§7.3#1Ἀναιρεῖν μὲν οὖν ὅρον οὕτως καὶ διὰ τούτων ἀεὶ πειρατέον·
このようにして、またこれらのものを通じて、定義を覆すことを常に試みるべきである。
ἐὰν δὲ κατασκευάζειν βουλώμεθα, πρῶτον μὲν εἰδέναι δεῖ ὅτι οὐδεὶς ἢ ὀλίγοι τῶν διαλεγομένων ὅρον συλλογίζονται, ἀλλὰ πάντες ἀρχὴν τὸ τοιοῦτον λαμβάνουσιν, οἷον οἵ τε περὶ γεωμετρίαν καὶ ἀριθμοὺς καὶ τὰς ἄλλας τὰς τοιαύτας μαθήσεις·
しかし、もし定義を立証しようと望むなら、まず第一に、対話をする者のうちで定義を推論する者は誰もいないか、あるいはほとんどおらず、誰もが出発点としてそのようなものを受け入れていることを知らねばならない。 例えば、幾何学や数論、その他これらに類する諸学に携わる者たちがそうである。
εἶθ᾿ ὅτι δι᾿ ἀκριβείας μὲν ἄλλης ἐστὶ πραγματείας ἀποδοῦναι καὶ τί ἐστιν ὅρος καὶ πῶς ὁρίζεσθαι δεῖ, νῦν δ᾿ ὅσον ἱκανὸν πρὸς τὴν παροῦσαν χρείαν, ὥστε τοσοῦτον μόνον λεκτέον ὅτι δυνατὸν γενέσθαι ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι συλλογισμόν.
次いで、定義とは何か、またどのように定義すべきかを厳密に提示することは、別の学問的探究に属することであるが、今は現在の必要に対して十分な程度に、すなわち定義と本質(何であるか)の推論が成立しうるということだけを述べればよい。
Εἰ γάρ ἐστιν ὅρος λόγος ὁ τὸ τί ἦν εἶναι τῷ πράγματι δῆλων, καὶ δεῖ τὰ ἐν τῷ ὅρῳ κατηγορούμενα καὶ ἐν τῷ τί ἐστι τοῦ πράγματος μόνα κατηγορεῖσθαι, κατηγορεῖται δ᾿ ἐν τῷ τί ἐστι τὰ γένη καὶ αἱ διαφοραί, φανερὸν ὡς εἴ τις λάβοι ταῦτα μόνον ἐν τῷ τί ἐστι τοῦ πράγματος κατηγορεῖσθαι, ὅτι ὁ ταῦτα ἔχων λόγος ὅρος ἐξ ἀνάγκης ἂν εἴη·
なぜなら、もし定義がその事物の本質を明らかにする説明式であり、定義に含まれる述語がその事物の本質においてのみ述べられるべきものであり、また本質において述べられるのが類と種差だけであるとするなら、もし誰かがこれらだけが事物の本質において述べられているとするならば、これらを持つ説明式は必然的に定義となるであろうことは明らかだからである。
οὐ γὰρ ἐνδέχεται ἕτερον εἶναι ὅρον, ἐπειδὴ οὐδὲν ἕτερον ἐν τῷ τί ἐστι τοῦ πράγματος κατηγορεῖται.
なぜなら、事物の本質において他には何も述べられない以上、別のものが定義であることはあり得ないからである。
Ὅτι μὲν οὖν ἐγχωρεῖ συλλογισμὸν ὅρου γενέσθαι, φανερόν·
したがって、定義の推論が可能であることは明らかである。
ἐκ τίνων δὲ δεῖ κατασκευάζειν, διώρισται μὲν ἐν ἑτέροις ἀκριβέστερον, πρὸς δὲ τὴν προκειμένην μέθοδον οἱ αὐτοὶ τόποι χρήσιμοι.
いかなるものから立証すべきかについては、他の箇所でより厳密に規定されているが、当面の体系的な方法にとっては、同じトポスが有用である。
Σκεπτέον γὰρ ἐπὶ τῶν ἐναντίων καὶ τῶν ἄλλων τῶν ἀντικειμένων, καὶ ὅλους τοὺς λόγους καὶ κατὰ μέρος ἐπισκοποῦντα·
すなわち、反対のものや他の対立するものについて、説明式を全体としても、また部分ごとにも検討しなければならない。
εἰ γὰρ ὁ ἀντικείμενος τοῦ ἀντικειμένου, καὶ τὸν εἰρημένον τοῦ προκειμένου ἀνάγκη εἶναι.
なぜなら、もし対立するものの定義が対立するものの定義であるなら、述べられた説明式も提示された事物の定義であることが必然だからである。
Ἐπεὶ δὲ τῶν ἐναντίων πλείους συμπλοκαί, ληπτέον τῶν ἐναντίων, ὁποίου ἂν μάλιστα φανῇ ὁ ἐναντίος ὁρισμός.
しかし、反対のものには複数の組み合わせがあるので、反対のもののうち、その反対の定義が最も明らかになるようなものを取り上げなければならない。
Ὅλους μὲν οὖν τοὺς λόγους καθάπερ εἴρηται σκεπτέον, κατὰ μέρος δ᾿ ὧδε.
説明式全体については今述べたように検討すべきであり、部分ごとには以下のように検討する。
Πρῶτον μὲν οὖν ὅτι τὸ ἀποδοθὲν γένος ὀρθῶς ἀποδέδοται.
まず第一に、提示された類が正しく提示されているかどうかである。
Εἰ γὰρ τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ, τὸ δὲ προκείμενον μή ἐστιν ἐν τῷ αὐτῷ, δῆλον ὅτι ἐν τῷ ἐναντίῳ ἂν εἴη, ἐπειδὴ ἀνάγκη τὰ ἐναντία ἐν τῷ αὐτῷ ἢ ἐν τοῖς ἐναντίοις γένεσιν εἶναι.
なぜなら、もし反対のものが反対の類にあり、提示されたものがその同じ類にないならば、それは反対の類にあることが明らかだからである。 というのも、反対のものは同一の類にあるか、あるいは反対の類にあるかのいずれかでなければならないからである。
Καὶ τὰς διαφορὰς δὲ τὰς ἐναντίας τῶν ἐναντίων ἀξιοῦμεν κατηγορεῖσθαι, καθάπερ λευκοῦ καὶ μέλανος·
また、反対のものについては、例えば白と黒のように、反対の種差が述べられるべきだと我々は考える。
τὸ μὲν γὰρ διακριτικὸν τὸ δὲ συγκριτικὸν ὄψεως.
一方は視覚を分断するものであり、他方は凝集するものだからである。
Ὥστ᾿ εἰ τοῦ ἐναντίου αἱ ἐναντίαι κατηγοροῦνται, τοῦ προκειμένου αἱ ἀποδοθεῖσαι κατηγοροῖντ᾿ ἄν.
それゆえ、もし反対のものについて反対の種差が述べられるなら、提示されたものについても、提示された種差が述べられるであろう。
Ὥστ᾿ ἐπεὶ καὶ τὸ γένος καὶ αἱ διαφοραὶ ὀρθῶς ἀποδέδονται, δῆλον ὅτι ὁρισμὸς ἂν εἴη ὁ ἀποδοθείς.
したがって、類も種差も正しく提示されている以上、提示された説明式が定義であることは明らかである。
Ἢ οὐκ ἀναγκαῖον τῶν ἐναντίων τὰς ἐναντίας διαφορὰς κατηγορεῖσθαι, ἂν μὴ ἐν τῷ αὐτῷ γένει ᾖ τὰ ἐναντία·
あるいは、反対のものが同一の類に属していない限り、反対のものについて反対の種差が述べられることは必然ではない。
ὧν δὲ τὰ γένη ἐναντία, οὐδὲν κωλύει τὴν αὐτὴν διαφορὰν κατ᾿ ἀμφοῖν λέγεσθαι, οἷον κατὰ δικαιοσύνης καὶ ἀδικίας·
類が反対であるものについては、同一の種差が両者について述べられることを妨げるものは何もない。 例えば、正義と不正において、一方は魂の徳であり、他方は魂の悪徳である。 それゆえ、魂のという種差が両者について言われる。
τὸ μὲν γὰρ ἀρετὴ τὸ δὲ κακία ψυχῆς, ὥστε τὸ ψυχῆς διαφορὰ ἐν ἀμφοῖν λέγεται, ἐπειδὴ καὶ σώματός ἐστιν ἀρετὴ καὶ κακία.
なぜなら、身体の徳や悪徳も存在するからである。