Humanitext Reader

亚里士多德 · 论植物 §1.5.1-1.5.11

叶与根的多样性及果实性质的差异

第 11 段,共 27 段 · 希腊语

内容简介

本文讨论了植物的固定性与移植、叶片及根部的多样结构、果实液汁性质的差异、可食性、成熟速度,以及颜色和形状的不同。

§1.5.1Πάλιν τῶν φυτῶν τινὰ μὲν τῇ γῇ πεπήγασι καὶ οὐ φιλοῦσι χωρίζεσθαι ἀπ’ αὐτῆς· τινὰ δὲ ἐν τόποις κρείττοσι μετατίθενται.
此外,在植物中,有些固定在大地中,不喜欢脱离大地;但有些则被移植到更好的地方。
Ὁμοίως τινὲς τῶν καρπῶν κρείττονές εἰσιν ἐν τῷδε τῷ τόπῳ παρὸ ἐν ἑτέρῳ.
同样,有些果实在这个地方比在另一个地方更好。
Καὶ τινῶν μὲν φυτῶν τὰ φύλλα σκληρά εἰσι, τινῶν δὲ λεῖα· καὶ τινῶν μὲν ἐσχισμένα, ὡς τὰ τῶν ἀμπέλων καὶ τῶν συκῶν, τινῶν δ’ οὔ· ἑτέρων δὲ κατὰ πολὺ ἐσχισμένα, ὡς τὰ τῆς πεύκης.
有些植物的叶子坚硬,有些则光滑;有些植物的叶子是有裂片的,如葡萄和无花果的叶子,有些则不然;而另一些植物的叶子则大大分裂,如松树的叶子。
§1.5.2Τινὰ δὲ φυτά εἰσιν ὅλως φλοιὸς μεσιτεύων.
有些植物完全是起介在作用的树皮。
Καὶ τινὰ ἔχουσι δεσμούς, ὡς οἱ κάλαμοι, τινὰ δ’ οὔ.
有些植物有节,如芦苇,有些则没有。
Καὶ τινὰ ἔχουσιν ἀκάνθας, ὡς αἱ ῥάμνοι, τινὰ δὲ ἐστέρηνται ἀκανθῶν.
有些植物有刺,如鼠李,有些则没有刺。
Καὶ τινὰ ἔχουσι πολλοὺς κλάδους, ὡς ἡ ἀγρία μορέα, τινὰ δ’ οὔ.
有些植物有许多枝条,如野生桑树,有些则没有。
§1.5.3Καὶ τινὰ μὲν ἔχουσι διαφορὰς ἄλλας ἐξ ὦ προβαίνουσι παραφυάδες καὶ ἐξ ὦν οὐχί· τοῦτο δὲ οὐκ ἄλλοθέν ἐστιν εἰ μὴ ἐκ τῆς διαφορᾶς τῶν ῥιζῶν.
有些植物在产生分枝与不产生分枝方面存在其他差异;这不源于其他,而仅源于根部的差异。
Τινὰ δὲ ἔχουσι μίαν ῥίζαν, ὡς ἡ σκίλλα· αὕτη δὲ γεννᾶται ἐκ τοῦ ἐδάφους, καὶ ἀραιῶς πρόεισιν, ὅτι ὑποκάτω πλατύνεται, καὶ ἀκολουθοῦσα μᾶλλον διακρίνεται τῷ ἡλίῳ· ὅταν γὰρ προσβάλλῃ αὐτῇ, αὐξάνει.
有些植物只有单一的根,如海葱;它从地面生长出来,并且缓慢地向前推进,因为它在下方变宽,并随之因太阳而更加明显地呈现出来;因为当太阳照射到它时,它就会生长。
§1.5.4Οὖτος δὲ ταύτης καὶ τὰς παραφυάδας κάτωθεν ἐκμυζᾷ.
而太阳也从下方吸取它的分枝。
Πάλιν τῶν χυλῶν τῶν ἐν τοῖς καρποῖς οἱ μέν εἰσι ποτοί, οἱ δὲ οὐ ποτοί· καὶ ποτοὶ μὲν οἱ τῶν σταφυλῶν καὶ τῶν ῥοιῶν καὶ λοιπῶν ἄλλων πολλῶν, ἄποτοι δὲ ἄλλων φυτῶν.
再次,果实中的液汁,有些是可饮用的,有些是不可饮用的;可饮用的有葡萄、石榴和许多其他果实的液汁,而其他植物的是不可饮用的。
§1.5.5Καἰ τινῶν μέν εἰσι λιπαροί, ὡς οἱ τῆς ἐλαίας, τῆς πεύκης καὶ τῆς καρύας, τινῶν δ’ οὔ.
有些液汁是油质的,如橄榄、松树和胡桃的液汁,有些则不然。
Καὶ τινῶν μὲν γλυκεῖς καὶ μελιηδεῖς, ὡς τῶν φοινίκων καὶ τῶν συκῶν· καὶ τινῶν μὲν θερμοὶ καὶ δριμεῖς, ὡς τοῦ ὀριγάνου καὶ τοῦ σινήπιος, τινῶν δὲ πικροί, ὡς τοῦ ἀψινθίου καὶ τῆς κενταυρέας.
有些是甜的、蜜甜的,如椰枣和无花果的液汁;有些是温热且辛辣的,如牛至和芥菜的液汁,有些则是苦的,如苦艾和矢车菊的液汁。
Πάλιν τῶν καρπῶν οἱ μέν εἰσι σύνθετοι ἐκ σαρκῶν καὶ κόκκων καὶ λεμμάτων, ὡε οἱ σικυοί, τινὲς δὲ ἐκ χυμοῦ καὶ κόκκων, ὡς αἱ ῥοιαί.
再次,在果实中,有些是由果肉、种子和皮膜复合而成的,如黄瓜,有些则是由液汁和种子组成的,如石榴。
§1.5.6Καὶ τινὰ μὲν τοὺς φλοιοὺς ἔχουσιν ἐκτός, τὴν δὲ σάρκα ἐντός, τινὰ δὲ τὸ ὀστοῦν ἐντὸς καὶ τὴν σάρκα ἐκτός.
有些植物的皮在外面,果肉在里面;有些植物的核在里面,果肉在外面。
Τινὰ δέ εἰσιν ἐν οἶς παραυτίκα γίνεται τὸ σπέρμα καὶ τὸ περικάλυμμα ᾦ περικαλύπτονται, ὡς οἱ καρποὶ τῶν φοινίκων καὶ τῶν ἀμυγδαλῶν· τινῶν δ’ οὐχί.
在有些植物中,种子和包覆它们的覆盖物是立刻产生的,如椰枣和扁桃的果实;有些则不然。
§1.5.7Καὶ τινὲς καρποί εἰσι βρώσιμοι καὶ κατὰ συμβεβηκὸς ἄβρωτοι· καὶ τινὲς καρποὶ ἡμῖν μὲν ἄβρωτοι, ἄλλοις δὲ βρώσιμοι, ὡς ὁ ὑοσκύαμος καὶ ὁ ἑλλέβορος ἀνθρώποις μὲν δηλητήριον, τροφὴ δὲ τοῖς ὄρτυξι.
有些果实是可食用的,有些则偶然不可食用;有些果实对我们来说不可食用,但对其他生物可食用,如天仙子和藜芦对人类是有毒的,对鹌鹑却是食物。
Πάλιν τινὲς τῶν καρπῶν εἰσὶν ἐν θήκαις, ὡς οἱ κόκκοι τοῦ κυάμου· τινὲς ἐν περικαλύμματι καὶ ἐν λέμματι οἷον ὑφάσματί τινι, ὡς ἐν σίτῳ εὑρίσκεται καὶ τοῖς λοιποῖς.
再次,有些果实在荚中,如蚕豆的种子;有些在覆盖物和像某种织物一样的皮膜中,如在小麦及其他谷物中发现的那样。
§1.5.8Καὶ τινὲς μὲν ἐν σαρκί εἰσιν, ὡς οἱ τῶν φοινίκων καρποί, τινὲς δὲ οἶον ἐν οἰκίσκοις, ὡς αἱ βάλανοι, ἄλλοι δ’ ἐν οἰκίσκοις πολλοῖς καὶ λέμμασι καὶ ὀστράκοις, ὡς τὰ κάρυα.
有些果实在果肉中,如椰枣的果实,有些则似乎在小室中,如橡子,其他的则在许多小室、皮膜和硬壳中,如胡桃。
§1.5.9Καὶ τινὲς μὲν ὀξέως πεπαίνονται, ὡς οἱ καρποὶ τῆς μορέας καὶ τῆς κεράσου, τινὲς δὲ βραδέως, ὡς πάντες οἱ καρποὶ οἱ ἄγριοι ἢ οἱ πλείονες αὐτῶν.
有些迅速成熟,如桑树和樱桃的果实,有些则缓慢成熟,如所有或大多数野生果实。
Καὶ τινὰ μὲν φυτὰ ὀξέως προάγουσι φύλλα καὶ καρπούς, τινὰ δὲ βραδέως· καὶ τούτων τινὰ τῷ χειμῶνι ἀκολουθοῦσι, πρὶν ἂν πεπανθῶσι.
有些植物迅速长出叶子和果实,有些则缓慢;在这些植物中,有些在成熟之前就顺应了冬季。
§1.5.10Καὶ πάλιν τὰ χρώματα τῶν φύλλων καὶ τῶν καρπῶν καὶ τῶν οἶον ἐπ’ αὐτοῖς ὑφασμάτων λίαν εἰσὶ διάφορα· τινὰ γὰρ τῶν φυτῶν ἐν τῇ οἰκείᾳ ὁλότητι εἰσὶ χλοάζοντα, καὶ τινὰ μὲν ἐκκλίνουσιν εἰς μελανίαν, τινὰ δὲ εἰς λευκότητα, καὶ τινὰ εἰς ἐρυθρότητα διὰ τὴν θερμότητα τὴν ἐκκαίουσαν τὸν ἀέρα τὸν κεκραμένον μετὰ τοῦ προσγείου.
再次,叶子、果实以及其上像织物一样的覆盖物的颜色是非常不同的;因为有些植物在其自身整体中是绿色的,有些则偏向黑色,有些偏向白色,有些则因灼烧与地面混合之空气的热量而偏向红色。
§1.5.11Πάλιν τὰ σχήματα τῶν καρπῶν, εἰ εἰσὶν ἄγρια, καὶ διαφόρων εἰσὶ θέσεων· οὐδὲ γὰρ πάντες οἱ καρποί εἰσι γωνιώδεις, οὐδὲ πάντες διὰ γραμμῆς εὐθείας.
再次,果实的形状,如果是野生的,也有不同的位置;因为并非所有果实都是有角的,也不是所有果实都沿着直线。

词汇与语法注释

  1. 1.5.3ἀκολουθοῦσα μᾶλλον διακρίνεται τῷ ἡλίῳ — 阴性单数主格分词 `ἀκολουθοῦσα` 与主语 `ἡ σκίλλα`(海葱)一致。意为“随着(在下方变宽),它更清晰地被太阳所区分”。无论将 `διακρίνεται` 理解为被动语态(“被区分”)还是中动语态(“区分自身”),它都描绘了在太阳的热量和光照下,植物生长且其部位变得愈发清晰的过程。
  2. 1.5.4Οὗτος δὲ ταύτης — 指示代词 `Οὗτος`(阳性单数主格)指代前文的 `ὁ ἥλιος`(太阳),而 `ταύτης`(阴性单数属格)指代 `ἡ σκίλλα`(海葱)。属格 `ταύτης` 作为所有格属格修饰 `τὰς παραφυάδας`(分枝),解释了太阳从下方吸取该植物分枝这一自然哲学机制。
  3. 1.5.9ἀκολουθοῦσι, πρὶν ἂν πεπανθῶσι — 动词 `ἀκολουθοῦσι`(它们跟随)在此处具有“面临”或“迎来”冬季的语境含义。结合由 `πρίν` + `ἄν` + 虚拟语气(`πεπανθῶσι`,成熟)构成的从句,它描述了植物在果实完全成熟之前就必须面对冬季寒冷这一植物学特征。

引用这一段

亚里士多德, 论植物 §1.5.1-1.5.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg039.humanitext-grc1:1.5.1-1.5.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。