§2.32Ἐὰν ἀστραπὴ παταχόθεν γίνηται ὕδωρ σημαίνει, καὶ ὅθεν ἂν αἱ ἀστραπαὶ πυκναὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται.
もし稲妻が四方八方から生じるなら、雨を示す。 そして、稲妻が頻繁に生じるその方向から、風が生じる。
Θέρους ὅθεν ἂν ἀστραπαὶ καὶ βρονταὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται ἰσχυρά·
夏には、稲妻と雷が生じるその方向から、強い風が生じる。
ἐὰν μὲν σφόδρα καὶ ἰσχυρὸν ἀστράπτῃ θᾶττον καὶ σφοδρότερον πνεύσουσιν, ἐὰν δ' ἠρέμα καὶ μανῶς κατ' παύουσι γὰρ τὰ πνεύματα αἱ ἀστραπαί·
もし極めて激しく強く稲妻が光るなら、風はより速くより激しく吹くであろう。 しかし、もし穏やかに、かつまばらに光るなら、風は弱く吹く。 というのも、稲妻は風を静めるからである。
καὶ ὅσῳ ἂν ἰσχυρότεραι γίνωνται ἀστραπαὶ καὶ βρονταὶ τοσούτῳ μᾶλλον παύονται·
そして、稲妻と雷が強くなればなるほど、それだけいっそう風は静まる。
τοῦ δʼ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω, ὥσπερ καὶ χειμῶνος.
しかし、春には、冬と同様に、私はこれらの同じ兆候をより弱いものとして言おう。
§2.33Ἐὰν νότου πνέοντος βορρᾶθεν ἀστράπτῃ παύεται·
南風が吹いているときに北から稲妻が光るなら、風は止む。
ἐὰν ἕωθεν ἀστράπτῃ εἴωθε παύεσθαι τριταῖος, οἱ δὲ ἄλλοι πεμπταῖοι ἑβδομαῖοι ἐναταῖοι, οἱ δὲ δειλινοὶ ταχὺ παύονται.
もし夜明けに稲妻が光るなら、風は三日目に止むのが常であり、他の風は五日目、七日目、九日目に止む。 他方、夕方のものは速やかに止む。
Οἱ βορέαι παύονται ὡς ἐπὶ τὸ πολὺ ἐν περιτταῖς οἱ δὲ νότοι ἐν ἀρτίαις.
北風はたいてい奇数日に止み、南風は偶数日に止む。
Ἄνεμοι αἴρονται ἁμʼ ἡλίῳ ἀνατέλλοντι καὶ σελήνῃ.
風は太陽の昇るのと同時に、また月の昇るのと同時に生じる。
Ἐὰν ἀνατέλλων ὁ ἥλιος καὶ σελήνη μὴ παύσωσιν ἐπιτείνει τὰ πνεύματα·
もし昇る太陽と月が風を静めないなら、風は強まる。
χρονιώτερα δὲ καὶ ἰσχυρότερα τὰ πνεύματα γίνεται τὰ ἡμέρας ἢ νύκτωρ ἀρχόμενα.
昼に始まる風は、夜に始まるものよりも、長持ちし、かつ強くなる。
§2.34Ἐὰν ἐτησίαι πολὺν χρόνον πνεύσωσι καὶ μετόπωρον γένηται ἀνεμῶδες ὁ χειμὼν νήνεμος γίνεται, ἐὰν δʼ ἐναντίως καὶ ὁ χειμὼν ἐναντίος.
もしエテシア風が長い間吹き、秋が風の強いものとなるなら、冬は風のないものとなる。 しかし、もし逆であるなら、冬も逆になる。
Πρὸς κορυφῆς ὄρους ὁπόθεν ἂν νεφέλη μηκύνηται ταύτῃ ἄνεμος πνευσοῦνται.
山の頂上で、雲が引き伸ばされるその方向から、風が吹くであろう。
Αἱ νεφέλαι ἐκ τῶν ὄπισθεν προσίζουσαι καὶ ὄπισθεν πνευσοῦνται.
後ろ側から付着する雲は、後ろ側から風が吹くことを示す。
Ἄθως μέσος διεζευγμένος νότιος καὶ ὅλως τὰ ὄρη διεζωσμένα νότια ὡς τὰ πολλά.
アトス山が中ほどで分断されているのは南風の兆候であり、一般に山々が帯を巻いたようになっているのは、多くの場合、南風の兆候である。
Οἱ κομῆται ἀστέρες ὡς τὰ πολλὰ πνεύματα σημαίνουσιν, ἐὰν δὲ πολλοὶ καὶ αὐχμόν.
彗星はたいてい風を示し、もし多く現れるなら、日照りをも示す。
Μετὰ χιόνα νότος, μετὰ πάχνην βορέας εἴωθε πνεῖν.
雪の後は南風が、霜の後は北風が吹くのが常である。
Μύκητες ἐπὶ λύχνου νότιον πνεῦμα ἢ ὕδωρ σημαίνουσιν.
ともし火の芯の上の煤の塊は、南風または雨を示す。
§2.35Αἱ δὲ στάσεις τῶν πνευμάτων οὕτως ἔχουσιν ὡς ἐν τῷ γράμματι διώρισται.
風の配置は、図面において規定されている通りである。
Τῶν δʼ ἀνέμων ἔτι πνέουσι τοῖς ἄλλοις ἐπιπίπτουσι μάλιστα ἀπαρκτίας, θρακίας, ἀργέστης.
風のうちで、他の風がまだ吹いているときにそれに襲いかかるのは、特にアパルクティアス、トラキアス、アルゲステスである。
Ὅταν δὲ μὴ ὑπʼ ἀλλήλων διαλύωνται τὰ πνεύματα ἀλλʼ αὐτὰ καταμαρανθῶσι μεταβάλλουσιν εἰς τοὺς ἐχομένους ἐπὶ δεξιὰ ὥσπερ ἡ τοῦ ἡλίου ἔχει φορά.
風が互いによって消滅させられるのではなく、それ自体で衰えて消えるとき、それらは太陽の運行と同じように、右隣の風へと変化する。
Ὁ νότος ἀρχόμενος ξηρὸς τελευτῶν δὲ ὑγρός.
南風は吹き始めは乾燥しており、終わりには湿っている。
Καὶ ὁ εὖρος.
エウロスも同様である。
Ὁ δʼ ἀπηλιώτης ἀπὸ ἀνατολῆς ἰσημερινῆς ὑδατώδης·
二分点の東から吹くアペリオテスは、雨を伴う。
διὰ λεπτῶν δὲ ἄγει τὰ ὕδατα.
しかし、それは細かな雨をもたらす。
§2.36Ὑγροὶ δὲ μάλιστα ὅ τε καικίας καὶ λίψ·
最も湿っているのは、カイキアスとリプスである。
χαλαζώδης δʼ ἀπαρκτίας καὶ θρακίας καὶ ἀργέστης·
雹を伴うのは、アパルクティアス、トラキアス、アルゲステスである。
νιφετώδης δὲ ὅ τε μέσης ἢ βορέας καὶ ἀπαρκτίας·
雪を伴うのは、メセスまたはボレアス、およびアパルクティアスである。
καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος·
熱風をもたらすのは、ノトス、ゼピュロス、エウロスである。
οἱ μὲν οἷς ἂν ἐκ πελάγους προσπίπτωσιν οἱ δὲ οἷς ἂν διὰ γῆς.
ある地域にとってはそれらが海から吹きつけるためであり、他の地域にとっては陸地を通って吹きつけるためである。
Δασύνουσι δʼ οὐρανὸν νέφεσι καὶ καλύπτουσι καικίας μάλιστα εἶτα λίψ.
空を雲で厚く覆い隠すのは、特にカイキアスであり、次いでリプスである。
Καὶ οἱ μὲν ἄλλοι ἄνεμοι ἀφ' ἑαυτῶν τὰ νέφη ὠθοῦσι καικίας δὲ μόνος πνέων εἰς ἑαυτόν.
また、他の風は雲を自分から遠ざけるように押すが、カイキアスだけは吹くときに雲を自分の方へと引き寄せる。
Αἴθριοι δὲ μάλιστα θρακίας καὶ ἀργέστης καὶ τῶν λοιπῶν ἀπαρκτίας·
晴天をもたらすのは、特にトラキアスとアルゲステスであり、残りのうちではアパルクティアスである。
ἐκνεφίαι δὲ μάλιστα ὅ τε ἀπαρκτίας καὶ ὁ θρακίας καὶ ὁ ἀργέστης.
突風を伴うのは、特にアパルクティアス、トラキアス、アルゲステスである。
§2.37Γίνονται δὲ ἐκνεφίαι ὅταν εἰς ἀλλήλους ἐμπίπτωσι πνέοντες μάλιστα μὲν μετοπώρου τῶν δὲ λοιπῶν ἔαρος.
突風が生じるのは、風が互いにぶつかり合って吹くときであり、特に秋に、次いで春に生じる。
Ἀστραπαῖος δὲ θρακίας καὶ ἀργέστης καὶ ἀπαρκτίας καὶ μέσης.
稲妻を伴うのは、トラキアス、アルゲステス、アパルクティアス、メセスである。
Ἐὰν ἐν τῇ θαλάττῃ πάπποι φέρωνται πολλοὶ οἱ γινόμενοι ἀπὸ τῶν ἀκανθῶν ἄνεμον σημαίνουσιν ἔσεσθαι μέγαν.
もし海の上で、アザミから生じる多くの冠毛が運ばれているなら、大風が吹くことを示す。
Ὅθεν ἂν ἀστέρες διᾴττωσι πολλοὶ ἄνεμον ἐντεῦθεν·
多くの流星が流れるその方向から風が吹く。
ἐὰν δὲ πανταχόθεν ὁμοίως πολλὰ πνεύματα σημαίνουσι·
もし四方八方から同様に流れるなら、多くの風を示す。
πευμάτων μὲν οὖν σημεῖα ταῦτα.
さて、風の兆候については以上の通りである。