Humanitext Reader

亚里士多德 · 论美德与恶德 §1249#2

各项具体美德的特质与定义

第 2 段,共 3 段 · 希腊语

内容简介

详细阐述了明智、温和、勇敢、节制、自制、正义、大度和慷慨等美德的具体表现与定义,并梳理了伴随这些美德的心理状态或特质。

§1249#2τῆς δὲ φρονήσεώς ἐστι τὸ βουλεύσασθαι, τὸ κρῖναι τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ πάντα τὰ ἐν τῷ βίῳ αἱρετὰ καὶ φευκτά, τὸ χρῆσθαι πᾶσι καλῶς τοῖς ὑπάρχουσιν ἀγαθοῖς, τὸ ὁμιλῆσαι ὀρθῶς, τὸ συνιδεῖν τοὺς καιρούς, τὸ ἀγχίνως χρήσασθαι καὶ λόγῳ καὶ ἔργῳ, τὸ τὴν ἐμπειρίαν ἔχειν τῶν χρησίμων πάντων.
明智的特征在于审慎思考,判断善与恶以及生活中一切可选择与应规避的事物,美好地利用一切现有的善物,正确地交往,审时度势,在言语和行动上敏锐地应对,以及拥有一切有用事物的经验。
ἡ μνήμη δὲ καὶ ἐμπειρία καὶ ἀγχίνοια ἤτοι ἀπὸ τῆς φρονήσεως ἑκάστη αὐτῶν ἐστίν, ἢ παρέπεται τῇ φρονήσει· ἢ τὰ μὲν αὐτῶν οἷον συναίτια τῆς φρονήσεώς ἐστι, καθάπερ ἐμπειρία καὶ ἡ μνήμη, τὰ δὲ οἷον μέρη αὐτῆς, οἷον εὐβουλία καὶ ἀγχίνοια.
记忆、经验和敏锐,它们中的每一个要么源于思虑,要么伴随着思虑;或者,其中一些是思虑的协同原因(如经验和记忆),而另一些则是它的部分(如善于审慎和敏锐)。
πραότητος δʼ ἐστὶ τὸ δύνασθαι φέρειν μετρίως ἐγκλήματα καὶ ὀλιγωρίας, καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὰς τιμωρίας, καὶ τὸ μὴ εὐκίνητον εἶναι πρὸς τὰς ὀργάς, ἄπικρον δὲ τῷ ἤθει καὶ ἀφιλόνεικον, ἔχοντα τὸ ἠρεμαῖον ἐν τῇ ψυχῇ καὶ στάσιμον.
温和的特征在于能够适度地承受指责和轻慢,不迅速冲向惩罚,不易动怒,性格不刻薄、不争强好胜,在灵魂中保持平静与稳定。
ἀνδρείας δʼ ἐστὶ τὸ δυσέκπληκτον ὑπὸ φόβων τῶν περὶ θάνατον, καὶ τὸ εὐθαρσῆ ἐν τοῖς δεινοῖς, καὶ τὸ εὔτολμον πρὸς τοὺς κινδύνους, καὶ τὸ μᾶλλον αἱρεῖσθαι τεθνάναι καλῶς ἢ αἰσχρῶς σωθῆναι, καὶ τὸ νίκης αἴτιον εἶναι.
勇敢的特征在于不易被关于死亡的恐惧所吓倒,在可怕的境遇中保持勇敢,以及在危险面前敢于冒险,宁愿美好地死去也不愿可耻地得救,以及成为胜利的原因。
ἔτι δὲ ἀνδρείας ἐστὶ καὶ τὸ πονεῖν καὶ καρτερεῖν καὶ αἱρεῖσθαι ἀνδραγαθίζεσθαι.
此外,勇敢还包括劳作、忍耐和选择展现男子气概。
παρέπεται δὲ τῇ ἀνδρείᾳ καὶ ἡ εὐτολμία καὶ ἡ εὐψυχία καὶ τὸ θάρσος καὶ τὸ θράσος, ἔτι δὲ καὶ ἡ φιλοπονία καὶ ἡ καρτερία.
伴随着勇敢的还有胆识、豪气、信心、大胆,此外还有勤劳和坚忍。
σωφροσύνης δʼ ἐστὶ τὸ μὴ θαυμάζειν τὰς ἀπολαύσεις τῶν σωματικῶν ἡδονῶν, καὶ τὸ εἶναι πάσης ἀπολαύσεως αἰσχρᾶς ἡδονῆς ἀνόρεκτον, καὶ τὸ φοβεῖσθαι καὶ τὴν δικαίαν ἄδειαν, καὶ τὸ τετάσθαι περὶ τὸν βίον ὁμοίως ἔν τε μικροῖς καὶ μεγάλοις.
节制的特征在于不崇尚肉体快乐的享受,对任何丑恶快乐的享受都不抱欲望,甚至害怕那合法的免罚,以及无论在小事还是大事上,在整个生活中都同样保持规矩。
παρέπεται δὲ τῇ σωφροσύνῃ εὐταξία, κοσμιότης, αἰδώς, εὐλάβεια.
伴随着节制的还有秩序、端庄、羞耻心和谨慎。
ἐγκρατείας δʼ ἐστὶ τὸ δύνασθαι κατασχεῖν τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας ἀπολαύσεις καὶ ἡδονάς, καὶ τὸ καρτερεῖν, καὶ τὸ ὑπομονητικὸν εἶναι τῆς κατὰ φύσιν ἐνδείας καὶ λύπης.
自制的特征在于能够用理智克制那冲向卑劣享受与快乐的欲望,能够忍耐,并且能够耐受自然的匮乏和痛苦。
δικαιοσύνης δʼ ἐστὶ τὸ διανεμητικὸν εἶναι τοῦ κατʼ ἀξίαν, καὶ σώζειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ σώζειν τοὺς γεγραμμένους νόμους, καὶ τὸ ἀληθεύειν ἐν τῷ διαφέροντι, καὶ τὸ διαφυλάττειν τὰς ὁμολογίας.
正义的特征在于按价值进行分配,维护祖传的习俗和法律,维护成文法,在利害冲突中说真话,以及遵守协议。
ἔστι δὲ πρώτη τῶν δικαιοσυνῶν πρὸς τοὺς θεούς, εἶτα πρὸς δαίμονας, εἶτα πρὸς πατρίδα καὶ γονεῖς, εἶτα πρὸς τοὺς κατοιχομένους· ἐν οἷς ἐστὶν ἡ εὐσέβεια, ἤτοι μέρος οὖσα δικαιοσύνης ἢ παρακολουθοῦσα.
正义的首要方面是对神明,其次是对精灵,再次是对祖国和父母,然后是对亡者;在这些关系中存在着虔敬,它要么是正义的一部分,要么伴随着正义。
ἀκολουθεῖ δὲ τῇ δικαιοσύνῃ καὶ ὁσιότης καὶ ἀλήθεια καὶ ἡ πίστις καὶ ἡ μισοπονηρία.
伴随着正义的还有神圣、真实、信义和憎恶邪恶。
ἐλευθεριότητος δʼ ἐστὶ τὸ προετικὸν εἶναι χρημάτων εἰς τὰ ἐπαινετά, καὶ δαψιλῆ ἐπὶ τῷ εἰς τὰ δέοντα ἀναλωθῆναι, καὶ τὸ βοηθητικὸν εἶναι ἐν τῷ διαφόρῳ, καὶ τὸ μὴ λαβεῖν ὅθεν μὴ δεῖ.
大度的特征在于为值得赞扬的事物慷慨解囊,在必要的开支上大方,在利益纠纷中乐于相助,以及不从不当渠道获取财物。
ἔστι δὲ ὁ ἐλευθέριος καὶ περὶ ἐσθῆτα καθαρὸς καὶ περὶ οἴκησιν, καὶ κατασκευαστικὸς τῶν περιττῶν καὶ καλῶν καὶ διαγωγὴν ἐχόντων ἡδεῖαν ἄνευ τοῦ λυσιτελοῦντος, καὶ θρεπτικὸς τῶν ζῴων τῶν ἴδιον ἐχόντων τι ἢ θαυμαστόν.
大度的人在衣着和住所方面也很整洁,乐于置办那些虽然无实用价值却富余、美观、且能带来愉快消遣的事物,并饲养具有独特或奇妙特征的动物。
ἀκολουθεῖ δὲ τῇ ἐλευθεριότητι τοῦ ἤθους ὑγρότης καὶ εὐαγωγία καὶ φιλανθρωπία καὶ τὸ εἶναι ἐλεητικὸν καὶ φιλόφιλον καὶ φιλόξενον καὶ φιλόκαλον.
伴随着性格的大度还有温和、易导、仁慈、富有同情心、爱友、好客和爱美。
μεγαλοψυχίας δʼ ἐστὶ τὸ καλῶς ἐνεγκεῖν καὶ εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν, καὶ τὸ θαυμάζειν μήτε τρυφὴν μήτε θεραπείαν μήτε ἐξουσίαν μήτε τὰς νίκας τὰς ἐναγωνίους, ἔχειν δέ τι βάθος τῆς ψυχῆς καὶ μέγεθος.
慷慨的特征在于体面地承受幸运与厄运、荣誉与耻辱,不崇尚奢侈、逢迎、权力和竞技中的胜利,而是灵魂具有某种深度和广度。
ἔστι δὲ μεγαλόψυχος οὔθʼ ὁ τὸ ζῆν περὶ πολλοῦ ποιούμενος οὔθʼ ὁ φιλόζωος. ἁπλοῦς δὲ τῷ ἤθει καὶ γενναῖος, ἀδικεῖσθαι δυνάμενος, καὶ οὐ τιμωρητικός.
慷慨的人既不极度看重生命,也不贪生怕死,而是性格单纯、高尚,能够承受不公待遇,且不图报复。
ἀκολουθεῖ δὲ τῇ μεγαλοψυχίᾳ ἁπλότης καὶ ἀλήθεια.
伴随着慷慨的还有单纯和真实。

词汇与语法注释

  1. 1249bτῆς δὲ φρονήσεώς ἐστι — 属格名词 `τῆς δὲ φρονήσεώς` 与系动词 `ἐστι` 以及名词化的不定式(如 `τὸ βουλεύσασθαι`)相结合,构成了表示特征或属性的属格结构(特征属格),意为“……是思虑的特征(作用)”。这一句式结构在此后对其他美德的定义中同样反复出现。
  2. 1249bτὸ τὴν ἐμπειρίαν ἔχειν — 宾格的 `τὴν ἐμπειρίαν` 是不定式 `ἔχειν` 的直接宾语,而非其逻辑主语。根据语境,该不定式整体的暗含主语是“有思虑的人”(或一般人),应理解为“[人们]拥有一切有用事物的经验”。
  3. 1250bτὸ τετάσθαι — 动词 `τάσσω`(整理、安排)的完成时被动不定式。此处具有反身或被动的含义,表示在生活中“约束自己”或“使(生活)保持井然有序”。
  4. 1250bπρώτη τῶν δικαιοσυνῶν — 此处使用复数形式 `δικαιοσυνῶν`(字面意为“诸种正义”),是因为正义所针对的对象(神明、精灵、祖国等)不同,其履行的义务和表现形式也随之不同,因而被视为多种具体正义的表现。
  5. 1250bκατασκευαστικὸς τῶν περιττῶν — 表示能力或倾向的形容词 `κατασκευαστικός`(善于置办/获得的)支配宾格性属格 `τῶν περιττῶν`(多余的事物、富余的事物)。此处的 `περιττός` 并非指无用的废物,而是指超越了实用必要性的、具有审美或精神价值的“富余之物”或“装饰性事物”。

引用这一段

亚里士多德, 论美德与恶德 §1249#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg045.humanitext-grc2:1249%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。