Humanitext Reader

亚里士多德 · 论植物 §1.1.1-1.1.11

植物是否拥有灵魂与感觉欲望

第 3 段,共 27 段 · 希腊语

内容简介

介绍古代哲学家关于植物是否拥有生命、灵魂、感觉和欲望的争论,并论证虽然植物拥有灵魂的一部分(营养和生长),但它们缺乏感觉、欲望和认知能力,必须与动物明确区分。

§1.1.1Ἡ ΖΩΗ ἐν τοῖς ζῴοις καὶ ἐν τοῖς φυτοῖς εὑρέθη.
生命存在于动物和植物之中。
Ἀλλ’ ἐν μὲν τοῖς ζῴοις φανερὰ καὶ πρόδηλος, ἐν τοῖς φυτοῖς δὲ κεκρυμμένη καὶ οὐκ ἐμφανής.
然而,在动物中它是明显且易见的,而在植物中则是隐蔽且不显著的。
Εἰς τὴν ταύτης γοῦν βεβαίωσιν πολλὴν ἀνάγκη ἐστὶ ζήτησιν προηγήσασθαι.
因此,为了证实这一点,非常有必要进行大量的先期探究。
Συνίσταται γὰρ πότερον ἔχουσιν ἢ οὐχὶ τὰ φυτὰ ψυχὴν καὶ δύναμιν ἐπιθυμίας ὀδύνης τε καὶ ἡδονῆς καὶ διακρίσεως.
因为问题在于植物是否拥有灵魂,以及欲望、苦痛、快乐和分辨的能力。
§1.1.2Ἀναξαγόρας μὲν οὖν καὶ Ἐμπεδοκλῆς ἐπιθυμίᾳ ταῦτα κινεῖσθαι λέγουσιν, αἰσθάνεσθαί τε καὶ λυπεῖσθαι καὶ ἥδεσθαι διαβεβαιοῦνται.
因此,阿那克萨戈拉和恩培多克勒说,这些[植物]是由欲望驱动的,并断言它们具有感觉、痛苦和快乐。
Ὧν ὁ μὲν Ἀναξαγόρας καὶ ζῷα εἶναι καὶ ἥδεσθαι καὶ λυπεῖσθαι εἶπε, τῇ τε ἀπορροῇ τῶν φύλλων καὶ τῇ αὐξήσει τοῦτο ἐκλαμβάνων, ὁ δὲ Ἐμπεδοκλῆς γένος ἐν τούτοις κεκραμένον εἶναι ἐδόξασεν.
其中阿那克萨戈拉说它们甚至也是动物,并且会快乐和痛苦,从落叶和生长中推导出了这一点;而恩培多克勒则认为,在它们之中存在一种混合的性别(或种)。
§1.1.3Ὡσαύτως καὶ ὁ Πλάτων ἐπιθυμεῖν μόνον αὐτὰ διὰ τὴν σφοδρὰν τῆς θρεπτικῆς δυνάμεως ἀνάγκην ἔφησεν.
同样,柏拉图也说,由于营养能力的强烈需要,它们仅具有欲望。
Ὅ ἐὰν συσταίη, ἥδεσθαι ὄντως αὐτὰ καὶ λυπεῖσθαι αἰσθάνεσθαί τε σύμφωνον ἔσται.
如果这一点成立,那么它们确实会快乐、痛苦和感觉将是协调一致的。
Ἃν δὲ συσταίη τοῦτο, τῷ ἐπιθυμεῖν, εἰ καὶ ἀεὶ τῷ ὕπνῳ ἀνακτῶνται καὶ ἐγείρονται ταῖς ἐγρηγόρσεσι, σύμφωνον ἔσται.
如果这在它们具有欲望上成立,那么即使它们总是通过睡眠恢复并因醒来而振作,也将是协调一致的。
§1.1.4Ὡσαύτως καὶ ἐὰν ζητήσωμεν εἰ πνοὴν καὶ γένος ἐκ συγκράσεως ἔχουσιν ἢ τὸ ἐναντίον, πολλὴν ἄν τὴν περὶ τούτου ἀμφιβολίαν καὶ μακρὰν ποιήσωμεν τὴν ζήτησιν.
同样,如果我们探讨它们是否拥有呼吸和由于混合而产生的种类,还是相反,我们将会对此产生许多疑问,并使探讨变得漫长。
Τὸ δὲ τὰ τοιαῦτα παραλιμπάνειν καὶ μὴ εὐαναλώτοις περὶ τὰ καθ’ ἕκαστον ἐρεύναις ἐνδιατρίβειν πρέπον ἐστίν.
但省略此类事情,而不把时间花在关于具体细节、不易解决的研究上,是适当的。
§1.1.5Τίνες δὲ ἔχειν ψυχὰς τὰ φυτὰ εἶπον, ὅτι γεννᾶσθαι τρέφεσθαι καὶ αὐξάνεσθαι, νεάζειν καὶ χλοάζειν γήρᾳ τε διαλύεσθαι τεθεωρήκασιν, ἐπείπερ οὐδὲν ἄψυχον ταῦτα μετὰ τῶν φυτῶν ἔχει κοινά.
有人说植物拥有灵魂,是因为他们观察到植物出生、受滋养、成长、焕发青春、变绿并在老年时消亡,因为无生命之物均不与植物共有这些特征。
Διότι δὲ ἔχουσι ταῦτα τὰ φυτά, καὶ τὸ ἐπιθυμίᾳ ὡσαύτως κατέχεσθαι ἐπίστευον.
又因为植物拥有这些特征,他们相信它们同样为欲望所支配。
Ἀλλὰ πρῶτον τοῖς φανεροῖς, εἶτα καὶ τοῖς κεκρυμμένοις ἀκολουθήσωμεν.
但让我们首先遵循显明的事物,随后也遵循隐秘的事物。
§1.1.6Λέγομεν τοίνυν ὡς ἐὰν εἴ τι τρέφεται, ἢδη καὶ ἐπιθυμεῖ, καὶ ἡδύνεται μὲν τῷ κόρῳ, λυπεῖται δὲ ὅτε πεινᾷ·
因此我们说,如果有任何事物受到滋养,它就已经在产生欲望,并且因饱足而快乐,在饥饿时痛苦;而这些状态非伴随感觉则不会发生。
καὶ οὐκ ἐμπίπτουσιν αὗται αἱ διαθέσεις εἰ μὴ μετὰ αἰσθήσεως. Τούτου ἄρα θαυμάσιος μέν, οὐ μὴν φαῦλος πλανᾶται σκοπός, ὃς καὶ τὰ φυτὰ αἰσθάνεσθαι καὶ ἐπιθυμεῖν ἐδόξασεν.
因此,认为植物也具有感觉和欲望之人的意图,固然令人惊叹,但绝非毫无价值(错误)。
§1.1.7Ὁ δὲ Ἀναξαγόρας καὶ ὁ Δημόκριτος καὶ ὁ Ἐμπεδοκλῆς καὶ νοῦν καὶ γνῶσιν εἶπον ἔχειν τὰ φυτά.
但阿那克萨戈拉、德谟克利特和恩培多克勒说植物也拥有理智和知识。
Ἡμεῖς δὲ τὰ τοιαῦτα ὡς φαῦλα ἀποτρεπόμενοι τῷ ὑγιεῖ ἐνστῶμεν λόγῳ.
我们当避开此类荒谬的观点,立足于健康的理性。
Λέγομεν οὖν ὅτι τὰ φυτὰ οὔτε ἐπιθυμίαν οὔτε αἴσθησιν ἔχουσιν.
因此我们说,植物既无欲望也无感觉。
Ἡ γὰρ ἐπιθυμία οὐκ ἔστιν εἰ μὴ ἐξ αἰσθήσεως, καὶ τὸ τοῦ ἡμετέρου δὲ θελήματος τέλος πρὸς τὴν αἴσθησιν ἀποστρέφεται.
因为欲望除非来自感觉便不存在,而我们意志的目的也是朝向感觉的。
§1.1.8Οὐχ εὑρίσκομεν γοῦν ἐν τοῖς τοιούτοις αἴσθησιν οὔτε μέλος αἰσθανόμενον, οὔτε ὁμοιότητα αὐτοῦ, οὔτε εἶδος διωρισμένον, οὔτε τι ἀκόλουθον τούτῳ, οὔτε τοπικὴν κίνησιν, οὔτε ὁδὸν πρός τι αἰσθητόν, οὔτε σημεῖόν τι δι’ οὗ ἂν κρίνωμεν ταῦτα αἴσθησιν ἔχειν, καθὼς σημεῖα δι’ ὧν ἐπιστάμεθα ταῦτα καὶ τρέφεσθαι καὶ αὐξάνεσθαι εὑρίσκομεν.
无论如何,我们在这些事物中找不到感觉,也找不到感官,找不到其相似物,找不到明确的形式,找不到与其相关的任何事物,找不到空间运动,找不到通往可感之物的路径,也找不到任何我们赖以判定它们具有感觉的迹象,这不像我们能找到据以得知它们既受滋养又成长的迹象。
§1.1.9Οὐδὲ συνίσταται παρ’ ἡμῶν τοῦτο εἰ μὴ διότι τὸ θρεπτικὸν καὶ αὐξητικὸν νοοῦμεν μέρη εἶναι τῆς ψυχῆς.
我们之所以确立这一点,仅仅是因为我们理解营养和生长的部分是灵魂的部分。
Ὁπόταν γοῦν τὸ τοιοῦτον φυτὸν εὑρίσκωμέν τι μέρος ψυχῆς τοιαύτης ἐν ἑαυτῷ ἔχον, ἐξ ἀνάγκης νοοῦμεν καὶ ψυχὴν ἔχειν αὐτό· ὅτε δὲ στερεῖται αἰσθήσεως, τότε αἰσθητικὸν αὐτὸ μὴ εἶναι μὴ ἐγχωρεῖν οὐ δεῖ· ἡ γὰρ αἴσθησις αἰτία ἐστὶν ἐλλάμψεως ζωῆς.
因此,每当我们发现此类植物自身中含有此类灵魂的某种部分时,我们必然理解它也拥有灵魂;但当它缺乏感觉时,那么它不具有感觉能力就不应当是不可能的;因为感觉是生命光辉(显现)的原因。
§1.1.10Τὸ δὲ θρεπτικὸν αἰτία ἐστὶν αὐξήσεως πράγματός τινος ζῶντος.
而营养部分是某种活着的事物成长的原因。
Αὗται δὲ αἱ διαφοραὶ προβαίνουσιν ἐν τῷ τόπῳ τούτῳ, ὅτι δυσχερὲς ἐν ταὐτῷ μεταξὺ ζωῆς καὶ τῆς στερήσεως αὐτῆς μέσον τι καταλαβεῖν.
这些差异在此处展开,因为要在同一时间把握生命与其丧失之间的某种中间状态是困难的。
Εἴποι δέ τις ἂν ὡς ἐπεὶ τὸ φυτὸν ζῶν ἐστίν, ἤδη τοῦτο καὶ ζῷον εἴποιμεν ἄν.
但是,有人可能会说,既然植物是活着的,我们或许也可以称之为动物。
Οὐδαμῶς.
绝非如此。
§1.1.11Καὶ γὰρ δυσνόητόν ἐστι τὴν διοίκησιν τοῦ φυτοῦ ἀποδιδόναι τῇ διοικήσει τῆς ψυχῆς τοῦ ζῴου.
因为,将植物的治理归因于动物灵魂的治理是难以理解的。
Τὸ γὰρ τὰ φυτὰ τοῦ ζῆν ἀποφάσκον οὕτως, τοῦτο ἐστὶν ὅτι οὐκ αἰσθάνονται.
以这种方式否定植物生命的原因,就在于它们没有感觉。
Καὶ γάρ εἰσι καί τινα ζῷα γνώσεως ἐστερημένα.
因为确实也有一些动物是缺乏知识(或认知能力)的。

词汇与语法注释

  1. 1.1.2γένος ἐν τούτοις κεκραμένον εἶναι — 恩培多克勒的观点,即“一种混合的性别(或种)存在于它们[植物]之中”。这反映了作为希腊语文本底本的拉丁语(或阿拉伯语)翻译,指的是植物内部雌雄原则或元素的混合。
  2. 1.1.3Ὅ ἐὰν συσταίη / Ἃν δὲ συσταίη τοῦτο — 关系代词 ὅ / ἅ 与条件小词 ἐάν / ἄν 以及祈愿语气(συσταίη)相结合的极不规则的句法。这是由于直译拉丁语虚拟语气(如 'quod si constet')而导致的希腊语破格现象。
  3. 1.1.9τότε αἰσθητικὸν αὐτὸ μὴ εἶναι μὴ ἐγχωρεῖν οὐ δεῖ — 不定式“μὴ εἶναι”(不存在)作为“μὴ ἐγχωρεῖν”(不可能)的主语,而后者又隶属于“οὐ δεῖ”(不应当)。尽管包含多重否定,结构复杂,但其表达的逻辑是:“如果它缺乏感觉,那么它不具有感觉能力就是必然的(不应当是不可能的)”。

引用这一段

亚里士多德, 论植物 §1.1.1-1.1.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg039.humanitext-grc1:1.1.1-1.1.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。