§6.14Πάλιν εἰ τὴν τούτων σύνθεσιν εἴρηκε τὸ ὅλον, οἷον τῆς ψυχῆς καὶ τοῦ σώματος σύνθεσιν ζῷον, πρῶτον μὲν σκοπεῖν εἰ μὴ εἴρηκε ποία σύνθεσις, καθάπερ εἰ σάρκα ὁριζόμενος ἢ ὀστοῦν τὴν πυρὸς καὶ γῆς καὶ ἀέρος εἶπε σύνθεσιν.
また、全体をこれら[の要素]の結合であると述べているかどうか、例えば生物を魂と体の結合であると定義する場合のように検討せよ。 第一に、どのような結合であるかを述べていないかどうかを検討せよ。 例えば肉や骨を定義して、それを火と土と空気の結合であると言った場合のように。
Οὐ γὰρ ἀπόχρη τὸ σύνθεσιν εἰπεῖν, ἀλλὰ καὶ ποία τις προσδιοριστέον·
なぜなら、結合と言うだけでは十分ではなく、さらにそれがどのような種類のものであるかを追加して限定しなければならないからである。
οὐ γὰρ ὁπωσοῦν συντεθέντων τούτων σὰρξ γίνεται, ἀλλ᾿ οὑτωσὶ μὲν συντεθέντων σάρξ, οὑτωσὶ δ᾿ ὀστοῦν.
これらがどのように結合しても肉になるわけではなく、このように結合すれば肉となり、あのように結合すれば骨となるからである。
Ἔοικε δ᾿ οὐδ᾿ εἶναι τὸ παράπαν συνθέσει ταὐτὸν οὐδέτερον τῶν εἰρημένων·
さらに、上述のもののいずれも、そもそも結合と同一ではないと思われる。
συνθέσει μὲν γὰρ πάσῃ διάλυσις ἐναντίον, τῶν δ᾿ εἰρημένων οὐδετέρῳ οὐδέν.
なぜなら、すべての結合には分解が反対語であるが、上述のもののいずれにも反対のものはないからである。
Ἔτι εἰ ὁμοίως πιθανὸν πᾶν τὸ σύνθετον σύνθεσιν εἶναι ἢ μηδέν, τῶν δὲ ζῴων ἕκαστον σύνθετον ὂν μή ἐστι σύνθεσις, οὐδὲ τῶν ἄλλων οὐδὲν τῶν συνθέτων σύνθεσις ἂν εἴη.
さらに、もしすべての合成物が結合であるか、あるいは何一つ結合ではないということが同様に説得力があるとして、しかも生物のそれぞれは合成物でありながら結合ではないとすれば、他のいかなる合成物も結合ではないことになるだろう。
Πάλιν εἰ ὁμοίως ἔν τινι πέφυκεν ὑπάρχειν τἀναντία, ὥρισται δὲ διὰ θατέρου, δῆλον ὅτι οὐχ ὥρισται.
また、もし反対のものが同様にあるものに本性上属し得るのに、その一方によって定義されているなら、明らかに定義されていない。
Εἰ δὲ μή, πλείους τοῦ αὐτοῦ συμβήσεται ὁρισμοὺς εἶναι·
さもなければ、同一のものに対して複数の定義が存在することになってしまう。
τί γὰρ μᾶλλον ὁ διὰ τούτου ἢ ὁ διὰ τοῦ ἑτέρου ὁρισάμενος εἴρηκεν, ἐπειδὴ ὁμοίως ἀμφότερα πέφυκε γίνεσθαι ἐν αὐτῷ;
なぜなら、両方が同様にそのものに生じることが本性上可能であるのに、なぜ一方によって定義した人の方が、他方によって定義した人よりも正しく述べていると言えるだろうか。
τοιοῦτος δ᾿ ὁ τῆς ψυχῆς ὅρος, εἰ ἔστιν οὐσία ἐπιστήμης δεκτική·
もし魂の定義が「知識を受け入れ得る実体」であるなら、このようなものである。
Ὁμοίως γὰρ καὶ ἀγνοίας ἐστὶ δεκτική.
なぜなら、魂は同様に無知をも受け入れ得るからである。
Δεῖ δὲ καὶ ἐὰν μὴ πρὸς ὅλον ἔχῃ τις ἐπιχειρεῖν τὸν ὁρισμὸν διὰ τὸ μὴ γνώριμον εἶναι τὸ ὅλον, πρὸς τῶν μερῶν τι ἐπιχειρεῖν, ἐὰν ᾖ γνώριμον καὶ μὴ καλῶς ἀποδεδομένον φαίνηται·
また、もし全体が不明瞭であるために定義全体に対して反論できない場合でも、もし部分の中に明瞭で、しかも正しく提示されていないと思われるものがあれば、その部分のどれかに対して反論を試みなければならない。
τοῦ γὰρ μέρους ἀναιρεθέντος καὶ ὁ πᾶς ὁρισμὸς ἀναιρεῖται.
なぜなら、部分が覆されれば、定義全体も覆されるからである。
Ὅσοι τ᾿ ἀσαφεῖς τῶν ὁρισμῶν, συνδιορθώσαντα καὶ συσχηματίσαντα πρὸς τὸ δηλοῦν τι καὶ ἔχειν ἐπιχείρημα, οὕτως ἐπισκοπεῖν·
定義のうち曖昧なものについては、共同で修正し形を整え、それが何かを明らかにし、かつ反論の手がかりを持てるようにした上で、そのようにして検討せよ。
ἀναγκαῖον γὰρ τῷ ἀποκρινομένῳ ἢ δέχεσθαι τὸ ἐκλαμβανόμενον ὑπὸ τοῦ ἐρωτῶντος, ἢ αὐτὸν διασαφῆσαι τί ποτε τυγχάνει τὸ δηλούμενον ὑπὸ τοῦ λόγου.
なぜなら、回答者は、質問者によって理解された意味を受け入れるか、あるいはその言葉によって何が意味されているのかを自ら明確に説明するかの、どちらかをせざるを得ないからである。
Ἔτι καθάπερ ἐν ταῖς ἐκκλησίαις νόμον εἰώθασιν ἐπεισφέρειν, κἂν ᾖ βελτίων ὁ ἐπεισφερόμενος, ἀναιροῦσι τὸν ἔμπροσθεν, οὕτω καὶ ἐπὶ τῶν ὁρισμῶν ποιητέον καὶ αὐτὸν ὁρισμὸν ἕτερον οἰστέον·
さらに、民会において新しい法律を導入する習慣があり、もし導入される法律の方が優れていれば、以前の法律を廃止するように、定義の場合も同様にすべきであり、自分自身で別の定義を提出しなければならない。
ἐὰν γὰρ φαίνηται βελτίων καὶ μᾶλλον δηλῶν τὸ ὁριζόμενον, δῆλον ὅτι ἀνῃρημένος ἔσται ὁ κείμενος, ἐπειδὴ οὐκ εἰσὶ πλείους τοῦ αὐτοῦ ὁρισμοί.
なぜなら、もしその定義の方が優れており、定義対象をより明確に示していると思われるなら、同一のものに対して複数の定義は存在しない以上、提示されていた定義は廃止されることになるのが明らかだからである。
Πρὸς ἅπαντας δὲ τοὺς ὁρισμοὺς οὐκ ἐλάχιστον στοιχεῖον τὸ πρὸς ἑαυτὸν εὐστόχως ὁρίσασθαι τὸ προκείμενον ἢ καλῶς εἰρημένον ὅρον ἀναλαβεῖν·
すべての定義に対して、提示された課題を自分自身に対して的確に定義すること、あるいは正しく述べられた定義を取り入れることは、決して小さな基礎的要素ではない。
ἀνάγκη γάρ, ὥσπερ πρὸς παράδειγμα θεώμενον, τό τ᾿ ἐλλεῖπον ὧν προσῆκεν ἔχειν τὸν ὁρισμὸν καὶ τὸ προσκείμενον περιέργως καθορᾶν, ὥστε μᾶλλον ἐπιχειρημάτων εὐπορεῖν.
なぜなら、あたかも手本を見つめるようにして、その定義が持つべきもののうち欠けているものと、余計に付け加えられているものをはっきりと見極めることができ、その結果、反論の論拠をより容易に得ることができるからである。
Τὰ μὲν οὖν περὶ τοὺς ὁρισμοὺς ἐπὶ τοσοῦτον εἰρήσθω.
定義に関する事柄については、これくらいにしておこう。