§1Ὁ ἱδρὼς πότερον ἐξ ὑγρότητος εὐθὺς ἐκκρινομένης γίνεται ἢ πνεύματος συμφύτου διιόντος διὰ τῆς σαρκὸς εἴ γʼ ἔξω πήγνυται καὶ συνίσταται καταψυχόμενος, ἕτερος ἔστω ἐν ἄλλοις λόγος.
汗が、直ちに分泌される水分から生じるのか、それとも肉を通り抜ける生来の気から生じるのか、もしそれが体外で冷却されて凝固し形成されるのだとすれば、それは別の議論に委ねることにしよう。
Διότι δὲ ἁλμυρὸς ἢ ὀξὺς ἢ κακώδης ἢ τὰς ἄλλας ἔχων διαφορὰς νῦν πειρατέον θεωρεῖν.
しかし、なぜ汗が塩辛かったり、酸っぱかったり、悪臭を放ったり、あるいは他の差異を持つのかについては、今や考察を試みなければならない。
§2Ἁλμυρὸς μὲν οὖν γίνεται διότι τὸ ἀλλότριον ἐκκρίνεται, πρὸς φύσιν τῆς σαρκὸς ἐξανηλωμένου τοῦ γλυκυτάτου καὶ κουφοτάτου·
湧き出る汗が塩辛くなるのは、異物が分泌されるからである。 肉の本来の性質に対して、最も甘くかつ最も軽い成分が使い果たされてしまうために。
τὸ γὰρ τοιοῦτον ἐν μὲν τῇ ὑποστάσει τῇ κατὰ τὴν κύστιν οὖρον, ἐν δὲ τῇ σαρκὶ ἱδρὼς καλεῖται·
というのも、そのようなものは、膀胱内の沈殿物においては尿と呼ばれ、肉においては汗と呼ばれるからである。
πλὴν ὅτι συμβαίνει τὸ μὲν αὐωτομάτως καὶ οἷον αὐτῆς τῆς φύεως ἐργαζομένης ὑφίστασθαι, τὸν ἱδρῶτα δʼ ἐκκρίνεσθαι διὰ τὴν κίνησιν ἢ πόνον ἢ ἁπλῶς τὴν τοῦ θερμοῦ καὶ πνεύματος δύναμιν, διὸ καὶ τὸ μὲν ἀεὶ τὸ δʼ οὐκ ἀεί.
ただし、前者は自然に、いわば自然自体が働いて沈殿するのに対し、汗は運動や労苦、あるいは単に熱と気の力によって分泌されるという違いがあるが。 それゆえ、一方は常に、他方は常にではない。
Συνεχὴς δʼ οὐχ ἧττον ἡ τοῦ πνεύματος ἔκκρισις, ἄφαντος δὲ τῇ αἰσθήσει καθάπερ ἀτμίζοντος ἀεὶ τοῦ σώματος.
しかし、気の分泌も同様に継続的であるが、身体が常に蒸気を発しているかのようで、感覚には捉えられない。
§3Ἁλμυρὸς δὲ ὅτι ἄπεπτος, τὸ δὲ πεπεμμένον γλυκὺ, τὸ δʼ ἐπιπολῆς ὑδατῶδες ὥσπερ τὸ φλέγμα καὶ δάκρυον.
また、未消化であるために塩辛いのである。 他方、消化されたものは甘く、表面のものは痰や涙のように水っぽい。
Τάχα δὲ ταῦτα μὲν εὐλόγως, τὸ μὲν ὅτι ἀπὸ τῆς τροφῆς, τὸ δʼ ὅτι ἀπὸ τῶν περὶ τὸν ἐγκέφαλον.
おそらくこれらは理にかなっている。 一方は食物に由来し、他方は脳の周囲の物質に由来するからである。
Ὁ δʼ ἱδρὼς κἁθάπερ ἐκ σαρκὸς καὶ φλεβὸς ἐν οἶς ἤδη μεταβολὴ τῆς τροφῆς, καὶ τύπῳ τοιαύτη καὶ οὕτως ὥσπερ κατὰ τὸν ἐγκέφαλον.
しかし、汗はいわば肉や血管から生じるものであり、そこではすでに食物の変化が起こっており、そのあり方は脳におけるのとほぼ同様である。
Ἐπεὶ καὶ ἐνταῦθʼ ὅταν ἐκ συντήξεως ἢ ἄλλου τινὸς πάθους γένηται ἁλμυρὸν τὸ πτύελον καὶ τὸ δάκρυον.
なぜなら、そこにおいても、消耗や他の病気のために、唾液や涙が塩辛くなることがあるからである。
§4Ἢ τούτῳ μὲν μαρτυρεῖ τῷ λόγῳ τὸ πρότερον ὅτι ἱδρὼς πᾶς ἁλμυρός.
あるいは、すべての汗が塩辛いという以前の主張が、この議論を裏付けている。
Εἰ δὲ πορρωτέρωθεν ἁλυκώτερος * οὗτος δὲ μᾶλλον τῇ προσφύσει δόξειεν, οὐκ ἂν τοῦ ἀλυσιτελοῦς ἡ ἔκκρισις εἴη.
もし(汗が)より深いところから生じてより塩辛いのであれば、* そしてこれが同化により適していると思われるならば、それは無用なものの分泌ではないだろう。
Τὸ δὲ ἁλμυρὸν πᾶν ἀλλότριον.
しかし、すべて塩辛いものは異物である。
Ὑπὲρ μὲν οὖν τούτων σκεπτέον·
したがって、これらについては検討しなければならない。
ἔοικε γὰρ ὁ μέν τις τοιοῦτος, ὁ δʼ οὐ τοιοῦτος εἶναι τῶν ἱδρώτων.
ある種の汗はそのようなものであり、別のものはそうではないように思われるからである。
§5Ἢ τό γε μᾶλλον καὶ ἧττον φανερῶς.
あるいは、その程度に差があるだけなのは明らかである。
Ἀκόλουθον δέ πως τούτοις ἐστὶ καὶ αἰτίας σχεδὸν τῆς αὐτῆς ὅτι ὁ μὲν κακώδης ὁ δʼ ἄοσμος ἐνίοις δʼ ὀξὺς τῇ ὀσμῇ, καὶ ἄλλοι δὲ τρόποι τῆς κακωδίας·
これらにおよそ従うとともに、ほぼ同じ原因によるのは、ある人の汗は悪臭があり、別の人のものは無臭であり、またある人たちには酸っぱい臭いがし、他にも様々な悪臭のあり方があるということである。
ἅπτονται γὰρ ταῦτα ὡς γένει λαβεῖν ἀπεψίας.
これらは概括して言えば、消化不良に関係している。
Τῆς δʼ ἀπεψίας ὁτὲ μὲν ἀκαθαρσίᾳ τῆς κοιλίας, ὁτὲ δὲ ὅλως καχεξία τις αἰτία.
消化不良の原因は、あるときには胃の不潔さであり、あるときには全身の不健康な状態である。
Πολλάκις δὲ καὶ βρωμάτων τινὲς προσφοραί·
しばしば、ある種の食物の摂取も原因となる。
καὶ γὰρ ταῦτα ποιεῖ τινὰ δυσωδίαν ὥσπερ καὶ τὸ πήγανόν φασι.
それらも悪臭を生み出すからであり、たとえばヘンルーダがそうであると言われるように。
§6Τάχα δὴ ταῦτα μὲν ὡς συμβαλλόμενα θετέον, τὴν δʼ αἰτίαν τοῖς πρότερον ἀποδοτέον καί τι ἂν τῇ ὅλῃ τοῦ σώματος κράσει·
おそらく、これらは副次的な要因とみなすべきであり、原因は前述のもの、そしてある程度は身体全体の混合状態に帰せられるべきである。
πολλοὶ γὰρ τῶν γυμναζομένων καὶ δοκούντων εὖ ἔχειν βαρεῖς καὶ κακώδεις τοῖς ἱδρῶσιν·
というのも、運動をしており体調が良さそうに見える多くの人々が、重苦しく不快な臭いの汗をかくからである。
ἐπεὶ ὅτι γε τῇ καχεξία πολλαχόθεν φανερὸν, ἔκ τε τῶν καμνόντων καὶ ἐκ τῶν ἀφροδισιαζόντων πλείω ἕξιν ἐχόντων ἤδη καὶ τῶν θεραπευτῶν ἤδη ὅλως.
不健康な状態に起因することは多方面から明らかであり、病者たちや、あるいはすでに過度な習慣を持つ性的に活発な人々、またおよそ治療を受けている人々から明らかである。
§7Ἄτοπον δʼ ἂν δόξειε τοῦτο εἶναι καὶ ἐναντίωσίν τινʼ ἔχον πρὸς ταῦτα καὶ πρὸς τὸ καθόλου λεχθὲν, ὅτι οἱ περὶ ἥβην μάλιστα κακώδεις τοῖς ἱδρῶσι, προϊούσης δὲ τῆς ἡλικίας ἧττον, καὶ οἱ γέροντες οὐδαμῶς·
しかし、このこと、すなわち、思春期にある人々が最も汗の臭いが悪く、年齢が進むにつれてそれが弱まり、老人ではまったくそうではないということは、奇妙に思われ、前述のことや一般的に言われたことに対して矛盾を含んでいるように見えるかもしれない。
* ἀλλʼ ἡ βαρύτης τοῦ χρώματος.
* むしろ皮膚の重苦しい不快さがあるのみである。
Καίτοι πεπτικωτάτη ἡ ἡλικία τῶν ἐν ἥβῃ·
にもかかわらず、思春期の人々の年代は最も消化力がある。
σημεῖον δὲ τὸ τῆς αὐξήσεως·
その兆候は成長である。
ἡ δὲ τῶν πρεσβυτέρων ἧττον· τῶν δʼ ἤδη γερόντων παντελῶς.
他方、年配の者の消化力は劣り、すでに老人である者では完全に衰えている。