Humanitext Reader

泰奥弗拉斯托斯 · 论汗 §8-14

汗液恶臭的原因与性质及皮肤疾患

第 2 段,共 5 段 · 希腊语

内容简介

作者分析了不同年龄、身体部位及通气性导致汗液恶臭原因的差异,并进一步讨论了汗液的性质以及体内杂质引起的皮肤病。

§8Αἴτιον δʼ ὅτι πρὸς τὰ ἀφροδίσια μάλιστʼ ἐν ὁρμῇ οἱ ἐν ἥβῃ καὶ τῶν πόρων ἄνοιξις καὶ μεταβολὴ, πάντα δὲ ταῦτα σύνεργα πρὸς κακωδίαν· ἡ δὲ τῶν πρεσβυτέρων οἷά τις ἕξις ἤδη καὶ μένουσα· ἡ δὲ τῶν γερόντων διὰ μανότητα καὶ εὔπνοιαν διὸ καὶ οὐδὲ περιττωματική· ἅμα δὲ καὶ εὔπνουν ἔχουσι τὸ σῶμα καὶ ἀπερίττωτον οὐδὲν ἐκυ κρίνεται τοιοῦτον ἀφʼ οὗ γίγνοιτʼ ἂν τὸ κακῶδες.
原因在于处于青春期的人最容易产生性冲动,并且毛孔会开放和发生变化,所有这些都有利于恶臭的产生;而较年长者的状态则已经是一种固定且保持下来的习惯;老年人的汗则是由于毛孔疏松和通气良好,因此也不带有余渣;同时,他们的身体通气良好且无余渣,不会分泌出任何会产生恶臭的此类物质。
§9Ἐπεὶ καὶ διὰ τοῦτο καὶ ἐκ τῆς κεφαλῆς ἄοσμος ἢ ἧττόν γε τοῦ ἐκ τοῦ σώματος ὅτι εὔπνους ἡ κεφαλή· δηλοῖ δὲ ἡ τῶν τριχῶν ἔκφυσις τὴν μανότητα.
因此,头部流出的汗无味,或者至少比身体流出的汗味少,是因为头部通气良好;而头发的生长显示了其疏松性。
Δυσώδεις δὲ οἱ τόποι καὶ τὰ ἐν αὐτοῖς ὅσα μὴ εὔπνοα· σήπεται γὰρ, ἡ δὲ κακωδία σῆψίς τις.
但那些通气不良的部位以及其中的物质则是恶臭的;因为它们会腐烂,而恶臭就是一种腐烂。
Διὸ ὁ ἐκ τῶν μασχαλῶν ἱδρὼς καὶ ὅλως ὁ ἐκ τῶν κοίλων κακωδέστατος· καίτοι μανοί γε οἱ τόποι, ἀλλʼ ἡ κατάπνιξις καὶ ἡ κοιλία ποιεῖ τὴν κακωδίαν.
因此,腋下流出的汗以及通常从凹陷部位流出的汗最臭;虽然这些部位是疏松的,但密闭和凹陷导致了恶臭。
Ταὐτὸ δὲ πέπονθεν ὁ τόπος ὁ τοιοῦτος καὶ ὅλον τὸ σῶμα πρὸς τὴν κακωδίαν· ἀπεψία γὰρ κἀκεῖ γίνεται.
此类部位和整个身体在恶臭方面处于相同的状态;因为那里也会发生消化不良。
§10Τὴν δὲ διὰ τὸ πήγανον κακωδίαν καὶ ὑπὸ μύρων ἐνίων ὅταν ἀναδιδῶσι, καὶ γὰρ τοῦτο συμβαίνει, λεκτέον· ὑπὲρ ὧν γίγνεται δὲ καὶ ὁ μὲν θερμὸς, ὁ δὲ ψυχρὸς ἱδρὼς, ὁ μὲν ὥσπερ πεπεμμένος, ὁ δʼ ἄπεπτος.
至于因芸香引起的恶臭以及某些香油散发香气时(的情况)——因为这也是会发生的——我们必须予以论述;而与此相关的,也会产生温热的汗和冰冷的汗,前者仿佛是消化了的,后者则是未消化的。
Ἡ δʼ ἀπεψία διαφέρει τῆς εἰς τὴν κακωδίαν· αὕτη μὲν γὰρ ἔοικε κατεργασίᾳ τινὶ καὶ μεταβολῆ τῆς ὑγρότητος, ἐκείνη δὲ μεταβολῇ μέν τινι καὶ ἀλλοιώσει οὐ φυσικῇ δὲ οὐδὲ κατακεκρατημένῃ καθάπερ οὐδὲ τὰ τῆς κοιλίας περιττώματα δυσώδη.
但这种消化不良与导致恶臭的消化不良不同;因为前者似乎是水分的某种加工和转变,而后者虽然是一种转变和变质,但既非自然的,也非被自然所主导的,正如胃的余渣是恶臭的一样。
§11Διότιμος δʼ ἔλεγεν ὁ γυμναστὴς ὅτι τρεῖς τινὲς διαφοραὶ τῶν ἱδρώτων εἰσὶν ἀρχομένων τε καὶ μεσούντων καὶ ληγόντων· αὗται μὲν οὖν αἱ διαφοραὶ γίγνονται τῇ τε τῶν πόνων ἐπιτάσει καὶ τῇ τοῦ σώματος ἀλλοιώσει.
体育教师迪奥蒂莫斯曾说,汗在开始、中期和结束时有三种差异;因此,这些差异是由于运动的强化和身体的变质而产生的。
Δῆλον γὰρ ὡς ἀπὸ τῆς ἀνομοίας διαθέσεως ἀνόμοιον καὶ τὸ αἴτιον· ἐπεὶ καὶ λεπτότης τις καὶ παχύτης ἐστὶν ἐν τοῖς ἱδρῶσιν· ὁ μὲν γὰρ ἐπιπολαῖος καὶ πρῶτος ὑδατώδης τις καὶ λεπτὸς, ὁ δʼ ἐκ βάθους μᾶλλον βαρύτερος ὥσπερ συντηκομένης τῆς σαρκός.
因为很明显,不同的状态会产生不同的原因;因为汗液中也存在某种稀薄和浓稠;因为表面的、最初的汗是水状且稀薄的,而来自深处的汗则较重,仿佛肉体在消耗消融。
§12Ἤδη δέ τινές φασι καὶ αἵματι εἰκάσθαι, καθάπερ Μονᾶς ἔλεγεν ὁ ἰατρὸς, δῆλον ὡς ἐπισπασθείσης πλείονος ὑγρότητος ἐκ τῶν φλεβῶν, γὰρ καὶ αὐτὸ τὸ αἷμα γίνεται ἄπεπτον.
已经有人说它甚至像血液,正如医生莫纳斯所说,这显然是因为从血管中吸取了更多的水分,因为血液本身也会变得未消化。
Ἁπλῶς δὲ τοῦτό γε ὥσπερ πολλάκις εἴρηται καὶ ἐπὶ πάντων ἐστὶν ἀληθὲς ὅτι κατὰ τὰς ἕξεις τῶν σωμάτων ἡ ἔκκρισις ἀεὶ τῶν περιττωμάτων γίγνεται.
简单来说,正如经常所说的那样,这在所有情况下都是真理:余渣的分泌总是根据身体的状态而产生的。
§13Ἐπεὶ διὰ τοῦτο ἔνιοι ὅταν πλείω πονήσωσιν ἕλκη ἔχουσι· διὰ γὰρ τὴν ἀκαθαρσίαν τοῦ σώματος ἡ κίνησις προσοῦσα καὶ θερμαίνουσα συνεξικμάζει τὰ περιττώματα μετὰ τοῦ ἱδρῶτος ἅπερ ἐνίοτε παχέα ὄντα καὶ χυλοὺς ἔχοντα μοχθηροὺς, οἷον ὀξεῖς καὶ ἁλμυροὺς καὶ πικροὺς, ἐκκρίνεσθαι μὲν οὐ δύναται διὰ τὸ πάχος, ἐξαίρεται δὲ καὶ ἐξελκοῖ τὴν σάρκα διὰ τὴν πικρότητα τοῦ χυλοῦ.
因此,有些人在运动较多时会产生溃疡;因为由于身体的不洁,运动的加入和温热作用将余渣连同汗水一起挤压出来,这些余渣有时很浓稠,并含有恶劣的汁液(如酸、咸、苦),因其浓稠而无法排出,却升腾起来并因汁液的苦涩而使肉体溃烂。
§14Παραπλήσιον δὲ τρόπον τινὰ τούτῳ καὶ τὸ περὶ τὴν ψώραν καὶ τοὺς λειχῆνας καὶ λέπραν καὶ ὅλως ὅσα ἐκφύματα γίγνεται· καὶ γὰρ ἐν τούτοις ἀπέπτου τινὸς χυλοῦ καὶ περιττώματος ἐκκρίσις τὸ ἐπιπολῆς ἐστὶν ὧν πειρῶνται καθάρσει κατʼ ἄλλον τόπον ἀντισπῶντες καὶ ἀντικαθιστάντες παῦλάν τινα ποιεῖν.
与此在某种程度上相似的是关于疥癣、湿疹、癞病以及通常所有皮肤上产生的皮疹的情况;因为在这些情况中,表面的东西也是某种未消化汁液和余渣的分泌物,他们尝试通过在其他部位排泄来引流并重新安置它们,以此来使其缓解。
Ἀλλὰ περὶ μὲν τούτων καὶ πόσα καὶ ποῖα καὶ τί διαφέροντα καθʼ αὑτὰ χρὴ θεωρεῖν.
但是关于这些事情,我们必须独立考察它们有多少、是哪种类型以及它们如何不同。

词汇与语法注释

  1. §8ἐκυ κρίνεται — 显然是手稿或印刷上的错误,应读作被动动词 ἐκκρίνεται(被分泌)。
  2. §8ἡ δὲ τῶν πρεσβυτέρων — 此处省略了名词和动词。根据上下文,它暗示年长者的身体状态或汗液情况已经是一种固定不变的习惯。我们应当补入如 διάθεσις(状态)或 ἕξις(习惯)作为主语,并省略了系动词 ἐστίν。
  3. §10ὑπὲρ ὧν — 介词 ὑπέρ 连同属格关系代词,起到了从前文(因芸香和香油引起的恶臭)向后文(温热与冰冷的汗)过渡的作用。应理解为“关于这些事情”或“与此相关”。
  4. §13ἡ κίνησις προσοῦσα — 分词 prosousa 是动词 proseimi(加入、存在)的现在分词阴性单数主格,修饰主语 he kinesis(运动)。它表示伴随情况或原因(即“随着运动的加入”)。

引用这一段

泰奥弗拉斯托斯, 论汗 §8-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg010x06.humanitext-grc1:8-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。