§2.3.1Πρὸς τούτοις ὀφείλομεν εἰδέναι ὅτι καὶ αἱ βοτάναι καὶ τὰ εἴδη οὐκ εἰσὶν εἰ μὴ ἐκ συνθέσεως, καὶ οὐκ ἐξ ὕλης ἁπλῆς, ἀλλ’ ὥσπερ ἐστὶν ἡ ἁλυκότης ἀπὸ τοῦ ὕδατος τῆς θαλάσσης καὶ τῆς οὐσίας τῶν ψάμμων.
加えて、植物もその種(形態)も、複合(合成)によるのでなければ存在せず、単純な質料からではないということを、我々は知らねばならない。 それはまるで、海水の塩分や砂の本体(本質)がそうである(複合から生じている)かのようである。
§2.3.2Αἱ ἀναθυμιάσεις γὰρ αἱ ἀναβαίνουσαι, ὅταν συμπαγῶσι, δύνανται συμπεριλαβεῖν τὴν αἰτίαν τῆς τῶν βοτανῶν ὑπάρξεως·
なぜなら、上昇する蒸気は、凝縮するとき、植物の存在の原因を内に包み込むことができるからである。
καταπίπτει γὰρ ἀὴρ ἐντεῦθεν, καὶ δροσίζει τὸν τόπον, καὶ προέρχονται ἐξ αὐτοῦ διὰ τῆς δυνάμεως τῶν ἀστέρων τὰ εἴδη τῶν σπερμάτων.
そこから空気が下降し、その場所を露で潤し、その場所から、星々の力によって、種子の形態(種類)が生じ出るのである。
§2.3.3Ὕλη δὲ ἀναγκαία ἐστὶ τὸ ὕδωρ, εἰ καὶ διαφορά ἐστιν ἐν τῷ γένει τοῦ ὕδατος.
そして水は不可欠な質料である、たとえ水の種類において相違があるとしても。
Τὸ γὰρ ἀνερχόμενον οὐκ ἔστιν εἰ μὴ ὕδωρ γλυκύ·
なぜなら、上昇するものは淡水にほかならないからである。
τὸ δὲ ἁλμυρὸν βαρύ ἐστι, καὶ οὐ συναναβαίνει τῷ γλυκεῖ.
塩水は重く、淡水とともに上昇することはない。
Τὸ δὲ ὑπερβαῖνον τοῦτο τὸ λεπτότερόν ἐστι τοῦ ὕδατος.
そして、これを超えるものは、水のより希薄な部分(もの)である。
§2.3.4Ὃ δὴ ἐὰν ἐφελκυσθείη ὑπὸ τοῦ ἀέρος, λεπτύνεται καὶ ἐπὶ πλέον ἀναβαίνει, κἀντεῦθεν γίνονται πηγαὶ καὶ ποταμοὶ ἐν τοῖς ὄρεσι, καὶ εἰς πολὺ διατρέχουσι.
これがもし空気によって引き上げられるならば、希薄になってさらに上昇し、そこから山々の中に泉や川が生じ、遠くまで流れゆく。
Καὶ σημεῖον τούτου ἐστὶ τὸ αἷμα τὸ ἀνερχόμενον εἰς τὸν ἐγκέφαλον.
そして、これの兆候は脳へと上昇する血液である。
Ὥσπερ γάρ τι ἐκ τῶν τροφῶν μετὰ τῆς ἀναθυμιάσεως ἀνέρχεται, οὕτω καὶ εἰς πάντα τὰ ὕδατα,
なぜなら、食物から何らかのものが蒸気とともに上昇するのと同様に、すべての水についてもそうだからである。
§2.3.5Καὶ γὰρ καί τι τοῦ ὕδατος τοῦ ἁλυκοῦ ἄνεισι μετ’ ἐκείνου ὃ ἐξήρανεν ἡ θερμότης, εἰς τὸ εἶδος τοῦ ἀέρος, ὅς ἐστιν ἀκριβῶς ὑπεράνω παντὸς γλυκέος ὕδατος καὶ ἁλμυροῦ, Παράδειγμα τοῦ δὲ τοῦ λόγου τούτου εὑρήκαμεν ἐν τοῖς βαλανείοις πολλάκις.
実際、塩水の一部も、熱が乾燥させたもの(蒸気)とともに、あらゆる淡水および塩水のまさに上にある空気の形態(領域)へと上昇する。 そして、この議論の例を、我々は浴場においてしばしば見出してきた。
§2.3.6Ὅταν γὰρ τὸ ὕδωρ τὸ ἁλμυρὸν καταλάβῃ θερμότης, λεπτύνει τὰ μέρη αὐτοῦ, ἀναβαίνει τε ἀναθυμίασις, ἥτις ἦν ἐν τῷ ἐδάφει τοῦ βαλανείου, καὶ ἀναχωροῦσι τὰ πυκνὰ μέρη τῆς ἁλυκότητος μετὰ τοῦ ὑγροῦ τοῦ φυσικοῦ (οὐδὲ γάρ εἰσιν ἐκ τοῦ γένους τοῦ ἀέρος), ἵνα ἀκολουθήσωσι τῇ ἀναθυμιάσει, ἥτις μία μετὰ τὴν ἄλλην προχωρεῖ ἄνω.
なぜなら、熱が塩水を捉えるとき、熱はその部分を希薄にし、浴場の床にあった蒸気が上昇し、塩分の濃厚な部分が自然な液体とともに(それらは空気の類に属するわけではないので)去り、次から次へと上へと進む蒸気に従うからである。
§2.3.7Ὅταν γοῦν προχωρήσωσι πολλαί, καταπιέζεται ὁ ὄροφος, κἀντεῦθεν συνάγεται καὶ συμπήγνυται καὶ ἐπιστρέφει καὶ κάτω στάζει τὸ ὕδωρ τὸ γλυκύ.
それゆえ、多くの(蒸気が)進むとき、天井が圧迫され、そこから(蒸気が)集まり、凝縮し、戻って淡水が下に滴り落ちる。
Καὶ οὕτως ἐν πᾶσι τοῖς βαλανείοις τοῖς ἁλμυροῖς ἐστὶν ὕδωρ γλυκύ.
そしてこのようにして、塩水のすべての浴場において淡水が存在するのである。
Αἱ τοίνυν βοτάναι αἱ φυόμεναι ἐν τοῖς ὕδασι τοῖς ἁλυκοῖς οὐκ ὀφείλουσιν ἔχειν πληθυσμὸν διὰ τὴν ξηρότητα.
したがって、塩水の中に生える植物は、乾燥のゆえに多数(繁茂)を極めるはずがない。
§2.3.8Καὶ γὰρ τὸ φυτὸν δύο δεῖται, ὕλης λέγω καὶ τόπου, τῇ ἰδίᾳ φύσει ἁρμοζόντων.
なぜなら、植物は二つのものを、すなわち、それ自身の自然に適した質料と場所を必要とするからである。
Ὅταν γοῦν τὰ τοιαῦτα δύο παρῶσιν ὁμοῦ, προκόπτει τὸ φυτόν.
それゆえ、これら二つが同時に揃うとき、植物は成長する。
Ὅταν δὲ εὕρωμεν ὕλην πορρωτάτω τῆς εὐκρασίας, ἐπικενῆς ἐστίν·
しかし、我々が適度な調和から極めて遠い質料を見出すとき、それは無駄である。
ἐμποδὼν γάρ ἐστι τῷ εἶναι τὸ ἐν τόπῳ εἶναι μὴ εὐκραεῖ.
なぜなら、適度な調和を欠いた場所にあることは、存在することの妨げとなるからである。