§1.5.1Πάλιν τῶν φυτῶν τινὰ μὲν τῇ γῇ πεπήγασι καὶ οὐ φιλοῦσι χωρίζεσθαι ἀπ’ αὐτῆς· τινὰ δὲ ἐν τόποις κρείττοσι μετατίθενται.
再び、植物のうち、あるものは大地に固着しており、そこから離れることを好まないが、あるものはより良い場所へと植え替えられる。
Ὁμοίως τινὲς τῶν καρπῶν κρείττονές εἰσιν ἐν τῷδε τῷ τόπῳ παρὸ ἐν ἑτέρῳ.
同様に、果実のあるものは、他の場所におけるよりも、この場所においてより優れている。
Καὶ τινῶν μὲν φυτῶν τὰ φύλλα σκληρά εἰσι, τινῶν δὲ λεῖα·
また、ある植物の葉は硬く、あるものは滑らかである。
καὶ τινῶν μὲν ἐσχισμένα, ὡς τὰ τῶν ἀμπέλων καὶ τῶν συκῶν, τινῶν δ’ οὔ· ἑτέρων δὲ κατὰ πολὺ ἐσχισμένα, ὡς τὰ τῆς πεύκης.
また、あるものの葉は、ブドウやイチジクの葉のように裂けているが、あるものはそうではなく、他のものはマツの葉のように大いに裂けている。
§1.5.2Τινὰ δὲ φυτά εἰσιν ὅλως φλοιὸς μεσιτεύων.
また、ある植物は、全体が介在する樹皮である。
Καὶ τινὰ ἔχουσι δεσμούς, ὡς οἱ κάλαμοι, τινὰ δ’ οὔ.
また、あるものはアシのように節を持つが、あるものは持たない。
Καὶ τινὰ ἔχουσιν ἀκάνθας, ὡς αἱ ῥάμνοι, τινὰ δὲ ἐστέρηνται ἀκανθῶν.
また、あるものはクロウメモドキのように棘を持つが、あるものは棘を欠いている。
Καὶ τινὰ ἔχουσι πολλοὺς κλάδους, ὡς ἡ ἀγρία μορέα, τινὰ δ’ οὔ.
また、あるものは野生のクワのように多くの枝を持つが、あるものは持たない。
§1.5.3Καὶ τινὰ μὲν ἔχουσι διαφορὰς ἄλλας ἐξ ὦ προβαίνουσι παραφυάδες καὶ ἐξ ὦν οὐχί·
また、あるものは、それらからひこばえが生じるか、あるいは生じないかという点で、別の相違を持っている。
τοῦτο δὲ οὐκ ἄλλοθέν ἐστιν εἰ μὴ ἐκ τῆς διαφορᾶς τῶν ῥιζῶν.
そしてこれは、根の相違以外の何ものでもない。
Τινὰ δὲ ἔχουσι μίαν ῥίζαν, ὡς ἡ σκίλλα·
また、あるものはカイソウのように一本の根を持つ。
αὕτη δὲ γεννᾶται ἐκ τοῦ ἐδάφους, καὶ ἀραιῶς πρόεισιν, ὅτι ὑποκάτω πλατύνεται, καὶ ἀκολουθοῦσα μᾶλλον διακρίνεται τῷ ἡλίῳ·
これは地面から生じるが、ゆっくりと進む。 なぜなら、下の方で横に広がり、それに従って、太陽によってよりはっきりと現れるからである。
ὅταν γὰρ προσβάλλῃ αὐτῇ, αὐξάνει.
太陽がそれに当たると、それは成長するからである。
§1.5.4Οὖτος δὲ ταύτης καὶ τὰς παραφυάδας κάτωθεν ἐκμυζᾷ.
そしてこれ(太陽)は、この植物のひこばえをも下から吸い取る。
Πάλιν τῶν χυλῶν τῶν ἐν τοῖς καρποῖς οἱ μέν εἰσι ποτοί, οἱ δὲ οὐ ποτοί·
再び、果実の中にある液汁のうち、あるものは飲用になり、あるものは飲用にならない。
καὶ ποτοὶ μὲν οἱ τῶν σταφυλῶν καὶ τῶν ῥοιῶν καὶ λοιπῶν ἄλλων πολλῶν, ἄποτοι δὲ ἄλλων φυτῶν.
そしてブドウやザクロ、その他多くのものの液汁は飲用になり、他の植物のものは飲用にならない。
§1.5.5Καἰ τινῶν μέν εἰσι λιπαροί, ὡς οἱ τῆς ἐλαίας, τῆς πεύκης καὶ τῆς καρύας, τινῶν δ’ οὔ.
また、あるものの液汁はオリーブ、マツ、クルミのもののように油分を含んでいるが、あるものはそうではない。
Καὶ τινῶν μὲν γλυκεῖς καὶ μελιηδεῖς, ὡς τῶν φοινίκων καὶ τῶν συκῶν·
また、あるものの液汁はナツメヤシやイチジクのように甘く、蜜のように甘美である。
καὶ τινῶν μὲν θερμοὶ καὶ δριμεῖς, ὡς τοῦ ὀριγάνου καὶ τοῦ σινήπιος, τινῶν δὲ πικροί, ὡς τοῦ ἀψινθίου καὶ τῆς κενταυρέας.
また、あるものはオレガノやカラシのように熱く刺激的であり、あるものはニガヨモギやケンタウレアのように苦い。
Πάλιν τῶν καρπῶν οἱ μέν εἰσι σύνθετοι ἐκ σαρκῶν καὶ κόκκων καὶ λεμμάτων, ὡε οἱ σικυοί, τινὲς δὲ ἐκ χυμοῦ καὶ κόκκων, ὡς αἱ ῥοιαί.
再び、果実のうち、あるものはキュウリのように果肉と種子と果皮から複合してできており、あるものはザクロのように液汁と種子からできている。
§1.5.6Καὶ τινὰ μὲν τοὺς φλοιοὺς ἔχουσιν ἐκτός, τὴν δὲ σάρκα ἐντός, τινὰ δὲ τὸ ὀστοῦν ἐντὸς καὶ τὴν σάρκα ἐκτός.
また、あるものは皮を外側に持ち、果肉を内側に持つが、あるものは核を内側に、果肉を外側に持つ。
Τινὰ δέ εἰσιν ἐν οἶς παραυτίκα γίνεται τὸ σπέρμα καὶ τὸ περικάλυμμα ᾦ περικαλύπτονται, ὡς οἱ καρποὶ τῶν φοινίκων καὶ τῶν ἀμυγδαλῶν· τινῶν δ’ οὐχί.
また、あるものにおいては、ナツメヤシやアーモンドの果実のように、種子と、それが包まれる覆いとがただちに生じるが、あるものではそうではない。
§1.5.7Καὶ τινὲς καρποί εἰσι βρώσιμοι καὶ κατὰ συμβεβηκὸς ἄβρωτοι·
また、ある果実子は食用になり、偶発的には食用にならない。
καὶ τινὲς καρποὶ ἡμῖν μὲν ἄβρωτοι, ἄλλοις δὲ βρώσιμοι, ὡς ὁ ὑοσκύαμος καὶ ὁ ἑλλέβορος ἀνθρώποις μὲν δηλητήριον, τροφὴ δὲ τοῖς ὄρτυξι.
また、ある果実は私たちにとっては食用にならないが、他のものにとっては食用になり、たとえばヒヨスやクリスマスローズは人間にとっては毒であるが、ウズラにとっては食物である。
Πάλιν τινὲς τῶν καρπῶν εἰσὶν ἐν θήκαις, ὡς οἱ κόκκοι τοῦ κυάμου·
再び、果実のあるものはサヤの中に入っており、たとえばソラマメの種子がそうである。
τινὲς ἐν περικαλύμματι καὶ ἐν λέμματι οἷον ὑφάσματί τινι, ὡς ἐν σίτῳ εὑρίσκεται καὶ τοῖς λοιποῖς.
あるものは覆いや、ある種の織物のような皮の中にあり、たとえば小麦やその他のものに見られる通りである。
§1.5.8Καὶ τινὲς μὲν ἐν σαρκί εἰσιν, ὡς οἱ τῶν φοινίκων καρποί, τινὲς δὲ οἶον ἐν οἰκίσκοις, ὡς αἱ βάλανοι, ἄλλοι δ’ ἐν οἰκίσκοις πολλοῖς καὶ λέμμασι καὶ ὀστράκοις, ὡς τὰ κάρυα.
また、あるものはナツメヤシの果実のように果肉の中にあり、あるものはドングリのように小部屋の中にあり、他のものはクルミのように多くの小部屋や皮や硬い殻の中にある。
§1.5.9Καὶ τινὲς μὲν ὀξέως πεπαίνονται, ὡς οἱ καρποὶ τῆς μορέας καὶ τῆς κεράσου, τινὲς δὲ βραδέως, ὡς πάντες οἱ καρποὶ οἱ ἄγριοι ἢ οἱ πλείονες αὐτῶν.
また、あるものはクワやサクランボの果実のように急速に熟すが、あるものは、すべての野生の果実、あるいはそれらの大部分のように、遅く熟す。
Καὶ τινὰ μὲν φυτὰ ὀξέως προάγουσι φύλλα καὶ καρπούς, τινὰ δὲ βραδέως·
また、ある植物は急速に葉と果実を生じさせるが、あるものは遅い。
καὶ τούτων τινὰ τῷ χειμῶνι ἀκολουθοῦσι, πρὶν ἂν πεπανθῶσι.
そしてこれらのうちあるものは、熟す前に冬の訪れに従う。
§1.5.10Καὶ πάλιν τὰ χρώματα τῶν φύλλων καὶ τῶν καρπῶν καὶ τῶν οἶον ἐπ’ αὐτοῖς ὑφασμάτων λίαν εἰσὶ διάφορα·
そしてまた、葉や果実やそれらの上にある織物のようなものの色は、極めて多様である。
τινὰ γὰρ τῶν φυτῶν ἐν τῇ οἰκείᾳ ὁλότητι εἰσὶ χλοάζοντα, καὶ τινὰ μὲν ἐκκλίνουσιν εἰς μελανίαν, τινὰ δὲ εἰς λευκότητα, καὶ τινὰ εἰς ἐρυθρότητα διὰ τὴν θερμότητα τὴν ἐκκαίουσαν τὸν ἀέρα τὸν κεκραμένον μετὰ τοῦ προσγείου.
なぜなら、植物のあるものはそれ自体の全体において緑色であり、あるものは黒っぽさに、あるものは白っぽさに、あるものは、地表近くのものと混ざり合っている空気を燃え上がらせる熱のために、赤っぽさに傾いているからである。
§1.5.11Πάλιν τὰ σχήματα τῶν καρπῶν, εἰ εἰσὶν ἄγρια, καὶ διαφόρων εἰσὶ θέσεων·
再び、果実の形状は、野生のものであれば、様々な配置をとる。
οὐδὲ γὰρ πάντες οἱ καρποί εἰσι γωνιώδεις, οὐδὲ πάντες διὰ γραμμῆς εὐθείας.
なぜなら、すべての果実が角張っているわけではなく、すべての果実が直線に沿っているわけでもないからである。