§1249#2τῆς δὲ φρονήσεώς ἐστι τὸ βουλεύσασθαι, τὸ κρῖναι τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ πάντα τὰ ἐν τῷ βίῳ αἱρετὰ καὶ φευκτά, τὸ χρῆσθαι πᾶσι καλῶς τοῖς ὑπάρχουσιν ἀγαθοῖς, τὸ ὁμιλῆσαι ὀρθῶς, τὸ συνιδεῖν τοὺς καιρούς, τὸ ἀγχίνως χρήσασθαι καὶ λόγῳ καὶ ἔργῳ, τὸ τὴν ἐμπειρίαν ἔχειν τῶν χρησίμων πάντων.
思慮の特徴とは、熟慮すること、善いものと悪いもの、および人生において選択すべきあらゆるものと避けるべきあらゆるものを判断すること、手元にあるあらゆる善いものを美しく用いること、正しく交際すること、時機を見極めること、言葉においても行いにおいても機敏に振る舞うこと、あらゆる有用なものに関する経験を持っていることである。
ἡ μνήμη δὲ καὶ ἐμπειρία καὶ ἀγχίνοια ἤτοι ἀπὸ τῆς φρονήσεως ἑκάστη αὐτῶν ἐστίν, ἢ παρέπεται τῇ φρονήσει·
記憶と経験と機敏さは、これらそれぞれが思慮に由来するか、あるいは思慮に伴う。
ἢ τὰ μὲν αὐτῶν οἷον συναίτια τῆς φρονήσεώς ἐστι, καθάπερ ἐμπειρία καὶ ἡ μνήμη, τὰ δὲ οἷον μέρη αὐτῆς, οἷον εὐβουλία καὶ ἀγχίνοια.
あるいは、それらのうちあるものは思慮のいわば共同原因であり(経験と記憶がそうであるように)、他のものはそのいわば部分である(良き熟慮と機敏さがそうであるように)。
πραότητος δʼ ἐστὶ τὸ δύνασθαι φέρειν μετρίως ἐγκλήματα καὶ ὀλιγωρίας, καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὰς τιμωρίας, καὶ τὸ μὴ εὐκίνητον εἶναι πρὸς τὰς ὀργάς, ἄπικρον δὲ τῷ ἤθει καὶ ἀφιλόνεικον, ἔχοντα τὸ ἠρεμαῖον ἐν τῇ ψυχῇ καὶ στάσιμον.
温厚の特徴とは、非難や軽蔑を適度に耐えることができること、報復へと急速に突き進まないこと、怒りへと容易に動かされないこと、人柄において執念深くなく、好戦的でもなく、魂の中に穏やかで安定した状態を保っていることである。
ἀνδρείας δʼ ἐστὶ τὸ δυσέκπληκτον ὑπὸ φόβων τῶν περὶ θάνατον, καὶ τὸ εὐθαρσῆ ἐν τοῖς δεινοῖς, καὶ τὸ εὔτολμον πρὸς τοὺς κινδύνους, καὶ τὸ μᾶλλον αἱρεῖσθαι τεθνάναι καλῶς ἢ αἰσχρῶς σωθῆναι, καὶ τὸ νίκης αἴτιον εἶναι.
勇気の特徴とは、死に関する恐怖によって動揺しにくいこと、恐ろしい事態において勇敢であること、および危険に対して大胆であること、醜く生き延びるよりも美しく死ぬことをむしろ選択すること、そして勝利の原因となることである。
ἔτι δὲ ἀνδρείας ἐστὶ καὶ τὸ πονεῖν καὶ καρτερεῖν καὶ αἱρεῖσθαι ἀνδραγαθίζεσθαι.
さらに勇気の特徴としては、骨折って働き、耐え忍び、雄々しく振る舞うことを選択することもある。
παρέπεται δὲ τῇ ἀνδρείᾳ καὶ ἡ εὐτολμία καὶ ἡ εὐψυχία καὶ τὸ θάρσος καὶ τὸ θράσος, ἔτι δὲ καὶ ἡ φιλοπονία καὶ ἡ καρτερία.
また、勇気には、大胆さ、気迫、確信、不敵さ、さらには勤勉や耐え忍ぶことも伴う。
σωφροσύνης δʼ ἐστὶ τὸ μὴ θαυμάζειν τὰς ἀπολαύσεις τῶν σωματικῶν ἡδονῶν, καὶ τὸ εἶναι πάσης ἀπολαύσεως αἰσχρᾶς ἡδονῆς ἀνόρεκτον, καὶ τὸ φοβεῖσθαι καὶ τὴν δικαίαν ἄδειαν, καὶ τὸ τετάσθαι περὶ τὸν βίον ὁμοίως ἔν τε μικροῖς καὶ μεγάλοις.
節制の特徴とは、肉体的な快楽の享受を重んじないこと、いかなる醜い快楽の享受に対しても欲望を抱かないこと、正当な罰せられない状態をも恐れること、そして小さなことにおいても大きなことにおいても等しく、人生を通じて規律正しくあることである。
παρέπεται δὲ τῇ σωφροσύνῃ εὐταξία, κοσμιότης, αἰδώς, εὐλάβεια.
また、節制には秩序、つつましさ、羞恥心、慎重さが伴う。
ἐγκρατείας δʼ ἐστὶ τὸ δύνασθαι κατασχεῖν τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας ἀπολαύσεις καὶ ἡδονάς, καὶ τὸ καρτερεῖν, καὶ τὸ ὑπομονητικὸν εἶναι τῆς κατὰ φύσιν ἐνδείας καὶ λύπης.
自制の特徴とは、劣悪な享受や快楽へと突き進む欲望を理性によって抑制することができること、耐え忍ぶこと、そして自然な欠乏や苦痛を我慢強く受け入れることである。
δικαιοσύνης δʼ ἐστὶ τὸ διανεμητικὸν εἶναι τοῦ κατʼ ἀξίαν, καὶ σώζειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ σώζειν τοὺς γεγραμμένους νόμους, καὶ τὸ ἀληθεύειν ἐν τῷ διαφέροντι, καὶ τὸ διαφυλάττειν τὰς ὁμολογίας.
正義の特徴とは、価値に応じた分配を行うこと、祖先伝来の慣習や掟を守ること、成文法を守ること、争いにおいて真実を語ること、そして合意を維持することである。
ἔστι δὲ πρώτη τῶν δικαιοσυνῶν πρὸς τοὺς θεούς, εἶτα πρὸς δαίμονας, εἶτα πρὸς πατρίδα καὶ γονεῖς, εἶτα πρὸς τοὺς κατοιχομένους·
正義の第一のものは神々に対するものであり、次いでダイモーンたちに対するもの、次いで祖国と両親に対するもの、次いで亡くなった人々に対するものである。
ἐν οἷς ἐστὶν ἡ εὐσέβεια, ἤτοι μέρος οὖσα δικαιοσύνης ἢ παρακολουθοῦσα.
これらの中に敬虔があり、それは正義の一部であるか、あるいはそれに随伴するものである。
ἀκολουθεῖ δὲ τῇ δικαιοσύνῃ καὶ ὁσιότης καὶ ἀλήθεια καὶ ἡ πίστις καὶ ἡ μισοπονηρία.
また、正義には聖性、真実、誠実、悪への憎悪も付き従う。
ἐλευθεριότητος δʼ ἐστὶ τὸ προετικὸν εἶναι χρημάτων εἰς τὰ ἐπαινετά, καὶ δαψιλῆ ἐπὶ τῷ εἰς τὰ δέοντα ἀναλωθῆναι, καὶ τὸ βοηθητικὸν εἶναι ἐν τῷ διαφόρῳ, καὶ τὸ μὴ λαβεῖν ὅθεν μὴ δεῖ.
寛大の特徴とは、称賛されるべき事柄のために財を進んで差し出すこと、必要な事柄に消費することに寛大であること、金銭上の争いにおいて助けとなること、そして受け取るべきでないところから受け取らないことである。
ἔστι δὲ ὁ ἐλευθέριος καὶ περὶ ἐσθῆτα καθαρὸς καὶ περὶ οἴκησιν, καὶ κατασκευαστικὸς τῶν περιττῶν καὶ καλῶν καὶ διαγωγὴν ἐχόντων ἡδεῖαν ἄνευ τοῦ λυσιτελοῦντος, καὶ θρεπτικὸς τῶν ζῴων τῶν ἴδιον ἐχόντων τι ἢ θαυμαστόν.
また、寛大な人は衣服や住居に関しても清潔であり、実用性はないが余分で美しく、楽しい気晴らしとなるものを整えるのが得意であり、風変わりな特徴や驚くべき特徴を持つ動物を飼育する。
ἀκολουθεῖ δὲ τῇ ἐλευθεριότητι τοῦ ἤθους ὑγρότης καὶ εὐαγωγία καὶ φιλανθρωπία καὶ τὸ εἶναι ἐλεητικὸν καὶ φιλόφιλον καὶ φιλόξενον καὶ φιλόκαλον.
さらに、人柄の寛大さには、柔軟さ、素直さ、人間愛、同情心、友を愛すること、客をもてなすこと、美しいものを愛することが従う。
μεγαλοψυχίας δʼ ἐστὶ τὸ καλῶς ἐνεγκεῖν καὶ εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν, καὶ τὸ θαυμάζειν μήτε τρυφὴν μήτε θεραπείαν μήτε ἐξουσίαν μήτε τὰς νίκας τὰς ἐναγωνίους, ἔχειν δέ τι βάθος τῆς ψυχῆς καὶ μέγεθος.
大気の特徴とは、幸運と不運、名誉と不名誉を立派に耐えることであり、贅沢も、へつらいも、権力も、競技における勝利も重んじないことであり、魂にある種の深みと大きさを持つことである。
ἔστι δὲ μεγαλόψυχος οὔθʼ ὁ τὸ ζῆν περὶ πολλοῦ ποιούμενος οὔθʼ ὁ φιλόζωος.
大気のある人は生きることを過度に重んじることもなく、生に執着することもない。
ἁπλοῦς δὲ τῷ ἤθει καὶ γενναῖος, ἀδικεῖσθαι δυνάμενος, καὶ οὐ τιμωρητικός.
むしろ人柄において単純で高潔であり、不当に扱われても耐え抜くことができ、報復的ではない。
ἀκολουθεῖ δὲ τῇ μεγαλοψυχίᾳ ἁπλότης καὶ ἀλήθεια.
大気には単純さと真実が従う。