← テオプラストス

発汗について

§8-14

汗の悪臭の原因と性質および皮膚疾患

年齢や身体の部位、通気性の有無による汗の悪臭の原因の違いを分析し、さらに温度や濃厚さなどの汗の性質、および体内の不純物が引き起こす皮膚疾患について論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

Αἴτιον δʼ ὅτι πρὸς τὰ ἀφροδίσια μάλιστʼ ἐν ὁρμῇ οἱ ἐν ἥβῃ καὶ τῶν πόρων ἄνοιξις καὶ μεταβολὴ, πάντα δὲ ταῦτα σύνεργα πρὸς κακωδίαν· ἡ δὲ τῶν πρεσβυτέρων1 οἷά τις ἕξις ἤδη καὶ μένουσα· ἡ δὲ τῶν γερόντων διὰ μανότητα καὶ εὔπνοιαν διὸ καὶ οὐδὲ περιττωματική· ἅμα δὲ καὶ εὔπνουν ἔχουσι τὸ σῶμα καὶ ἀπερίττωτον οὐδὲν ἐκκρίνεται τοιοῦτον ἀφʼ οὗ γίγνοιτʼ ἂν τὸ κακῶδες.

その原因は、思春期にある者が最も性的な衝動に駆られており、孔の開放と変化が生じるからであり、これらすべてが悪臭に有利に働くからである。他方、年配の者の状態は、すでに一定の恒常的で固定した状態のようなものである。一方、老人のそれは、孔の疎性と通気性の良さによるものであり、それゆえに余剰物を伴うものでもない。同時に、彼らは身体の通気性が良く、余剰物がないため、悪臭を生じさせるようなものは何一つ分泌されないのである。

§9

Ἐπεὶ καὶ διὰ τοῦτο καὶ ἐκ τῆς κεφαλῆς ἄοσμος ἢ ἧττόν γε τοῦ ἐκ τοῦ σώματος ὅτι εὔπνους ἡ κεφαλή· δηλοῖ δὲ ἡ τῶν τριχῶν ἔκφυσις τὴν μανότητα. Δυσώδεις δὲ οἱ τόποι καὶ τὰ ἐν αὐτοῖς ὅσα μὴ εὔπνοα· σήπεται γὰρ, ἡ δὲ κακωδία σῆψίς τις. Διὸ ὁ ἐκ τῶν μασχαλῶν ἱδρὼς καὶ ὅλως ὁ ἐκ τῶν κοίλων κακωδέστατος· καίτοι μανοί γε οἱ τόποι, ἀλλʼ ἡ κατάπνιξις καὶ ἡ κοιλία ποιεῖ τὴν κακωδίαν. Ταὐτὸ δὲ πέπονθεν ὁ τόπος ὁ τοιοῦτος καὶ ὅλον τὸ σῶμα πρὸς τὴν κακωδίαν· ἀπεψία γὰρ κἀκεῖ γίνεται.

それゆえにまた、頭部からの汗が無臭であるか、少なくとも身体からのものに比べて臭いが少ないのは、頭部の通気性が良いからである。そして、毛髪の生え方が、その疎性を示している。他方、通気性の良くない部位やそこにあるものは悪臭を放つ。腐敗するからであり、悪臭とは一種の腐敗だからである。それゆえ、脇の下からの汗や、およそ窪んだ部位からの汗は最も悪臭を放つ。それらの部位は孔が粗いにもかかわらず、密閉されていることと、窪みが悪臭を生み出すのである。このような部位と身体全体は、悪臭に関して同じ状態を被っている。そこでも消化不良が生じるからである。

§10

Τὴν δὲ διὰ τὸ πήγανον κακωδίαν καὶ ὑπὸ μύρων ἐνίων ὅταν ἀναδιδῶσι, καὶ γὰρ τοῦτο συμβαίνει, λεκτέον· ὑπὲρ ὧν2 γίγνεται δὲ καὶ ὁ μὲν θερμὸς, ὁ δὲ ψυχρὸς ἱδρὼς, ὁ μὲν ὥσπερ πεπεμμένος, ὁ δʼ ἄπεπτος. Ἡ δʼ ἀπεψία διαφέρει τῆς εἰς τὴν κακωδίαν· αὕτη μὲν γὰρ ἔοικε κατεργασίᾳ τινὶ καὶ μεταβολῆ τῆς ὑγρότητος, ἐκείνη δὲ μεταβολῇ μέν τινι καὶ ἀλλοιώσει οὐ φυσικῇ δὲ οὐδὲ κατακεκρατημένῃ καθάπερ οὐδὲ τὰ τῆς κοιλίας περιττώματα δυσώδη.

ところで、ヘンルーダによる悪臭や、ある種の香油が放たれるときの香りについては、そうしたことも起こるのであるが、語らねばならない。一方、これらに関連して、温かい汗と冷たい汗、一方は消化されたような汗、他方は未消化の汗が生じるのである。しかし、ここでの未消化は、悪臭をもたらす未消化とは異なっている。なぜなら、前者は水分の何らかの加工と変化に似ているが、後者は一種の変化であり変質ではあるものの、自然なものでも自然に圧倒されたものでもなく、ちょうど胃の余剰物が悪臭を放つようになるのと同様だからである。

§11

Διότιμος δʼ ἔλεγεν ὁ γυμναστὴς ὅτι τρεῖς τινὲς διαφοραὶ τῶν ἱδρώτων εἰσὶν ἀρχομένων τε καὶ μεσούντων καὶ ληγόντων· αὗται μὲν οὖν αἱ διαφοραὶ γίγνονται τῇ τε τῶν πόνων ἐπιτάσει καὶ τῇ τοῦ σώματος ἀλλοιώσει. Δῆλον γὰρ ὡς ἀπὸ τῆς ἀνομοίας διαθέσεως ἀνόμοιον καὶ τὸ αἴτιον· ἐπεὶ καὶ λεπτότης τις καὶ παχύτης ἐστὶν ἐν τοῖς ἱδρῶσιν· ὁ μὲν γὰρ ἐπιπολαῖος καὶ πρῶτος ὑδατώδης τις καὶ λεπτὸς, ὁ δʼ ἐκ βάθους μᾶλλον βαρύτερος ὥσπερ συντηκομένης τῆς σαρκός.

体育教師のディオティモスは、汗には、運動を始めるとき、盛んなとき、そして終えるときの、三つの違いがあると語っていた。それゆえ、これらの違いは運動の強化と身体の変質によって生じるのである。なぜなら、異なる状態からは異なる原因が生じることは明らかだからである。というのも、汗には一種の希薄さと濃厚さがあるからである。すなわち、表面の最初の汗は水っぽく希薄であり、より深いところからの汗は、あたかも肉が消耗して溶け出しているかのようにより重いのである。

§12

Ἤδη δέ τινές φασι καὶ αἵματι εἰκάσθαι, καθάπερ Μονᾶς ἔλεγεν ὁ ἰατρὸς, δῆλον ὡς ἐπισπασθείσης πλείονος ὑγρότητος ἐκ τῶν φλεβῶν, γὰρ καὶ αὐτὸ τὸ αἷμα γίνεται ἄπεπτον. Ἁπλῶς δὲ τοῦτό γε ὥσπερ πολλάκις εἴρηται καὶ ἐπὶ πάντων ἐστὶν ἀληθὲς ὅτι κατὰ τὰς ἕξεις τῶν σωμάτων ἡ ἔκκρισις ἀεὶ τῶν περιττωμάτων γίγνεται.

すでに、医者のモナスが言っていたように、汗が血液に似ていると主張する人々もいる。それは明らかに、血管からより多くの水分が引き出されたためであり、血液自体も未消化になるからである。端的に言えば、これはしばしば言われてきたことであり、すべての場合に真実であるが、余剰物の分泌は常に身体の状態に応じて生じるということである。

§13

Ἐπεὶ διὰ τοῦτο ἔνιοι ὅταν πλείω πονήσωσιν ἕλκη ἔχουσι· διὰ γὰρ τὴν ἀκαθαρσίαν τοῦ σώματος ἡ κίνησις προσοῦσα3 καὶ θερμαίνουσα συνεξικμάζει τὰ περιττώματα μετὰ τοῦ ἱδρῶτος ἅπερ ἐνίοτε παχέα ὄντα καὶ χυλοὺς ἔχοντα μοχθηροὺς, οἷον ὀξεῖς καὶ ἁλμυροὺς καὶ πικροὺς, ἐκκρίνεσθαι μὲν οὐ δύναται διὰ τὸ πάχος, ἐξαίρεται δὲ καὶ ἐξελκοῖ τὴν σάρκα διὰ τὴν πικρότητα τοῦ χυλοῦ.

それゆえにまた、ある人々はより多く運動したときに潰瘍を生じることがある。身体の不潔さのために、運動が加わって身体を温めると、汗とともに余剰物を絞り出すからである。それらは時に濃厚で、酸っぱかったり、塩辛かったり、苦かったりする悪質な液汁を含んでおり、その濃厚さのために分泌されることができず、盛り上がって、液汁の苦さのために肉をただれさせるのである。

§14

Παραπλήσιον δὲ τρόπον τινὰ τούτῳ καὶ τὸ περὶ τὴν ψώραν καὶ τοὺς λειχῆνας καὶ λέπραν καὶ ὅλως ὅσα ἐκφύματα γίγνεται· καὶ γὰρ ἐν τούτοις ἀπέπτου τινὸς χυλοῦ καὶ περιττώματος ἐκκρίσις τὸ ἐπιπολῆς ἐστὶν ὧν πειρῶνται καθάρσει κατʼ ἄλλον τόπον ἀντισπῶντες καὶ ἀντικαθιστάντες παῦλάν τινα ποιεῖν. Ἀλλὰ περὶ μὲν τούτων καὶ πόσα καὶ ποῖα καὶ τί διαφέροντα καθʼ αὑτὰ χρὴ θεωρεῖν.

これとある意味で同様なのが、疥癬や湿疹、癩病、そしておよそ皮膚に生じるすべての吹き出物に関する現象である。これらにおいても、表面にあるものは未消化の液汁や余剰物の分泌であり、別の場所での排泄によって、それらを反対方向に引き戻し、置き換えることで、一時的な軽減をもたらそうと試みるのである。しかし、これらについては、それらがどれほどあり、どのようなもので、どのように異なっているかを、それ自体として考察しなければならない。

構文注3 件
  1. 8ἡ δὲ τῶν πρεσβυτέρων

    この箇所では名詞および動詞が省略されている。先行する κακωδία(悪臭)または ἕξις(状態、習慣)を受けて、年配の者の「状態」あるいは「汗のあり方」が、すでに変化しない固定的なものであることを意味する。ここでは διάθεσις(状態)または ἕξις(状態)を主語とし、存在動詞 ἐστίν が省略されていると解釈される。

  2. 10ὑπὲρ ὧν

    前置詞 ὑπέρ に関係代名詞属格が続く。この句は、前文の「ヘンルーダや香油による悪臭」という話題から、後続の「温かい汗と冷たい汗」という新たな主題への移行を示す導入の役割を果たしており、「これら(の話題)に関して」または「これらをめぐって」と解釈される。

  3. 13ἡ κίνησις προσοῦσα

    分詞 προσοῦσα は動詞 πρόσειμι(加わる、存在する)の現在分詞女性単数主格で、主語 ἡ κίνησις(運動)を修飾する。「運動が加わることによって」という付帯的状況、あるいは原因を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-22)
  • 2026-09-22 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0093.tlg010x06.humanitext-grc1:8-14