Humanitext Reader

亚里士多德 · 论植物 §2.3.1-2.3.8

植物生成的复合要素与蒸气的凝结过程

第 18 段,共 27 段 · 希腊语

内容简介

论述万物的生成(特别是植物的产生)需要质料与合适场所的复合,并以浴场中淡水滴落的现象来阐明蒸气的凝结与蒸馏过程。

§2.3.1Πρὸς τούτοις ὀφείλομεν εἰδέναι ὅτι καὶ αἱ βοτάναι καὶ τὰ εἴδη οὐκ εἰσὶν εἰ μὴ ἐκ συνθέσεως, καὶ οὐκ ἐξ ὕλης ἁπλῆς, ἀλλ’ ὥσπερ ἐστὶν ἡ ἁλυκότης ἀπὸ τοῦ ὕδατος τῆς θαλάσσης καὶ τῆς οὐσίας τῶν ψάμμων.
此外,我们必须知道,植物及其物种(形态)若非通过复合便不存在,并且它们并非来自单一的质料,而正如海水的盐分和沙子的本性那般是由复合产生的。
§2.3.2Αἱ ἀναθυμιάσεις γὰρ αἱ ἀναβαίνουσαι, ὅταν συμπαγῶσι, δύνανται συμπεριλαβεῖν τὴν αἰτίαν τῆς τῶν βοτανῶν ὑπάρξεως· καταπίπτει γὰρ ἀὴρ ἐντεῦθεν, καὶ δροσίζει τὸν τόπον, καὶ προέρχονται ἐξ αὐτοῦ διὰ τῆς δυνάμεως τῶν ἀστέρων τὰ εἴδη τῶν σπερμάτων.
因为上升的蒸气当它们凝结时,能够包容植物存在的原因;因为空气由此下降,使该处湿润(降露),且由于星辰的力量,种子的形态便由此产生。
§2.3.3Ὕλη δὲ ἀναγκαία ἐστὶ τὸ ὕδωρ, εἰ καὶ διαφορά ἐστιν ἐν τῷ γένει τοῦ ὕδατος.
而水是必要的质料,即使在水的类别中存在差异。
Τὸ γὰρ ἀνερχόμενον οὐκ ἔστιν εἰ μὴ ὕδωρ γλυκύ· τὸ δὲ ἁλμυρὸν βαρύ ἐστι, καὶ οὐ συναναβαίνει τῷ γλυκεῖ.
因为上升的除了淡水别无他物;而咸水是沉重的,它不与淡水一同上升。
Τὸ δὲ ὑπερβαῖνον τοῦτο τὸ λεπτότερόν ἐστι τοῦ ὕδατος.
而超出此者,是水中较稀薄的部分。
§2.3.4Ὃ δὴ ἐὰν ἐφελκυσθείη ὑπὸ τοῦ ἀέρος, λεπτύνεται καὶ ἐπὶ πλέον ἀναβαίνει, κἀντεῦθεν γίνονται πηγαὶ καὶ ποταμοὶ ἐν τοῖς ὄρεσι, καὶ εἰς πολὺ διατρέχουσι.
此物若被空气吸引,便会变稀薄并进一步上升,由此在山中形成泉水和河流,并流向远处。
Καὶ σημεῖον τούτου ἐστὶ τὸ αἷμα τὸ ἀνερχόμενον εἰς τὸν ἐγκέφαλον.
此处的证据是上升到大脑的血液。
Ὥσπερ γάρ τι ἐκ τῶν τροφῶν μετὰ τῆς ἀναθυμιάσεως ἀνέρχεται, οὕτω καὶ εἰς πάντα τὰ ὕδατα,
因为正如食物中的某种东西随蒸气上升一样,在所有的水中也是如此。
§2.3.5Καὶ γὰρ καί τι τοῦ ὕδατος τοῦ ἁλυκοῦ ἄνεισι μετ’ ἐκείνου ὃ ἐξήρανεν ἡ θερμότης, εἰς τὸ εἶδος τοῦ ἀέρος, ὅς ἐστιν ἀκριβῶς ὑπεράνω παντὸς γλυκέος ὕδατος καὶ ἁλμυροῦ, Παράδειγμα τοῦ δὲ τοῦ λόγου τούτου εὑρήκαμεν ἐν τοῖς βαλανείοις πολλάκις.
事实上,一部分咸水也随着热量所蒸干的东西,上升到空气的形态中,而这空气正是在一切淡水和咸水之上。 我们常在浴场中发现这一论点的例证。
§2.3.6Ὅταν γὰρ τὸ ὕδωρ τὸ ἁλμυρὸν καταλάβῃ θερμότης, λεπτύνει τὰ μέρη αὐτοῦ, ἀναβαίνει τε ἀναθυμίασις, ἥτις ἦν ἐν τῷ ἐδάφει τοῦ βαλανείου, καὶ ἀναχωροῦσι τὰ πυκνὰ μέρη τῆς ἁλυκότητος μετὰ τοῦ ὑγροῦ τοῦ φυσικοῦ (οὐδὲ γάρ εἰσιν ἐκ τοῦ γένους τοῦ ἀέρος), ἵνα ἀκολουθήσωσι τῇ ἀναθυμιάσει, ἥτις μία μετὰ τὴν ἄλλην προχωρεῖ ἄνω.
因为当热量侵袭咸水时,它会使水的部分变稀薄,并且浴场地面上的蒸气会上升,且盐分的浓密部分随自然的液体一同离开(因为它们不属于空气之类),以便追随那一个接一个向上行进的蒸气。
§2.3.7Ὅταν γοῦν προχωρήσωσι πολλαί, καταπιέζεται ὁ ὄροφος, κἀντεῦθεν συνάγεται καὶ συμπήγνυται καὶ ἐπιστρέφει καὶ κάτω στάζει τὸ ὕδωρ τὸ γλυκύ.
因此,当许多蒸气上升时,天花板受到挤压,由此淡水聚集、凝结、返回并向下滴落。
Καὶ οὕτως ἐν πᾶσι τοῖς βαλανείοις τοῖς ἁλμυροῖς ἐστὶν ὕδωρ γλυκύ.
如此在所有咸水浴场中都有淡水。
Αἱ τοίνυν βοτάναι αἱ φυόμεναι ἐν τοῖς ὕδασι τοῖς ἁλυκοῖς οὐκ ὀφείλουσιν ἔχειν πληθυσμὸν διὰ τὴν ξηρότητα.
因此,生长在咸水中的植物由于干燥而不应大量繁衍。
§2.3.8Καὶ γὰρ τὸ φυτὸν δύο δεῖται, ὕλης λέγω καὶ τόπου, τῇ ἰδίᾳ φύσει ἁρμοζόντων.
因为植物也需要两样东西,即适合其自身本性的质料和场所。
Ὅταν γοῦν τὰ τοιαῦτα δύο παρῶσιν ὁμοῦ, προκόπτει τὸ φυτόν.
因此,当这两者同时存在时,植物就会生长。
Ὅταν δὲ εὕρωμεν ὕλην πορρωτάτω τῆς εὐκρασίας, ἐπικενῆς ἐστίν· ἐμποδὼν γάρ ἐστι τῷ εἶναι τὸ ἐν τόπῳ εἶναι μὴ εὐκραεῖ.
但当我们发现极度缺乏适度调和的质料时,那是徒劳的;因为处于一个不适度调和的场所中,是生存的阻碍。

词汇与语法注释

  1. 2.3.1οὐκ εἰσὶν εἰ μὴ — 带双重否定的句式(οὐκ ... εἰ μή,“若非……则不”),表示强烈的限定(即“仅通过复合而存在”)。
  2. 2.3.4Ὃ δὴ ἐὰν ἐφελκυσθείη — 以关系代词 ὁ 开始的连接句。本应接虚拟语气的小词 ἐάν(εἰ ἄν)在此处与祈愿语气(ἐφελκυσθείη)结合,起到表示潜能的条件从句作用。这是后期希腊语中语气和语气小词混用的典型例子。
  3. 2.3.8ἐμποδὼν γάρ ἐστι τῷ εἶναι τὸ ἐν τόπῳ εἶναι μὴ εὐκραεῖ — 包含两个冠词不定式的嵌套结构:主语从句 τὸ ἐν τόπῳ εἶναι μὴ εὐκραεῖ(“处于不适度调和的场所中”)和由形容词 ἐμποδών(“阻碍的”)支配的与格补足语 τῷ εἶναι(“对于生存”)。整句意思是:“处于不适度调和的场所中是生存的障碍”。

引用这一段

亚里士多德, 论植物 §2.3.1-2.3.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg039.humanitext-grc1:2.3.1-2.3.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。