§1.1.1Ἡ ΖΩΗ ἐν τοῖς ζῴοις καὶ ἐν τοῖς φυτοῖς εὑρέθη.
命は動物と植物において見出される。
Ἀλλ’ ἐν μὲν τοῖς ζῴοις φανερὰ καὶ πρόδηλος, ἐν τοῖς φυτοῖς δὲ κεκρυμμένη καὶ οὐκ ἐμφανής.
しかし、動物においては明白で顕著であり、植物においては隠されていて不分明である。
Εἰς τὴν ταύτης γοῦν βεβαίωσιν πολλὴν ἀνάγκη ἐστὶ ζήτησιν προηγήσασθαι.
したがって、これの確認のために、多くの探究が先行することが大いに必要である。
Συνίσταται γὰρ πότερον ἔχουσιν ἢ οὐχὶ τὰ φυτὰ ψυχὴν καὶ δύναμιν ἐπιθυμίας ὀδύνης τε καὶ ἡδονῆς καὶ διακρίσεως.
なぜなら、問題は植物が魂、および欲望、苦痛と快楽、そして識別の能力を持っているか否か、ということだからである。
§1.1.2Ἀναξαγόρας μὲν οὖν καὶ Ἐμπεδοκλῆς ἐπιθυμίᾳ ταῦτα κινεῖσθαι λέγουσιν, αἰσθάνεσθαί τε καὶ λυπεῖσθαι καὶ ἥδεσθαι διαβεβαιοῦνται.
それゆえ、アナクサゴラスとエンペドクレスはこれらが欲望によって動かされると言い、知覚し、苦しみ、楽しむと主張している。
Ὧν ὁ μὲν Ἀναξαγόρας καὶ ζῷα εἶναι καὶ ἥδεσθαι καὶ λυπεῖσθαι εἶπε, τῇ τε ἀπορροῇ τῶν φύλλων καὶ τῇ αὐξήσει τοῦτο ἐκλαμβάνων, ὁ δὲ Ἐμπεδοκλῆς γένος ἐν τούτοις κεκραμένον εἶναι ἐδόξασεν.
彼らのうちアナクサゴラスは、[植物が]動物でもあり、楽しみ、苦しむとも言い、葉の落葉と成長からこのことを解釈している。 他方エンペドクレスは、これらのうちに混合された種が存在すると意見した。
§1.1.3Ὡσαύτως καὶ ὁ Πλάτων ἐπιθυμεῖν μόνον αὐτὰ διὰ τὴν σφοδρὰν τῆς θρεπτικῆς δυνάμεως ἀνάγκην ἔφησεν.
同様にプラトンも、それらは栄養摂取能力の激しい必要性のために、ただ欲望するだけであると言った。
Ὅ ἐὰν συσταίη, ἥδεσθαι ὄντως αὐτὰ καὶ λυπεῖσθαι αἰσθάνεσθαί τε σύμφωνον ἔσται.
もしこれが確立されるなら、それらが現に楽しみ、苦しみ、知覚することは、[その説と]調和することになるだろう。
Ἃν δὲ συσταίη τοῦτο, τῷ ἐπιθυμεῖν, εἰ καὶ ἀεὶ τῷ ὕπνῳ ἀνακτῶνται καὶ ἐγείρονται ταῖς ἐγρηγόρσεσι, σύμφωνον ἔσται.
また、もしこれが「欲望すること」において確立されるなら、たとえそれらが常に睡眠によって回復し、目覚めによって起きるのだとしても、調和することになるだろう。
§1.1.4Ὡσαύτως καὶ ἐὰν ζητήσωμεν εἰ πνοὴν καὶ γένος ἐκ συγκράσεως ἔχουσιν ἢ τὸ ἐναντίον, πολλὴν ἄν τὴν περὶ τούτου ἀμφιβολίαν καὶ μακρὰν ποιήσωμεν τὴν ζήτησιν.
同様に、もしそれらが呼吸や混和から生じる性質を持っているのか、それともその反対なのかを探究するなら、私たちはこれについて多くの疑念を抱き、探究を長引かせることになるだろう。
Τὸ δὲ τὰ τοιαῦτα παραλιμπάνειν καὶ μὴ εὐαναλώτοις περὶ τὰ καθ’ ἕκαστον ἐρεύναις ἐνδιατρίβειν πρέπον ἐστίν.
しかし、そのようなことを省略し、個々の事柄に関する非効率的な探究に時間を費やさないことが適切である。
§1.1.5Τίνες δὲ ἔχειν ψυχὰς τὰ φυτὰ εἶπον, ὅτι γεννᾶσθαι τρέφεσθαι καὶ αὐξάνεσθαι, νεάζειν καὶ χλοάζειν γήρᾳ τε διαλύεσθαι τεθεωρήκασιν, ἐπείπερ οὐδὲν ἄψυχον ταῦτα μετὰ τῶν φυτῶν ἔχει κοινά.
何人かの人々が植物が魂を持っていると言ったのは、それらが生まれ、養われ、成長し、若返り、緑になり、老年によって消滅するのを観察したからである。 なぜなら、魂のないものは何一つ、植物とこれらの共通点を持たないからである。
Διότι δὲ ἔχουσι ταῦτα τὰ φυτά, καὶ τὸ ἐπιθυμίᾳ ὡσαύτως κατέχεσθαι ἐπίστευον.
そして植物がこれらの性質を持っているがゆえに、それらが同様に欲望に支配されているとも彼らは信じていた。
Ἀλλὰ πρῶτον τοῖς φανεροῖς, εἶτα καὶ τοῖς κεκρυμμένοις ἀκολουθήσωμεν.
しかし、私たちはまず明白な事柄に従い、その後に隠された事柄にも従うことにしよう。
§1.1.6Λέγομεν τοίνυν ὡς ἐὰν εἴ τι τρέφεται, ἢδη καὶ ἐπιθυμεῖ, καὶ ἡδύνεται μὲν τῷ κόρῳ, λυπεῖται δὲ ὅτε πεινᾷ·
それゆえ私たちは、もし何かが栄養を摂取するならば、それはすでに欲望もしており、満腹によって喜び、飢えているときには苦しむ、と言う。
καὶ οὐκ ἐμπίπτουσιν αὗται αἱ διαθέσεις εἰ μὴ μετὰ αἰσθήσεως.
そして、これらの状態は感覚を伴わなければ生じない。
Τούτου ἄρα θαυμάσιος μέν, οὐ μὴν φαῦλος πλανᾶται σκοπός, ὃς καὶ τὰ φυτὰ αἰσθάνεσθαι καὶ ἐπιθυμεῖν ἐδόξασεν.
したがって、植物も知覚し、欲望すると考えた人の意図は、驚くべきものではあるが、決して誤ったものではない。
§1.1.7Ὁ δὲ Ἀναξαγόρας καὶ ὁ Δημόκριτος καὶ ὁ Ἐμπεδοκλῆς καὶ νοῦν καὶ γνῶσιν εἶπον ἔχειν τὰ φυτά.
しかし、アナクサゴラスとデモクリトスとエンペドクレスは、植物が理性と知識をも持っていると言った。
Ἡμεῖς δὲ τὰ τοιαῦτα ὡς φαῦλα ἀποτρεπόμενοι τῷ ὑγιεῖ ἐνστῶμεν λόγῳ.
私たちはそのような説を誤ったものとして退け、健全な議論に立脚しよう。
Λέγομεν οὖν ὅτι τὰ φυτὰ οὔτε ἐπιθυμίαν οὔτε αἴσθησιν ἔχουσιν.
それゆえ、私たちは植物が欲望も感覚も持たないと言う。
Ἡ γὰρ ἐπιθυμία οὐκ ἔστιν εἰ μὴ ἐξ αἰσθήσεως, καὶ τὸ τοῦ ἡμετέρου δὲ θελήματος τέλος πρὸς τὴν αἴσθησιν ἀποστρέφεται.
なぜなら、欲望は感覚からでなければ存在せず、私たちの意志の目的も感覚へと向けられているからである。
§1.1.8Οὐχ εὑρίσκομεν γοῦν ἐν τοῖς τοιούτοις αἴσθησιν οὔτε μέλος αἰσθανόμενον, οὔτε ὁμοιότητα αὐτοῦ, οὔτε εἶδος διωρισμένον, οὔτε τι ἀκόλουθον τούτῳ, οὔτε τοπικὴν κίνησιν, οὔτε ὁδὸν πρός τι αἰσθητόν, οὔτε σημεῖόν τι δι’ οὗ ἂν κρίνωμεν ταῦτα αἴσθησιν ἔχειν, καθὼς σημεῖα δι’ ὧν ἐπιστάμεθα ταῦτα καὶ τρέφεσθαι καὶ αὐξάνεσθαι εὑρίσκομεν.
とにかく、私たちはそのようなものの中に、感覚も、感覚する器官も、あるいはその類似物も、明確に区分された形も、あるいはこれに伴ういかなるものも見出さないし、場所的移動も、何か知覚可能なものへの経路も、あるいは、それらが感覚を持っていると私たちが判断するためのいかなる兆候も見出さない。 それらが栄養を摂取し成長することを知るための兆候を私たちが見出しているのとは違って。
§1.1.9Οὐδὲ συνίσταται παρ’ ἡμῶν τοῦτο εἰ μὴ διότι τὸ θρεπτικὸν καὶ αὐξητικὸν νοοῦμεν μέρη εἶναι τῆς ψυχῆς.
また、このことが私たちによって認められるのは、栄養摂取と成長を司る部分が魂の部分であると私たちが理解しているからにほかならない。
Ὁπόταν γοῦν τὸ τοιοῦτον φυτὸν εὑρίσκωμέν τι μέρος ψυχῆς τοιαύτης ἐν ἑαυτῷ ἔχον, ἐξ ἀνάγκης νοοῦμεν καὶ ψυχὴν ἔχειν αὐτό·
それゆえ、そのような植物がそのような魂の一部分を自らの中に持っているのを見出すとき、私たちは必然的にそれが魂を持っているとも理解する。
ὅτε δὲ στερεῖται αἰσθήσεως, τότε αἰσθητικὸν αὐτὸ μὴ εἶναι μὴ ἐγχωρεῖν οὐ δεῖ·
しかし、それが感覚を欠いているとき、それが感覚能力を持たないことは不可能なはずがない。
ἡ γὰρ αἴσθησις αἰτία ἐστὶν ἐλλάμψεως ζωῆς.
なぜなら、感覚は命の輝きの原因だからである。
§1.1.10Τὸ δὲ θρεπτικὸν αἰτία ἐστὶν αὐξήσεως πράγματός τινος ζῶντος.
そして栄養を司る部分は、生きているあるものの成長の原因である。
Αὗται δὲ αἱ διαφοραὶ προβαίνουσιν ἐν τῷ τόπῳ τούτῳ, ὅτι δυσχερὲς ἐν ταὐτῷ μεταξὺ ζωῆς καὶ τῆς στερήσεως αὐτῆς μέσον τι καταλαβεῖν.
そして、これらの差異はこの箇所において生じる。 なぜなら、生とその喪失との間のいかなる中間をも、同時に捉えることは困難だからである。
Εἴποι δέ τις ἂν ὡς ἐπεὶ τὸ φυτὸν ζῶν ἐστίν, ἤδη τοῦτο καὶ ζῷον εἴποιμεν ἄν.
しかし、植物が生きているのだから、私たちはこれをすでに動物と呼ぶことができる、と言う者もいるかもしれない。
Οὐδαμῶς.
決してそうではない。
§1.1.11Καὶ γὰρ δυσνόητόν ἐστι τὴν διοίκησιν τοῦ φυτοῦ ἀποδιδόναι τῇ διοικήσει τῆς ψυχῆς τοῦ ζῴου.
というのも、植物の生命維持の仕組みを動物の魂の働きに帰することは理解しがたいからである。
Τὸ γὰρ τὰ φυτὰ τοῦ ζῆν ἀποφάσκον οὕτως, τοῦτο ἐστὶν ὅτι οὐκ αἰσθάνονται.
植物がこのように生きることを否定されている理由は、それらが感覚を持たないということである。
Καὶ γάρ εἰσι καί τινα ζῷα γνώσεως ἐστερημένα.
実際、認識能力を欠いた動物もいくつか存在するのだから。