§2.26Ὕδατος μὲν οὖν ταῦτα λέγεται σημεῖα·
したがって、雨についてはこれらのことが兆候と言われている。
ἀνέμου δὲ καὶ πνευμάτων τάδε.
他方、風と気流については以下の通りである。
Ἀνατέλλων ὁ ἥλιος καυματίας κἂν μὴ ἀποστίλβῃ ἀνεμῶδες τὸ σημεῖον·
昇る太陽が、たとえぎらぎらと輝いていなくても、焼けるように熱いなら、風の吹く兆候である。
καὶ ἐὰν κοῖλος φαίνηται ὁ ἥλιος ἀνέμου ἢ ὕδατος τὸ σημεῖον.
また、もし太陽が凹んで見えるなら、風または雨の兆候である。
Καὶ ἐὰν ἐπὶ πολλὰς ἡμέρας καυματίας αὐχμοὺς καὶ ἀνέμους πολυχρονίους σημαίνει.
また、もし数日間にわたって焼けるように熱いなら、長期にわたる日照りと風を示す。
Ἐὰν αἱ ἀκτῖνες αἱ μὲν πρὸς βορρᾶν αἱ δὲ πρὸς νότον σχίζωνται τούτου μέσου ὄντος κατʼ ὄρθρον κοινὸν ὕδατος καὶ ἀνέμου σημεῖόν ἐστιν.
もし夜明けに、太陽が中央にありながら、光線が一方では北へ、他方では南へと分かれるなら、雨と風の共通の兆候である。
§2.27Ἔστι δὲ σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ τὰ μὲν μέλανα ὕδατος τὰ δʼ ἐρυθρὰ πνεύματος.
また、太陽と月の中に現れる兆候として、黒いものは雨、赤いものは風を示す。
Ἐὰν δὲ ὁ μεὶς βορείου ὄντος ὀρθὸς εἱστήκῃ ζέφυροι εἰώθασιν ἐπιπνεῖν καὶ ὁ μὴν χειμερινὸς διατελεῖ.
もし北風が吹いているときに新月がまっすぐ直立して立っているなら、西風が吹きやすく、またその月は冬の天候が続く。
Ὅταν μὲν ἡ κεραία ἡ ἄνω τοῦ μηνὸς ἐπικύπτῃ βόρειος ὁ μείς· ὅταν δʼ ἡ κάτωθεν νότιος·
新月の上側の角が下に傾いているときは北風の月であり、下側の角が傾いているときは南風の月である。
ἐὰν δʼ ὀρθὸς καὶ μὴ καλῶς ἐγκεκλιμένος μέχρι τετράδος καὶ εὔκυκλος εἴωθε χειμάζειν μέχρι διχομηνίας.
もし四日目までまっすぐ立っていて、あまり傾かず、きれいな円を描いているなら、満月まで嵐になるのが常である。
Σημαίνει ζοφώδης μὲν ὢν ὕδωρ πυρώδης δὲ πνεῦμα.
月が薄暗いときは雨を示し、火のように赤いときは風を示す。
§2.28Αἴθυιαι καὶ νῆτται καὶ ἄγριαι καὶ τιθασσαὶ ὕδωρ μὲν σημαίνουσι δυόμεναι, πτερυγίζουσαι δὲ ἄνεμον.
ウミウや、野生および飼いアヒルは、水に潜るときは雨を示し、羽ばたくときは風を示す。
Οἱ κέπφοι εὐδίας οὔσης ὅποι ἂν πέτωνται ἄνεμον προσημαίνουσι.
ケプポスは、晴天のときに、どちらの方向へ飛んでいこうとも、風をあらかじめ示す。
Στρουθοὶ χειμῶνος ἀφʼ ἑσπέρας θορυβοῦντες ἢ ἀνέμου μεταβολὴν σημαίνουσιν ἢ ὕδωρ ὑέτιον.
スズメたちが冬の夕方に騒ぎ立てるなら、風の変化か、あるいは降水を伴う雨を示す。
Ἐρωδιὸς ἀπὸ θαλάσσης πετόμενος καὶ βοῶν πνεύματος σημεῖόν ἐστι· καὶ ὅλως βοῶν μέγα ἀνεμώδης.
アオサギが海から飛んできて叫ぶのは、風の兆候であり、一般に大声で叫ぶのは風が強いことを示す。
§2.29Κύων κυλινδούμενος χαμαὶ μέγεθος ἀνέμου σημαίνει.
犬が地面に転がるのは、激しい風を示す。
Ἀράχνια πολλὰ φερόμενα πνεῦμα ἢ χεμῶνα σημαίνει.
多くのクモの巣が風に運ばれるのは、風または嵐を示す。
Ἡ ἄμπωτις βόρειον πνεῦμα σημαίνει, πλημμύρα δὲ νότιον.
引き潮は北風を示し、満ち潮は南風を示す。
Ἐὰν μὲν γὰρ ἐκ βορείων πλημμύρα ἥκῃ εἰς νότιον μεταβάλλει, ἐὰν δʼ ἐκ νοτίων ἄμπωτις γίνηται εἰς βόρειον μεταβάλλει.
というのも、北風が吹いているときに満ち潮が来るなら、南風へと変わり、南風が吹いているときに引き潮が起こるなら、北風へと変わるからである。
Θάλασσα οἰδοῦσα καὶ ἀκταὶ βοῶσαι καὶ αἰγιαλὸς ἠχῶν ἀνεμά̓ης.
海がうねり、海岸が吠え、浜辺が鳴り響くのは、風の強い天候を示す。
Καὶ ὁ μὲν βορέας λήγων ἐλάττων ὁ δὲ νότος ἀρχόμενος.
また、北風は止みかけに弱くなり、南風は吹き始めに弱い。
Παρήλιος ὁπόθεν ἂν ᾖ ὕδωρ ἢ ἀνέμον σημαίνει.
幻日が現れるその方角から、雨または風が来ることを示す。
§2.30Ἡ πέμπτη καὶ δεκάτη ἀπὸ τροπῶν τῶν χειμερινῶν ὡς τὰ πολλὰ νότιος.
冬至から十五日目は、たいてい南風が吹く。
Βορείων δὲ γινομένων ξηραίνει πάντα, νοτίων δὲ ὑγραίνει.
北風が吹くと、すべてのものが乾燥し、南風が吹くと湿る。
Ἐὰν δὲ νοτίων ὄντων ψοφῇ τι τῶν κεκολλημένων εἰς τὰ νότια σημαίνει τὴν μεταβολήν·
もし南風が吹いているときに、接着されたものが音を立てるなら、南への変化を示す。
ἐὰν δὲ πόδες οἰδῶσι νοτία ἡ μεταβολή.
もし足がむくむなら、南風への変化がある。
Τὸ δὲ αὐτὸ σημεῖον καὶ ἐκνεφίου.
同じ兆候は突風のものでもある。
Καὶ ὀδαξῶν τὸν δεξιὸν ἐχῖνος ὁ χερσαῖος σημαντικόν·
また、陸のハリネズミが自らを痒がって掻くのは兆候となる。
ποιεῖται δὲ δύο ὀπὰς ὅπου ἂν οἰκῇ, τὴν μὲν πρὸς βορρᾶν τὴν δὲ νοτόθεν· ὁποτέραν δʼ ἂν ἀποφράττῃ ἐντεῦθεν πνεῦμα σημαίνει, ἐὰν δʼ ἀμφοτέρας ἀνέμου μέγεθος.
それは住む場所に二つの穴、一つは北向き、もう一つは南向きの穴を作り、どちらか一方を塞ぐなら、そちらの方角から風が吹くことを示し、両方を塞ぐなら、激しい風を示す。
§2.31Ἐὰν ὄρος πρὸς βορρᾷ ἄνεμον προσημαίνει.
もし北の方に山が[雲を帯びるなら]、風をあらかじめ示す。
Ἐὰν ἐν θαλάττῃ ἐξαίφνης πνεύματος γαλήνη γίνηται μεταβολὴν πνεύματος ἢ ἐπίδοσιν.
もし海で、風が吹いているときに突然凪になるなら、風の方向の変化か、あるいは勢いの増加を示す。
Ἐὰν ἄκραι μτέωροι φαίνονται ἢ καὶ νῆσοι ἐκ μιᾶς πλείους νοτίαν μεταβολὴν σημαίνει·
もし高い岬や島々が、一つの島から複数あるように浮かび上がって見えるなら、南風への変化を示す。
γῆ τε μέλαινα ὑποφαινομένη βόρειον λευκὴ δὲ νότιον.
また、陸地が黒っぽく見えるなら北風を、白っぽく見えるなら南風を示す。
Αἱ ἄλωνες περὶ τὴν σελήνην πνευματώδεις μᾶλλον ἢ περὶ ἥλιον·
月を囲む暈は、太陽を囲むものよりも、風を伴いやすい。
σημαίνουσι δὲ πνεῦμα ῥαγεῖσαι περὶ ἄμφω, καὶ ᾗ ἂν ῥαγῇ ταύτῃ πνεῦμα.
そして、両方の周りで暈が途切れるとき、それは風を示し、途切れたその方向から風が吹く。
Ἐπινεφέλων ὅθεν ἂν ἀνατέλληται ἐντεῦθεν ἄνεμος.
空が曇っているとき、雲が立ち上るその方向から風が吹く。
Αἱ κηλάδες νεφέλαι θέρους ἄνεμον σημαίνουσι.
まだら雲は、夏には風を示す。