始めるとき、盛んなとき、そして終えるときの、三つの違いがあると語っていた。
αὗται μὲν οὖν αἱ διαφοραὶ γίγνονται τῇ τε τῶν πόνων ἐπιτάσει καὶ τῇ τοῦ σώματος ἀλλοιώσει.
それゆえ、これらの違いは運動の強化と身体の変質によって生じるのである。
Δῆλον γὰρ ὡς ἀπὸ τῆς ἀνομοίας διαθέσεως ἀνόμοιον καὶ τὸ αἴτιον·
なぜなら、異なる状態からは異なる原因が生じることは明らかだからである。
ἐπεὶ καὶ λεπτότης τις καὶ παχύτης ἐστὶν ἐν τοῖς ἱδρῶσιν·
というのも、汗には一種の希薄さと濃厚さがあるからである。
ὁ μὲν γὰρ ἐπιπολαῖος καὶ πρῶτος ὑδατώδης τις καὶ λεπτὸς, ὁ δʼ ἐκ βάθους μᾶλλον βαρύτερος ὥσπερ συντηκομένης τῆς σαρκός.
すなわち、表面の最初の汗は水っぽく希薄であり、より深いところからの汗は、あたかも肉が消耗して溶け出しているかのようにより重いのである。
§12Ἤδη δέ τινές φασι καὶ αἵματι εἰκάσθαι, καθάπερ Μονᾶς ἔλεγεν ὁ ἰατρὸς, δῆλον ὡς ἐπισπασθείσης πλείονος ὑγρότητος ἐκ τῶν φλεβῶν, γὰρ καὶ αὐτὸ τὸ αἷμα γίνεται ἄπεπτον.
すでに、医者のモナスが言っていたように、汗が血液に似ていると主張する人々もいる。 それは明らかに、血管からより多くの水分が引き出されたためであり、血液自体も未消化になるからである。
Ἁπλῶς δὲ τοῦτό γε ὥσπερ πολλάκις εἴρηται καὶ ἐπὶ πάντων ἐστὶν ἀληθὲς ὅτι κατὰ τὰς ἕξεις τῶν σωμάτων ἡ ἔκκρισις ἀεὶ τῶν περιττωμάτων γίγνεται.
端的に言えば、これはしばしば言われてきたことであり、すべての場合に真実であるが、余剰物の分泌は常に身体の状態に応じて生じるということである。
§13Ἐπεὶ διὰ τοῦτο ἔνιοι ὅταν πλείω πονήσωσιν ἕλκη ἔχουσι·
それゆえにまた、ある人々はより多く運動したときに潰瘍を生じることがある。
διὰ γὰρ τὴν ἀκαθαρσίαν τοῦ σώματος ἡ κίνησις προσοῦσα καὶ θερμαίνουσα συνεξικμάζει τὰ περιττώματα μετὰ τοῦ ἱδρῶτος ἅπερ ἐνίοτε παχέα ὄντα καὶ χυλοὺς ἔχοντα μοχθηροὺς, οἷον ὀξεῖς καὶ ἁλμυροὺς καὶ πικροὺς, ἐκκρίνεσθαι μὲν οὐ δύναται διὰ τὸ πάχος, ἐξαίρεται δὲ καὶ ἐξελκοῖ τὴν σάρκα διὰ τὴν πικρότητα τοῦ χυλοῦ.
身体の不潔さのために、運動が加わって身体を温めると、汗とともに余剰物を絞り出すからである。 それらは時に濃厚で、酸っぱかったり、塩辛かったり、苦かったりする悪質な液汁を含んでおり、その濃厚さのために分泌されることができず、盛り上がって、液汁の苦さのために肉をただれさせるのである。
§14Παραπλήσιον δὲ τρόπον τινὰ τούτῳ καὶ τὸ περὶ τὴν ψώραν καὶ τοὺς λειχῆνας καὶ λέπραν καὶ ὅλως ὅσα ἐκφύματα γίγνεται·
これとある意味で同様なのが、疥癬や湿疹、癩病、そしておよそ皮膚に生じるすべての吹き出物に関する現象である。
καὶ γὰρ ἐν τούτοις ἀπέπτου τινὸς χυλοῦ καὶ περιττώματος ἐκκρίσις τὸ ἐπιπολῆς ἐστὶν ὧν πειρῶνται καθάρσει κατʼ ἄλλον τόπον ἀντισπῶντες καὶ ἀντικαθιστάντες παῦλάν τινα ποιεῖν.
これらにおいても、表面にあるものは未消化の液汁や余剰物の分泌であり、別の場所での排泄によって、それらを反対方向に引き戻し、置き換えることで、一時的な軽減をもたらそうと試みるのである。
Ἀλλὰ περὶ μὲν τούτων καὶ πόσα καὶ ποῖα καὶ τί διαφέροντα καθʼ αὑτὰ χρὴ θεωρεῖν.
しかし、これらについては、それらがどれほどあり、どのようなもので、どのように異なっているかを、それ自体として考察しなければならない。