Humanitext Reader

テオプラストス · 気象の徴候について §1.18-1.25

生物の行動や雲と天体による雨と風の兆候

3 / 8 箇所 · ギリシア語

要旨

第18節から25節では、アヒルやアオサギなどの各種生物の行動のほか、ヒュメトス山やペリオン山にかかる雲、雷や稲妻、幻日、蟹座の星群、炭火の燃え方などから予測される、雨、風、冬の長さなどの兆候を列挙している。

§1.18Καὶ ἡ νῆττα ἥμερος ἐὰν ὑπιοῦσα ὑπὸ τὰ γεῖσα ἀποπτερυγίζηται ὕδωρ σημαίνει, ὁμοίως δὲ καὶ κολοιοὶ καὶ ἀλεκτρυόνες ἐάν τε ἐπὶ λίμνῃ ἢ θαλάττῃ ἀποπτερυγίζωνται ὡς νῆττα ὕδωρ σημαίνει.
飼いアヒルがひさしの下に入り、羽をばたつかせるなら、雨を示す。 同様に、コクマルガラスや鶏も、湖や海の上でアヒルのように羽をばたつかせるなら、雨を示す。
Καὶ ἐρωδιὸς ὄρθριον φθεγγόμενος ὕδωρ ἢ πνεῦμα σημαίνει·
また、アオサギが朝に鳴くのは、雨または風を示す。
καὶ ἐὰν ἐπὶ θάλατταν πετόμενος βοᾷ μᾶλλον ὕδατος σημεῖον ἢ πνεύματος, καὶ ὅλως βοῶν ἀνεμῶδες.
また、海に向かって飛びながら叫ぶなら、風よりはむしろ雨の兆候であり、一般に叫びながら飛ぶのは風の強い天候を示す。
§1.19Καὶ ὁ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ ἐὰν φθέγξηται ἕωθεν ὕδωρ σημαίνει ἢ χειμῶνα.
また、アトリが人が住む家の中で朝に鳴くなら、雨または嵐を示す。
Καὶ χύτρα σπινθηρίζουσα πᾶσα περίπλεως ὕδατος σημεῖον.
また、鍋が全体に火花を散らすのは、雨の兆候である。
Καὶ ἴουλοι πολλοὶ πρὸς τοῖχον ἕρποντες ὑδατκόν.
また、多くのヤスデが壁に向かって這うのは、雨の兆候である。
Δελφὶς παρὰ γῆν κολυμβῶν καὶ ἀναδυόμενος πυκνὰ ὕδωρ ἢ χειμῶνα σημαίνει.
イルカが陸地の近くで頻繁に潜り、また浮かび上がるのは、雨または嵐を示す。
§1.20Ὕμηττος ἐλάττων, ἄνυδρος καλούμενος, ἐὰν τῷ κοίλῳ νεφέλιον ἔχῃ ὕδατος σημεῖον·
「水なき山」と呼ばれる小ヒュメトス山が、その窪みに小さな雲を抱くなら、雨の兆候である。
καὶ ἐὰν ὁ μέγας Ὕμηττος τοῦ θέρους ἔχῃ νεοφέλας ἄνωθεν καὶ ἐκ πλαγίου ὕδατος σημεῖον.
また、大ヒュメトス山が夏に頂上と中腹に雲を抱くなら、雨の兆候である。
Καὶ ἐὰν ὁ ἄνυδρος Ὕμηττος λευκὰς ἔχῃ ἄνωθεν καὶ ἐκ πλαγίου.
また、「水なきヒュメトス山」が頂上と中腹に白い雲を抱く場合も同様である。
Καὶ ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ ὕδωρ σημαίνει.
また、春分・秋分の頃に南西風が吹くなら、雨を示す。
§1.21Αἱ δὲ βρονταὶ αἱ μὲν χειμεριναὶ καὶ ἑωθιναὶ μᾶλλον ἄνεμον ἢ ὕδωρ σημαίνουσιν·
冬の、また朝の雷は、雨よりはむしろ風を示す。
αἱ δὲ θεριναὶ μεσημβρίας καὶ ἑσπεριναὶ βρονταὶ ὑδατικὸν σημεῖον.
しかし、夏の、真昼および夕方の雷は、雨の兆候である。
Ἀστραπαὶ δὲ ἐάν γε πανταχόθεν γένωνται ὕδατος ἂν ἢ ἀνέμου σημεῖον, καὶ ἑσπεριναὶ ὡσαύτως.
また、稲妻が四方八方から生じるなら、雨または風の兆候であり、夕方の稲妻も同様である。
Καὶ ἐὰν ἀκρωρίας νότου πνέοντος νοτόθεν ἀστράψῃ ὕδωρ σημαίνει ἢ ἄνεμον.
また、南風が吹いているときに、山頂の南の方角から稲妻が光るなら、雨または風を示す。
Καὶ ζέφυρος ἀστράπτων πρὸς βορείου ἢ χειμῶνα ἢ ὕδωρ σημαίνει.
また、西風が吹き、北の方角から稲妻が光るなら、嵐か雨を示す。
Καὶ θέρους αἰ ἑσπέριαι ἀστραπαὶ ὕδωρ αὐτίκα σημαίνουσιν ἢ τριῶν ἡμερῶν.
また、夏の夕方の稲妻は、即座に、あるいは三日以内の雨を示す。
Καὶ ὀπώρας βορρᾶθεν ἀστραπαὶ ὑδατικὸν σημεῖον.
また、秋の北からの稲妻は、雨の兆候である。
§1.22Ἡ Εὔβοια ὅταν διαζωσθῇ μέση ὕδωρ διὰ ταχέων.
エウボイア島がその中腹を(雲で)取り巻かれるとき、速やかに雨が降る。
Καὶ ἐὰν ἐπὶ τὸ Πήλιον νε͂ φέλη προσίζῃ ὅθεν ἂν προσίζῃ ἐντεῦθεν ὕδωρ ἢ ἄνεμον σημαίνει.
また、ペリオン山に雲が留まるなら、それが留まる方角から雨または風がやってくることを示す。
Ὅταν ἶρις γένηται ἐπισημαίνει·
虹が現れるとき、それは雨を告げる。
ἐάν τε πολλαὶ ἴριδες γένωνται σημαίνει ὕδωρ ἐπὶ πολύ.
また、多くの虹が現れるなら、長雨を示す。
Ἀλλὰ πολλάκις καὶ οἱ ὀξεῖς ἥλιοι ὅταν ἐκ νεφέλης.
しかし、しばしば、強烈な太陽の光が雲から差し込むときも(雨を示す)。
Πύρμηκες ἐν κοίλῳ χωρίῳ ἐὰν τὰ ὠὰ ἐκφέρωσιν ἐκ τῆς μυρμηκιᾶς ἐπὶ τὸ ὑψηλὸν χωρίον ὕδωρ σημαίνουσιν, ἐὰν δὲ καταφέρωσιν εὐδίαν.
窪んだ場所にいるアリたちが、巣から高い場所へと卵を運び出すなら、雨を示し、下に運ぶなら、晴天を示す。
Ἐὰν παρήλιοι δύο γένωνται καὶ ὁ μὲν νοτόθεν ὁ δὲ βορρᾶθεν, καὶ ἅλως ἅμα ὕδωρ διὰ ταχέων σημαίνουσι.
二つの幻日が現れ、一つが南に、もう一つが北にあり、同時に暈を伴うなら、速やかに雨が降ることを示す。
Καὶ ἅλως αἱ μέλαιναι ὑδατικὸν καὶ μᾶλλον αἱ δείλης.
また、黒い暈は雨の兆候であり、夕方のものはとりわけそうである。
§1.23Ἐν τῷ καρκίνῳ δύο ἀστέρες εἰσὶν, οἱ καλούμενοι ὄνοι, ὧν τὸ μεταξὺ τὸ νεφέλιον ἡ φάτνη καλουμένη.
蟹座には二つの星があり、「ロバ」と呼ばれている。 それらの間にある小さな雲のようなものは「飼い葉桶」と呼ばれている。
Τοῦτο ἐὰν ζοφῶδες γένηται ὑδατικόν.
これが暗く陰るなら、雨の兆候である。
Ἐὰν μὴ ἐπὶ κυνὶ ὕσῃ ἢ ἐπὶ Ἀρκτούρῳ ὡς ἐπὶ τὸ πολὺ πρὸς ἰσημερίαν ὕδωρ ἢ ἄνεμος.
もしシリウス(「犬の星」)の上る頃、あるいはアルクトゥルスの頃に雨が降らなければ、たいてい秋分・春分の頃に雨または風がもたらされる。
Καὶ τὸ δημόσιον τὸ περὶ τὰς μυίας λεγόμενον ἀληθές·
また、ハエについて一般に言われていることは本当である。
ὅταν γὰρ δάκνωσι σφόδρα ὕδατος σημεῖον.
というのも、彼らが激しく噛みつくときは、雨の兆候だからである。
Σπίνος φθεγγόμενος ἕωθεν μὲν ὕδωρ σημαίνει ἢ χειμῶνα, δείλης δὲ ὕδωρ.
アトリが鳴くのは、朝なら雨または嵐を示し、夕方なら雨を示す。
§1.24Τῆς δὲ νυκτὸς ὅταν τὸν Ὕμηττον κάτωθεν τῶν ἄκρων νεφέλη διαζώσῃ λευκὴ καὶ μακρὰ ὕδωρ γίνεται ὡς τὰ πολλὰ μετρίων ἡμερῶν.
また夜間に、白く長い雲がヒュメトス山の山頂の下を取り巻くとき、たいてい数日のうちに雨が降る。
Καὶ ἐὰν ἐν Αἰγίνῃ ἐπὶ τοῦ Διὸς τοῦ Ἑλλανίου νεφέλη καθίζηται ὡς τὰ πολλὰ ὕδωρ γίνεται.
また、アイギナ島でヘラニオス・ゼウスの山頂に雲が留まるとき、たいてい雨が降る。
Ἐὰν ὕδατα πολλὰ γίνηται χειμερινὰ τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται αὐχμηρόν·
もし冬に多くの雨が降るなら、春はたいてい乾燥したものになる。
ἐὰν δʼ αὐχμηρὸς ὁ χειμῶν τὸ ἔαρ ὑδατῶδες.
しかし、冬が乾燥しているなら、春は雨が多いものになる。
Ὅταν χιόνες πολλαὶ γίνωνται ὡς τὰ πολλὰ εὐετηρία γίνεται.
多くの雪が降るときは、たいてい豊作になる。
§1.25Φασὶ δέ τινες καὶ εἰ ἐν ἄστρασι ἄνθραξι corr. λαμπρὰ χάλαζα ἐπιφαίνηται χάλαζαν προσημαίνειν ὡς τὰ πολλά·
また、ある人々は、(かまどの)炭火の中に雹のような明るい斑点が現れるなら、たいてい雹を前兆として示すと言う。
ἐὰν δὲ ὥσπερ κέγχροι μικροὶ λαμπροὶ πολλοὶ, ἀνέμου μὲν ὄντος εὐδίαν, μὴ ἀνέμου δὲ ὕδωρ ἢ ἄνεμον.
もしアワの粒のような小さな明るい点が数多くあるなら、風が吹いているときには晴天を、風が吹いていないときには雨または風を示す。
Ἔστι δʼ ἄμεινον πρῶτον γίνεσθαι βόρειον ὕδωρ νοτίου καὶ τοῖς φυομένοις καὶ τοῖς ζώοις·
また、南風の雨よりも、北風の雨が先に降る方が、植物にとっても動物にとっても好ましい。
δεῖ δὲ γλυκὺ εἶναι καὶ μὴ ἁλμυρὸν τοῖς γευομένοις.
そして、それを味わう者にとって、それは甘く、塩気のないものでなければならない。
Καὶ ὅλως ἔτος βέλτιον νοτίου βόρειον καὶ ὑγιεινότερον.
また総じて、南風の年よりも北風の年の方が好ましく、より健康的である。
Καὶ ὅταν πάλιν ὀχεύωνται πρόβατα ἢ αἶγες χειμῶνος μακροῦ σημεῖον.
また、羊やヤギが再び交尾をするときは、長い冬の兆候である。

語釈・文法注

  1. 1.18ὡς νῆττα — 接続詞 ὡς(「〜のように」)に率いられた比較表現であり、主節の主語(コルイオイとアレクトリオーネス、すなわちコクマルガラスと鶏)が水鳥であるアヒル(ネーッタ)と同じ仕草をすることを意味する。文脈上、動詞 ἀποπτερυγίζωνται(「羽をばたつかせる」)が補われる。
  2. 1.22οἱ ὀξεῖς ἥλιοι — 文の末尾で動詞が省略されている。前文の流れから ὕδωρ σημαίνουσι(「雨を示す」)を補って解釈する。
  3. 1.25ἄνθραξι — 写本は ἄστρασι(「星の中に」)と伝えるが、後に続く χάλαζα(「雹」)や κέγχροι(「アワの粒」)の記述、および並行文献との比較から、かまどの炭火を指す ἄνθραξι(「炭火の中に」)への校訂が広く受け入れられている。

この箇所を引用する

テオプラストス, 気象の徴候について §1.18-1.25. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0093.tlg010x03.humanitext-grc1:1.18-1.25

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。