§1249#3ἀφροσύνης δʼ ἐστὶ τὸ κρίνειν κακῶς τὰ πράγματα, τὸ βουλεύσασθαι κακῶς, τὸ ὁμιλῆσαι κακῶς, τὸ χρήσασθαι κακῶς τοῖς παροῦσιν ἀγαθοῖς, τὸ ψευδῶς δοξάζειν περὶ τῶν εἰς τὸν βίον καλῶν καὶ ἀγαθῶν.
愚鈍の特徴とは、物事を悪く判断すること、悪く熟慮すること、悪く交際すること、手元にある善いものを悪く用いること、人生における美しきものや善きものについて誤った意見を持つことである。
παρακολουθεῖ δὲ τῇ ἀφροσύνῃ ἀπειρία, ἀμαθία, ἀκρασία, ἐπαριστερότης, ἀμνημοσύνη.
また、愚鈍には経験不足、無知、不自制、不器用さ、物忘れの早さが随伴する。
ὀργιλότητος δʼ ἐστὶν εἴδη τρία, ἀκροχολία πικρία βαρυθυμία.
短気には三つの種がある。 せっかちな怒り、執念深い怒り、重苦しい怒りである。
ἔστι δὲ τοῦ ὀργίλου μὴ δύνασθαι φέρειν μήτε τὰς μικρὰς ὀλιγωρήσεις μήτε ἐλαττώσεις, εἶναι δὲ κολαστικὸν καὶ τιμωρητικὸν καὶ εὐκίνητον πρὸς ὀργὴν καὶ ὑπὸ ἔργου καὶ ὑπὸ λόγου τοῦ τυχόντος.
また、短気な人の特徴とは、小さな軽蔑も不利益も耐えることができないこと、懲罰的・報復的であること、そして、ありふれた行為や言葉によっても容易に怒りへと動かされることである。
ἀκολουθεῖ δὲ τῇ ὀργιλότητι τὸ παροξυντικὸν τοῦ ἤθους καὶ εὐμετάβολον, καὶ ἡ πικρολογία, καὶ τὸ ἐπὶ μικροῖς λυπεῖσθαι, καὶ τὸ ταῦτα πάσχειν ταχέως καὶ παρὰ βραχὺν καιρόν.
また、短気には人柄の激しさと移り気、刺々しい言葉、些細なことに心を痛めること、そしてこれらを素早く、またごく短い間だけ経験することが従う。
δειλίας δʼ ἐστὶ τὸ ὑπὸ τῶν τυχόντων φόβων εὐκίνητον εἶναι, καὶ μάλιστα τῶν περὶ θάνατον καὶ τὰς σωματικὰς πηρώσεις, καὶ τὸ ὑπολαμβάνειν κρεῖττον εἶναι ὁπωσοῦν σωθῆναι ἢ τελευτῆσαι καλῶς.
臆病の特徴とは、ありふれた恐怖、特に死や肉体の不自由に直面した恐怖によって容易に動揺すること、そして、美しく死ぬことよりもどのようにしてでも生き延びる方が優れていると考えることである。
ἀκολουθεῖ δὲ τῇ δειλίᾳ μαλακία, ἀνανδρία, ἀπονία, φιλοψυχία.
また、臆病には、軟弱さ、臆病、骨折りを嫌うこと、生への執着が従う。
ὕπεστι δέ τις εὐλάβεια καὶ τὸ ἀφιλόνεικον τοῦ ἤθους.
しかし、ある種の慎重さや人柄の非好戦性も根底に潜んでいる。
ἀκολασίας δʼ ἐστὶ τὸ αἱρεῖσθαι τὰς ἀπολαύσεις τῶν ἡδονῶν τῶν βλαβερῶν καὶ αἰσχρῶν, καὶ τὸ ὑπολαμβάνειν εὐδαιμονεῖν μάλιστα τοὺς ἐν ταῖς τοιαύταις ἡδοναῖς ὄντας, καὶ τὸ φιλογέλοιον εἶναι καὶ τὸ φιλοσκώπτην καὶ φιλευτράπελον, καὶ τὸ ῥᾳδιουργὸν εἶναι ἐν τοῖς λόγοις καὶ ἐν τοῖς ἔργοις.
放蕩の特徴とは、有害で醜い快楽の享受を選択すること、そのような快楽の中にある人々こそが最も幸福であると考えること、笑いを好み、嘲笑を好み、ふざけることを好むこと、そして言葉においても行いにおいても軽薄に振る舞うことである。
ἀκολουθεῖ δὲ τῇ ἀκολασίᾳ ἀταξία, ἀναίδεια, ἀκοσμία, τρυφή, ῥᾳθυμία, ἀμέλεια, ὀλιγωρία, ἔκλυσις.
また、放蕩には、無秩序、無恥、不作法、贅沢、不活発、怠慢、軽蔑、緩みが従う。
ἀκρασίας δʼ ἐστὶ τὸ κωλύοντος τοῦ λογισμοῦ τὰς ἀπολαύσεις τῶν ἡδονῶν αἱρεῖσθαι, καὶ τὸ ὑπολαμβάνοντα κρεῖττον εἶναι μὴ μετασχεῖν μὲν αὐτῶν, μετέχειν δὲ μηδὲν ἧττον, καὶ τὸ οἴεσθαι μὲν δεῖν πράττειν καὶ τὰ καλὰ καὶ τὰ συμφέροντα, ἀφίστασθαι δὲ αὐτῶν διὰ τὰς ἡδονάς.
不自制の特徴とは、理性が引き留めているにもかかわらず快楽の享受を選択すること、それらに与しない方が優れていると考えつつも、それにもかかわらず与してしまうこと、そして、美しく有益な事柄を行うべきであると考えつつも、快楽のためにそれらから遠ざかることである。
ἀκολουθεῖ δὲ τῇ ἀκρασίᾳ μαλακία καὶ μεταμέλεια καὶ τὰ πλεῖστα ταὐτὰ ἃ καὶ τῇ ἀκολασίᾳ.
また、不自制には、軟弱さ、後悔、そして放蕩に伴うものとほとんど同じ多くのものが従う。
ἀδικίας δʼ ἐστὶν εἴδη τρία, ἀσέβεια πλεονεξία ὕβρις.
不正には三つの種がある。 不敬、貪欲、傲慢である。
ἀσέβεια μὲν ἡ περὶ θεοὺς πλημμέλεια καὶ περὶ δαίμονας ἢ καὶ περὶ τοὺς κατοιχομένους, καὶ περὶ γονεῖς καὶ περὶ πατρίδα·
不敬とは、神々に対する過ち、ダイモーンたちに対する過ち、さらには亡くなった人々に対する過ち、そして両親に対する過ち、祖国に対する過ちである。
πλεονεξία δὲ περὶ τὰ συμβόλαια, παρὰ τὴν ἀξίαν αἱρουμένη τὸ διάφορον·
貪欲とは、契約におけるものであり、価値に反して余分な利益を選択することである。
ὕβρις δέ, καθʼ ἣν τὰς ἡδονὰς αὑτοῖς παρασκευάζουσιν, εἰς ὄνειδος ἀγαγόντες ἑτέρους, ὅθεν Εὔηνος περὶ αὐτῆς λέγει
"
ἥτις κερδαίνουσʼ οὐδὲν ὅμως ἀδικεῖ.
傲慢とは、他者を恥辱に導くことによって、自らに快楽をもたらすことである。 それゆえ、エウエノスはそれについて次のように語っている。 「何一つ得をしないのに、それでもなお不当に振る舞うもの。
"
ἔστι δὲ τῆς ἀδικίας τὸ παραβαίνειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ ἀπειθεῖν τοῖς νόμοις καὶ τοῖς ἄρχουσι, τὸ ψεύδεσθαι, τὸ ἐπιορκεῖν, τὸ παραβαίνειν τὰς ὁμολογίας καὶ τὰς πίστεις.
」また、不正の特徴とは、祖先伝来の慣習や掟に背くこと、法律や支配者に従わないこと、嘘をつくこと、偽証すること、合意や誓約に背くことである。
ἀκολουθεῖ δὲ τῇ ἀδικίᾳ συκοφαντία, ἀλαζονεία, φιλανθρωπία προσποίητος, κακοήθεια, πανουργία.
また、不正には中傷、虚飾、偽りの人間愛、意地悪さ、悪賢さが従う。
ἀνελευθερίας δʼ ἐστὶν εἴδη τρία, αἰσχροκερδία φειδωλία κιμβεία.
不寛大には三つの種がある。 卑しい利得の追求、けち、貪欲なけちである。
αἰσχροκερδία μέν, καθʼ ἣν κερδαίνειν ζητοῦσι πανταχόθεν, καὶ τὸ κέρδος τῆς αἰσχύνης περὶ πλείονος ποιοῦνται·
卑しい利得の追求とは、あらゆる場所から利益を得ようと求め、恥よりも利益を重んじることである。
φειδωλία δʼ ἐστὶ καθʼ ἣν ἀδάπανοι γίνονται τῶν χρημάτων εἰς τὸ δέον·
けちとは、必要なことに対して財を支出しないことである。
κιμβεία δʼ ἐστὶ καθʼ ἣν δαπανῶσι μέν, κατὰ μικρὸν δὲ καὶ κακῶς, καὶ πλέον βλάπτονται τῷ μὴ κατὰ καιρὸν ποιεῖσθαι τὸ διάφορον.
貪欲なけちとは、支出はするものの、少しずつ、かつ悪く演じ、支出を適時に行わないことによってより大きな損害を被ることである。
ἔστι δὲ τῆς ἀνελευθερίας τὸ περὶ πλείστου ποιεῖσθαι χρήματα, καὶ τὸ μηδὲν ὄνειδος ἡγεῖσθαι τῶν ποιούντων τὸ κέρδος, βίος θητικὸς καὶ δουλοπρεπὴς καὶ ῥυπαρός, φιλοτιμίας καὶ ἐλευθερίας ἀλλότριος.
また、不寛大の特徴とは、財を最も重んじること、利益をもたらす事柄についてはいかなる恥をも恥と思わないこと、日雇い労働者のような卑屈で、奴隷のようで、不潔な生活、名誉愛や自由とは相容れない生活を送ることである。
ἀκολουθεῖ δὲ τῇ ἀνελευθεριότητι μικρολογία, βαρυθυμία καὶ μικροψυχία, ταπεινότης, ἀμετρία, ἀγένεια, μισανθρωπία.
また、不寛大には、細かすぎる詮索、憂鬱、心の狭さ、卑屈さ、無節制、卑しさ、人間嫌いが従う。
μικροψυχίας δʼ ἐστὶ τὸ μήτε τιμὴν μήτε ἀτιμίαν μήτε εὐτυχίαν μήτε ἀτυχίαν δύνασθαι φέρειν, ἀλλὰ τιμώμενον μὲν χαυνοῦσθαι, μικρὰ δὲ εὐτυχήσαντα ὑπεξαίρεσθαι, ἀτιμίαν δὲ μηδὲ τὴν ἐλαχίστην ἐνεγκεῖν δύνασθαι, ἀπότευγμα δʼ ἄτην καὶ ἀτυχίαν κρίνειν μεγάλην, ὀδύρεσθαι δʼ ἐπὶ πᾶσι καὶ δυσφορεῖν.
心の狭さの特徴とは、名誉も不名誉も、幸運も不運も耐えられないことであり、称賛されればのぼせ上がり、少しの幸運で有頂天になり、極めて小さな不名誉にも耐えることができず、失敗を破滅や大いなる不運と見なし、あらゆることについて嘆き悲しみ、うろたえることである。
ἔτι δὲ τοιοῦτός ἐστιν ὁ μικρόψυχος οἷος πάντα τὰ ὀλιγωρήματα καλεῖν ὕβριν καὶ ἀτιμίαν, καὶ τὰ διʼ ἄγνοιαν ἢ λήθην γιγνόμενα.
さらに、心の狭い人とは、すべての軽視、たとえ無知や忘却によって生じたものであっても、それらを傲慢や侮辱と呼ぶような者である。
ἀκολουθεῖ δὲ τῇ μικροψυχίᾳ μικρολογία, μεμψιμοιρία, δυσελπιστία, ταπεινότης.
また、心の狭さには、細かすぎる詮索、愚痴、絶望、卑屈さが従う。
καθόλου δὲ τῆς μὲν ἀρετῆς ἐστὶ τὸ ποιεῖν σπουδαίαν τὴν διάθεσιν περὶ τὴν ψυχήν, ἠρεμαίαις καὶ τεταγμέναις κινήσεσι χρωμένην, συμφωνοῦσαν κατὰ πάντα τὰ μέρη·
総じて、徳の特徴とは、魂に関する状態を優れたものにし、魂が穏やかで秩序ある運動を用い、そのあらゆる部分において調和を保つようにすることである。
διὸ καὶ δοκεῖ παράδειγμα πολιτείας ἀγαθῆς εἶναι ψυχῆς σπουδαία διάθεσις.
それゆえ、優れた魂の状態は、善き国家体制の模範であるとも思われるのである。
ἔστι δὲ ἀρετῆς καὶ τὸ εὐεργετεῖν τοὺς ἀξίους, καὶ τὸ φιλεῖν τοὺς ἀγαθούς, καὶ τὸ μήτε κολαστικὸν εἶναι μήτε τιμωρητικόν, ἀλλὰ ἵλεων καὶ εὐμενικὸν καὶ συγγνωμονικόν.
また、徳の特徴としては、それに値する人々を恵むこと、善い人々を愛すること、そして懲罰的でも報復的でもなく、むしろ慈悲深く、好意的で、寛容であることでもある。
ἀκολουθεῖ δὲ τῇ ἀρετῇ χρηστότης, ἐπιείκεια, εὐγνωμοσύνη, ἐλπὶς ἀγαθή.
また、徳には、親切さ、公平さ、思いやり、良き希望が従う。
ἔτι δὲ καὶ τὰ τοιαῦτα οἷον φίλοικον εἶναι καὶ φιλόφιλον, φιλέταιρον, φιλόξενον, φιλάνθρωπον καὶ φιλόκαλον·
さらには、次のようなこと、すなわち、家庭を愛すること、友を愛すること、仲間を愛すること、客をもてなすこと、人間を愛すること、美しいものを愛することである。
ἃ δὴ πάντα τῶν ἐπαινουμένων ἐστίν.
これらはまさにすべて称賛されるべき事柄に属する。
τῆς δὲ κακίας ἐστὶ τὰ ἐναντία.
他方、悪徳の特徴とはその反対のことである。