§6.14Πάλιν εἰ τὴν τούτων σύνθεσιν εἴρηκε τὸ ὅλον, οἷον τῆς ψυχῆς καὶ τοῦ σώματος σύνθεσιν ζῷον, πρῶτον μὲν σκοπεῖν εἰ μὴ εἴρηκε ποία σύνθεσις, καθάπερ εἰ σάρκα ὁριζόμενος ἢ ὀστοῦν τὴν πυρὸς καὶ γῆς καὶ ἀέρος εἶπε σύνθεσιν.
再次,看他是否将整体说成是这些要素的结合,例如将生物定义为灵魂与肉体的结合。 首先,看他是否没有说明是哪种结合,正如在定义肉或骨时,将其说成是火、土和空气的结合。
Οὐ γὰρ ἀπόχρη τὸ σύνθεσιν εἰπεῖν, ἀλλὰ καὶ ποία τις προσδιοριστέον· οὐ γὰρ ὁπωσοῦν συντεθέντων τούτων σὰρξ γίνεται, ἀλλ᾿ οὑτωσὶ μὲν συντεθέντων σάρξ, οὑτωσὶ δ᾿ ὀστοῦν.
因为单说“结合”是不够的,还必须另外限定其属于哪种类型;因为这些要素并非以任何方式拼凑在一起都会成为肉,而是以这种方式结合才是肉,以那种方式结合才是骨。
Ἔοικε δ᾿ οὐδ᾿ εἶναι τὸ παράπαν συνθέσει ταὐτὸν οὐδέτερον τῶν εἰρημένων·
此外,上述两者似乎根本不与“结合”等同。
συνθέσει μὲν γὰρ πάσῃ διάλυσις ἐναντίον, τῶν δ᾿ εἰρημένων οὐδετέρῳ οὐδέν.
因为对任何结合而言,瓦解都是其相反者,而上述两者则没有任何相反者。
Ἔτι εἰ ὁμοίως πιθανὸν πᾶν τὸ σύνθετον σύνθεσιν εἶναι ἢ μηδέν, τῶν δὲ ζῴων ἕκαστον σύνθετον ὂν μή ἐστι σύνθεσις, οὐδὲ τῶν ἄλλων οὐδὲν τῶν συνθέτων σύνθεσις ἂν εἴη.
此外,看是否同样有理由认为,要么所有合成物都是结合,要么没有一个是结合;而如果每一个生物作为合成物而不是结合,那么其他合成物中也就没有一个是结合。
Πάλιν εἰ ὁμοίως ἔν τινι πέφυκεν ὑπάρχειν τἀναντία, ὥρισται δὲ διὰ θατέρου, δῆλον ὅτι οὐχ ὥρισται.
再次,如果相反者同样可以本性上属于某物,而它却仅通过其中一方被定义,那么显而易见它并没有被定义。
Εἰ δὲ μή, πλείους τοῦ αὐτοῦ συμβήσεται ὁρισμοὺς εἶναι·
否则,同一事物将会出现多个定义。
τί γὰρ μᾶλλον ὁ διὰ τούτου ἢ ὁ διὰ τοῦ ἑτέρου ὁρισάμενος εἴρηκεν, ἐπειδὴ ὁμοίως ἀμφότερα πέφυκε γίνεσθαι ἐν αὐτῷ;
因为,既然两者同样本性上可以在其中产生,为什么用这一方定义的人比用另一方定义的人说得更正确呢?
τοιοῦτος δ᾿ ὁ τῆς ψυχῆς ὅρος, εἰ ἔστιν οὐσία ἐπιστήμης δεκτική· Ὁμοίως γὰρ καὶ ἀγνοίας ἐστὶ δεκτική.
如果灵魂的定义是“能够接受知识的实体”,情况就是如此;因为灵魂同样也能接受无知。
Δεῖ δὲ καὶ ἐὰν μὴ πρὸς ὅλον ἔχῃ τις ἐπιχειρεῖν τὸν ὁρισμὸν διὰ τὸ μὴ γνώριμον εἶναι τὸ ὅλον, πρὸς τῶν μερῶν τι ἐπιχειρεῖν, ἐὰν ᾖ γνώριμον καὶ μὴ καλῶς ἀποδεδομένον φαίνηται· τοῦ γὰρ μέρους ἀναιρεθέντος καὶ ὁ πᾶς ὁρισμὸς ἀναιρεῖται.
而且,即使因为整体不为人知而无法对整个定义进行反驳,如果其中某个部分是可知的且显得没有被正确地给出,也必须对该部分进行反驳;因为一旦部分被推翻,整个定义也就被推翻了。
Ὅσοι τ᾿ ἀσαφεῖς τῶν ὁρισμῶν, συνδιορθώσαντα καὶ συσχηματίσαντα πρὸς τὸ δηλοῦν τι καὶ ἔχειν ἐπιχείρημα, οὕτως ἐπισκοπεῖν· ἀναγκαῖον γὰρ τῷ ἀποκρινομένῳ ἢ δέχεσθαι τὸ ἐκλαμβανόμενον ὑπὸ τοῦ ἐρωτῶντος, ἢ αὐτὸν διασαφῆσαι τί ποτε τυγχάνει τὸ δηλούμενον ὑπὸ τοῦ λόγου.
对于那些模糊的定义,在共同加以修正和整理以使它们有所指明并提供反驳的立足点之后,再进行考察;因为回答者必须要么接受提问者所理解的意思,要么自己澄清该言辞究竟表达了什么。
Ἔτι καθάπερ ἐν ταῖς ἐκκλησίαις νόμον εἰώθασιν ἐπεισφέρειν, κἂν ᾖ βελτίων ὁ ἐπεισφερόμενος, ἀναιροῦσι τὸν ἔμπροσθεν, οὕτω καὶ ἐπὶ τῶν ὁρισμῶν ποιητέον καὶ αὐτὸν ὁρισμὸν ἕτερον οἰστέον· ἐὰν γὰρ φαίνηται βελτίων καὶ μᾶλλον δηλῶν τὸ ὁριζόμενον, δῆλον ὅτι ἀνῃρημένος ἔσται ὁ κείμενος, ἐπειδὴ οὐκ εἰσὶ πλείους τοῦ αὐτοῦ ὁρισμοί.
此外,正如在公民大会中人们习惯于引入新法律,如果引入的新法更好,他们就会废除先前的法律,在定义方面也应当这样做,自己提出另一个定义;因为如果它显得更好、更能说明被定义的对象,显而易见,已有的定义就会被废除,因为同一事物不会有多个定义。
Πρὸς ἅπαντας δὲ τοὺς ὁρισμοὺς οὐκ ἐλάχιστον στοιχεῖον τὸ πρὸς ἑαυτὸν εὐστόχως ὁρίσασθαι τὸ προκείμενον ἢ καλῶς εἰρημένον ὅρον ἀναλαβεῖν· ἀνάγκη γάρ, ὥσπερ πρὸς παράδειγμα θεώμενον, τό τ᾿ ἐλλεῖπον ὧν προσῆκεν ἔχειν τὸν ὁρισμὸν καὶ τὸ προσκείμενον περιέργως καθορᾶν, ὥστε μᾶλλον ἐπιχειρημάτων εὐπορεῖν.
对于所有的定义而言,自己准确地对面临的对象进行定义,或者采纳一个表达得当的定义,这决不是一个微不足道的要素;因为这就像是在看着一个范本,必须看清定义应当具有的要素中缺少了什么,以及多余地添加了什么,以便能够更丰富地获得反驳的论据。
Τὰ μὲν οὖν περὶ τοὺς ὁρισμοὺς ἐπὶ τοσοῦτον εἰρήσθω.
关于定义的讨论,就到此为止吧。