Humanitext Reader

泰奥弗拉斯托斯 · 论天气征兆 §2.26-2.31

依天体与动植物观察风的征兆

第 4 段,共 8 段 · 希腊语

内容简介

在雨水的征兆之后,文中列举了预示风和气流的各种自然现象、动物行为以及地理状况。太阳和月亮的外观、各种鸟兽的举动、潮汐的涨落,以及地形和云层的变化都被解释为预测风的依据。

§2.26Ὕδατος μὲν οὖν ταῦτα λέγεται σημεῖα· ἀνέμου δὲ καὶ πνευμάτων τάδε.
因此,以上所述为雨水的征兆;而关于风和气流的征兆则如下。
Ἀνατέλλων ὁ ἥλιος καυματίας κἂν μὴ ἀποστίλβῃ ἀνεμῶδες τὸ σημεῖον· καὶ ἐὰν κοῖλος φαίνηται ὁ ἥλιος ἀνέμου ἢ ὕδατος τὸ σημεῖον.
升起的太阳即使没有闪耀光芒,如果是灼热的,则是多风的征兆;如果太阳显得凹陷,则是风或雨的征兆。
Καὶ ἐὰν ἐπὶ πολλὰς ἡμέρας καυματίας αὐχμοὺς καὶ ἀνέμους πολυχρονίους σημαίνει.
如果太阳连续多日灼热,预示着长期的干旱和风。
Ἐὰν αἱ ἀκτῖνες αἱ μὲν πρὸς βορρᾶν αἱ δὲ πρὸς νότον σχίζωνται τούτου μέσου ὄντος κατʼ ὄρθρον κοινὸν ὕδατος καὶ ἀνέμου σημεῖόν ἐστιν.
如果在黎明时分,当太阳处于中央时,光线分道扬镳,一部分朝北,另一部分朝南,这是雨水和风的共同征兆。
§2.27Ἔστι δὲ σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ τὰ μὲν μέλανα ὕδατος τὰ δʼ ἐρυθρὰ πνεύματος.
太阳和月中也有征兆:黑色预示着雨水,红色预示着风。
Ἐὰν δὲ ὁ μεὶς βορείου ὄντος ὀρθὸς εἱστήκῃ ζέφυροι εἰώθασιν ἐπιπνεῖν καὶ ὁ μὴν χειμερινὸς διατελεῖ.
如果吹北风时新月直立,通常会吹起西风,且该月将持续寒冷多风。
Ὅταν μὲν ἡ κεραία ἡ ἄνω τοῦ μηνὸς ἐπικύπτῃ βόρειος ὁ μείς· ὅταν δʼ ἡ κάτωθεν νότιος· ἐὰν δʼ ὀρθὸς καὶ μὴ καλῶς ἐγκεκλιμένος μέχρι τετράδος καὶ εὔκυκλος εἴωθε χειμάζειν μέχρι διχομηνίας.
当月亮上方的角向下倾斜时,该月多北风;当下方的角倾斜时,多南风;如果直到第四天它仍然直立且没有明显倾斜,并且呈完美的圆形,则通常到满月为止都会有风暴。
Σημαίνει ζοφώδης μὲν ὢν ὕδωρ πυρώδης δὲ πνεῦμα.
如果月亮显得暗淡,预示着雨水;如果是火红的,预示着风。
§2.28Αἴθυιαι καὶ νῆτται καὶ ἄγριαι καὶ τιθασσαὶ ὕδωρ μὲν σημαίνουσι δυόμεναι, πτερυγίζουσαι δὲ ἄνεμον.
潜水鸟以及野生和驯养的鸭子,在潜水时预示着雨水,而在抖动翅膀时预示着风。
Οἱ κέπφοι εὐδίας οὔσης ὅποι ἂν πέτωνται ἄνεμον προσημαίνουσι.
海燕在晴天时,无论飞向何方,都预示着风。
Στρουθοὶ χειμῶνος ἀφʼ ἑσπέρας θορυβοῦντες ἢ ἀνέμου μεταβολὴν σημαίνουσιν ἢ ὕδωρ ὑέτιον.
麻雀在冬天的傍晚喧闹,预示着风向的变化或降雨。
Ἐρωδιὸς ἀπὸ θαλάσσης πετόμενος καὶ βοῶν πνεύματος σημεῖόν ἐστι· καὶ ὅλως βοῶν μέγα ἀνεμώδης.
鹭鸶从海上飞来并叫喊是风的征兆;总的来说,大声鸣叫预示着多风。
§2.29Κύων κυλινδούμενος χαμαὶ μέγεθος ἀνέμου σημαίνει.
狗在地上打滚预示着大风。
Ἀράχνια πολλὰ φερόμενα πνεῦμα ἢ χεμῶνα σημαίνει.
许多被风吹拂的蜘蛛网预示着风或风暴。
Ἡ ἄμπωτις βόρειον πνεῦμα σημαίνει, πλημμύρα δὲ νότιον.
落潮预示着北风,涨潮预示着南风。
Ἐὰν μὲν γὰρ ἐκ βορείων πλημμύρα ἥκῃ εἰς νότιον μεταβάλλει, ἐὰν δʼ ἐκ νοτίων ἄμπωτις γίνηται εἰς βόρειον μεταβάλλει.
因为如果吹北风时出现涨潮,风向会转为南风;如果吹南风时出现落潮,风向会转为北风。
Θάλασσα οἰδοῦσα καὶ ἀκταὶ βοῶσαι καὶ αἰγιαλὸς ἠχῶν ἀνεμά̓ης.
海浪汹涌、海岸轰鸣、沙滩作响预示着多风。
Καὶ ὁ μὲν βορέας λήγων ἐλάττων ὁ δὲ νότος ἀρχόμενος.
而且,北风在减弱时变弱,而南风在开始时较弱。
Παρήλιος ὁπόθεν ἂν ᾖ ὕδωρ ἢ ἀνέμον σημαίνει.
幻日从哪个方向出现,就预示着从哪个方向会带来雨水或风。
§2.30Ἡ πέμπτη καὶ δεκάτη ἀπὸ τροπῶν τῶν χειμερινῶν ὡς τὰ πολλὰ νότιος.
冬至过后的第十五天通常多南风。
Βορείων δὲ γινομένων ξηραίνει πάντα, νοτίων δὲ ὑγραίνει.
吹北风时,一切都会变干燥,而吹南风时则变潮湿。
Ἐὰν δὲ νοτίων ὄντων ψοφῇ τι τῶν κεκολλημένων εἰς τὰ νότια σημαίνει τὴν μεταβολήν·
如果吹南风时,胶合的物件发出声响,则预示着向南风的转变。
ἐὰν δὲ πόδες οἰδῶσι νοτία ἡ μεταβολή.
如果脚部浮肿,则预示着转为南风。
Τὸ δὲ αὐτὸ σημεῖον καὶ ἐκνεφίου.
同样的征兆也适用于陆龙卷。
Καὶ ὀδαξῶν τὸν δεξιὸν ἐχῖνος ὁ χερσαῖος σημαντικόν· ποιεῖται δὲ δύο ὀπὰς ὅπου ἂν οἰκῇ, τὴν μὲν πρὸς βορρᾶν τὴν δὲ νοτόθεν· ὁποτέραν δʼ ἂν ἀποφράττῃ ἐντεῦθεν πνεῦμα σημαίνει, ἐὰν δʼ ἀμφοτέρας ἀνέμου μέγεθος.
陆地上的刺猬抓痒也是一个征兆:它无论住在哪里都会做两个洞,一个朝北,一个朝南,它堵住哪一个,就预示着从那个方向会起风,如果两个都堵住,则预示着大风。
§2.31Ἐὰν ὄρος πρὸς βορρᾷ ἄνεμον προσημαίνει.
如果北方的山[有云],预示着有风。
Ἐὰν ἐν θαλάττῃ ἐξαίφνης πνεύματος γαλήνη γίνηται μεταβολὴν πνεύματος ἢ ἐπίδοσιν.
如果海上海风吹拂时突然变平静,则预示着风向的改变或风力的增强。
Ἐὰν ἄκραι μτέωροι φαίνονται ἢ καὶ νῆσοι ἐκ μιᾶς πλείους νοτίαν μεταβολὴν σημαίνει· γῆ τε μέλαινα ὑποφαινομένη βόρειον λευκὴ δὲ νότιον.
如果高耸的岬角显现,或者岛屿由于海市蜃楼从一个显得像多个,预示着向南风的转变;陆地显得黑表明是北风,显得白则是南风。
Αἱ ἄλωνες περὶ τὴν σελήνην πνευματώδεις μᾶλλον ἢ περὶ ἥλιον· σημαίνουσι δὲ πνεῦμα ῥαγεῖσαι περὶ ἄμφω, καὶ ᾗ ἂν ῥαγῇ ταύτῃ πνεῦμα.
月亮周围的晕比太阳周围的更预示着风;当两者的晕破裂时,它们都预示着风,且从破裂的方向会起风。
Ἐπινεφέλων ὅθεν ἂν ἀνατέλληται ἐντεῦθεν ἄνεμος.
在阴天时,云从哪个方向升起,就预示着从哪个方向会起风。
Αἱ κηλάδες νεφέλαι θέρους ἄνεμον σημαίνουσι.
夏天的斑状云预示着风。

词汇与语法注释

  1. 2.26τούτου μέσου ὄντος — 独立属格结构。代词 τοῦτο 指代太阳,结合上下文(光线向北和向南分裂),其含义被解释为“当太阳处于这些(光线)的中央时”或“当太阳处于中天时”。
  2. 2.27βορείου ὄντος — 独立属格结构。此处省略了表示北风的名词(βορέας)或名词化的“北方的风”,意为“当北风吹拂时”。
  3. 2.29ἐκ βορείων — 介词 ἐκ 与复数属格的结合,不仅指代“来自北方”这一地理方向,更指代从某种气象背景状态中的转变(即“在北风吹拂的状态下”转为南风)。
  4. 2.30ὀδαξῶν — 动词 ὀδαξέω(发痒、抓挠、咬)的现在分词。在此处作不及物动词使用,或带有一个隐含的直接宾语,意为“抓挠自身”,指出陆地刺猬的这一特定行为是天气的征兆。
  5. 2.31Ἐὰν ὄρος πρὸς βορρᾷ — 条件从句中的动词被省略。根据上下文及类似气象征兆的描述,此处应理解为省略了如 νεφέλην ἔχῃ(带云)之类的动词。

引用这一段

泰奥弗拉斯托斯, 论天气征兆 §2.26-2.31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg010x03.humanitext-grc1:2.26-2.31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。