Humanitext Reader

亚里士多德 · 论题篇 §7.3#1

确立定义的原理与基于对立者的论题

第 77 段,共 94 段 · 希腊语

内容简介

论述确立定义的可能性及其原理,并从整体与部分(类和种差)的角度,提出了基于对立者(相反者)的确立定义论题。

§7.3#1Ἀναιρεῖν μὲν οὖν ὅρον οὕτως καὶ διὰ τούτων ἀεὶ πειρατέον· ἐὰν δὲ κατασκευάζειν βουλώμεθα, πρῶτον μὲν εἰδέναι δεῖ ὅτι οὐδεὶς ἢ ὀλίγοι τῶν διαλεγομένων ὅρον συλλογίζονται, ἀλλὰ πάντες ἀρχὴν τὸ τοιοῦτον λαμβάνουσιν, οἷον οἵ τε περὶ γεωμετρίαν καὶ ἀριθμοὺς καὶ τὰς ἄλλας τὰς τοιαύτας μαθήσεις·
因此,我们必须始终以这种方式并凭借这些论题来反驳定义;但如果我们希望确立定义,首先必须知道,在进行辩论的人中,没有一个或只有极少数人通过推论得出定义,相反,所有人都是把定义作为起点来接受的,例如从事几何学、数论以及其他类似学科的人。
εἶθ᾿ ὅτι δι᾿ ἀκριβείας μὲν ἄλλης ἐστὶ πραγματείας ἀποδοῦναι καὶ τί ἐστιν ὅρος καὶ πῶς ὁρίζεσθαι δεῖ, νῦν δ᾿ ὅσον ἱκανὸν πρὸς τὴν παροῦσαν χρείαν, ὥστε τοσοῦτον μόνον λεκτέον ὅτι δυνατὸν γενέσθαι ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι συλλογισμόν.
其次,我们必须知道,虽然要精确地说明定义是什么以及应当如何下定义是另一门学科的任务,但现在只需给出足以满足当前需要的说明,因此只需说明这一点:即关于定义和本质(“是什么”)的推论是可能存在的。
Εἰ γάρ ἐστιν ὅρος λόγος ὁ τὸ τί ἦν εἶναι τῷ πράγματι δῆλων, καὶ δεῖ τὰ ἐν τῷ ὅρῳ κατηγορούμενα καὶ ἐν τῷ τί ἐστι τοῦ πράγματος μόνα κατηγορεῖσθαι, κατηγορεῖται δ᾿ ἐν τῷ τί ἐστι τὰ γένη καὶ αἱ διαφοραί, φανερὸν ὡς εἴ τις λάβοι ταῦτα μόνον ἐν τῷ τί ἐστι τοῦ πράγματος κατηγορεῖσθαι, ὅτι ὁ ταῦτα ἔχων λόγος ὅρος ἐξ ἀνάγκης ἂν εἴη· οὐ γὰρ ἐνδέχεται ἕτερον εἶναι ὅρον, ἐπειδὴ οὐδὲν ἕτερον ἐν τῷ τί ἐστι τοῦ πράγματος κατηγορεῖται.
因为如果定义是表明事物本质的定义式,且定义中所陈述的属性必须是唯一在事物的“是什么”中陈述的属性,而类和种差是在“是什么”中被陈述的,那么显而易见,如果有人断定只有这些在事物的“是什么”中被陈述,那么包含这些的定义式必然就是定义;因为不可能有其他的定义,因为没有其他任何东西是在事物的“是什么”中被陈述的。
Ὅτι μὲν οὖν ἐγχωρεῖ συλλογισμὸν ὅρου γενέσθαι, φανερόν· ἐκ τίνων δὲ δεῖ κατασκευάζειν, διώρισται μὲν ἐν ἑτέροις ἀκριβέστερον, πρὸς δὲ τὴν προκειμένην μέθοδον οἱ αὐτοὶ τόποι χρήσιμοι.
因此,可以对定义进行推论是显而易见的;但应当从哪些材料中去确立它,已在其他地方得到了更精确的界定,不过对于当前的路径而言,相同的论题也是有用的。
Σκεπτέον γὰρ ἐπὶ τῶν ἐναντίων καὶ τῶν ἄλλων τῶν ἀντικειμένων, καὶ ὅλους τοὺς λόγους καὶ κατὰ μέρος ἐπισκοποῦντα· εἰ γὰρ ὁ ἀντικείμενος τοῦ ἀντικειμένου, καὶ τὸν εἰρημένον τοῦ προκειμένου ἀνάγκη εἶναι.
因为我们必须对相反者以及其他对立者进行考察,既要从整体上也要部分地审视这些定义式;因为如果对立者的定义是对立者的定义,那么所说的定义式也必然是当前事物的定义。
Ἐπεὶ δὲ τῶν ἐναντίων πλείους συμπλοκαί, ληπτέον τῶν ἐναντίων, ὁποίου ἂν μάλιστα φανῇ ὁ ἐναντίος ὁρισμός.
但是,既然相反者有多种结合方式,我们就应当在相反者中,选择那个相反定义最明显地呈现出来的结合。
Ὅλους μὲν οὖν τοὺς λόγους καθάπερ εἴρηται σκεπτέον, κατὰ μέρος δ᾿ ὧδε.
因此,对于作为整体的定义式应当如前所述进行考察,而对于部分则如下进行。
Πρῶτον μὲν οὖν ὅτι τὸ ἀποδοθὲν γένος ὀρθῶς ἀποδέδοται.
首先,要看给出的类是否给得正确。
Εἰ γὰρ τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ, τὸ δὲ προκείμενον μή ἐστιν ἐν τῷ αὐτῷ, δῆλον ὅτι ἐν τῷ ἐναντίῳ ἂν εἴη, ἐπειδὴ ἀνάγκη τὰ ἐναντία ἐν τῷ αὐτῷ ἢ ἐν τοῖς ἐναντίοις γένεσιν εἶναι.
因为如果相反者在相反的类中,而当前的事物不在同一个类中,显而易见,它就应当在相反的类中,因为相反者必须要么在同一个类中,要么在相反的类中。
Καὶ τὰς διαφορὰς δὲ τὰς ἐναντίας τῶν ἐναντίων ἀξιοῦμεν κατηγορεῖσθαι, καθάπερ λευκοῦ καὶ μέλανος· τὸ μὲν γὰρ διακριτικὸν τὸ δὲ συγκριτικὸν ὄψεως.
我们还要求相反者的相反种差也能被陈述,就像在白和黑的情况下一样;因为一者是视觉的分立者,另一者是视觉的凝聚者。
Ὥστ᾿ εἰ τοῦ ἐναντίου αἱ ἐναντίαι κατηγοροῦνται, τοῦ προκειμένου αἱ ἀποδοθεῖσαι κατηγοροῖντ᾿ ἄν.
因此,如果相反种差陈述于相反者,那么给出的种差也会陈述于当前事物。
Ὥστ᾿ ἐπεὶ καὶ τὸ γένος καὶ αἱ διαφοραὶ ὀρθῶς ἀποδέδονται, δῆλον ὅτι ὁρισμὸς ἂν εἴη ὁ ἀποδοθείς.
因此,既然类和种差都被正确地给出,显然给出的定义式就会是定义。
Ἢ οὐκ ἀναγκαῖον τῶν ἐναντίων τὰς ἐναντίας διαφορὰς κατηγορεῖσθαι, ἂν μὴ ἐν τῷ αὐτῷ γένει ᾖ τὰ ἐναντία·
或者,除非相反者处于同一个类中,否则相反者的相反种差并不必然被陈述?
ὧν δὲ τὰ γένη ἐναντία, οὐδὲν κωλύει τὴν αὐτὴν διαφορὰν κατ᾿ ἀμφοῖν λέγεσθαι, οἷον κατὰ δικαιοσύνης καὶ ἀδικίας· τὸ μὲν γὰρ ἀρετὴ τὸ δὲ κακία ψυχῆς, ὥστε τὸ ψυχῆς διαφορὰ ἐν ἀμφοῖν λέγεται, ἐπειδὴ καὶ σώματός ἐστιν ἀρετὴ καὶ κακία.
而当它们的类是相反的时候,没有什么能阻止相同的种差陈述于两者,例如正义和非正义;因为一者是灵魂的德性,另一者是灵魂的恶德,所以灵魂的这一种差陈述于两者,因为也有身体的德性和恶德。

词汇与语法注释

  1. §7.3#1ἀρχὴν — 名词 ἀρχή 的单数宾格形式。虽然它常在否定句中作副词使用,表示“根本”、“完全”,但在此结合后文关于几何学等学科的类比,最适合被理解为作宾语补足语的“作为起点(或原理)”。
  2. ¦p.394¦διακριτικὸν τὸ δὲ συγκριτικὸν ὄψεως — ὄψεως 是名 ὄψις(视觉)的单数属格形式,在此作为形容词 διακριτικόν(分立的、分散的)和 συγκριτικόν(凝聚的、收缩的)的宾格性属格,分别表示“分立视觉者”与“凝聚视觉者”。

引用这一段

亚里士多德, 论题篇 §7.3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:7.3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。