§prol.1.9Ἰταλὸς γάρ τις ἔκποθεν ἡμῖν αἰφνιδίως ἀναφανείς, ἱκανῶς ἔχων λογικῆς παιδείας καὶ γνώσεως, πρόσεισιν ὡς ἡμᾶς, ἀσπάζεται χαριέντως, τὰ φιλικὰ προσλαλεῖ, εἶτα τὴν ποθουμένην βίβλον ἡμῖν ἐγχειρίζεται.
というのも、あるイタリア人がどこからともなく私たちの前に突然現れ、学問的な教養と知識を十分に備えていたが、私たちのところに来て、親切に挨拶をし、親しげに語りかけ、それから熱望されていたあの書物を私たちの手に手渡してくれたからである。
Ηὐφράνθην ἐγὼ ὡς ἐφ’ ἑρμαίῳ τῷ χρήματι.
私はその宝を、まるで思いがけない幸運であるかのように大いに喜んだ。
Ἐδεξάμην τὴν βίβλον ἐκθύμως.
私はその書物を心から受け取った。
§prol.1.10Ὅλος αὐτῆς ἐγενόμην, τὸν ἐγκείμενον νοῦν ἀνελεξάμην ἐπιμελῶς, καὶ οἶον ὡς ἐν ἐσόπτρῳ τῇδε ἐκ πρώτης αὐτῆς βαλβῖδος τὸν Ἀριστοτέλην ἔγνων καὶ τοὺς Ἀριστοτελικοὺς κατὰ τῶν πάλαι φιλοσοφούντων ἀντιλογικοὺς ἐτασμούς.
\n 私はその書物に没頭し、そこに込められた意味を注意深く読み取り、そしてこの書物の中に、いわば鏡の中に映し出されるかのように、その最初の出発点から、アリストテレスを、そしてかつての哲学者たちに対するアリストテレス的な論理的反駁の吟味を認識した。
§prol.1.11Ἀδικεῖν δ’ ᾠήθην, μὰ τοὺς λόγους, τοὺς λόγους αὐτοὺς καὶ τοὺς αὐτῶν ἐραστάς, καὶ γραφῆναι βασκάνου ψυχῆς ηὐλαβήθην, ἂν μὴ ταύτην ἱκανῶς ἔχων ὑπὸ τῆς ἄνωθεν χάριτος πρὸς τὴν Ἑλλάδα μεθερμηνεύσαιμι γλῶτταν καὶ ταῖς λοιπαῖς Ἀριστοτελικαῖς δέλτοις δείξαιμι συναρίθμιον.
\n そして、学問にかけて誓うが、もし私が、天からの恩寵によって十分な力を得て、この書物をギリシアの言葉へと翻訳し、他のアリストテレスの書物と同列に数えられるものとして示さないならば、学問そのものと学問の愛好家たちに対して不正を働くことになると思い、また、嫉妬深い心の持ち主であると非難されることを恐れた。
§prol.1.12Τῷ τοι καὶ σὺν θεῷ τὸ ἔργον διήνυσα, καὶ εἰς κοινὴν προὐθέμην τὴν βίβλον τοῖς ἀρουμένοις ἀπόλαυσιν, πολλὴν εὑρὼν τὴν δυσχέρειαν καὶ τὴν τῶν ὀνομάτων σύγχυσιν διὰ τὰς συχνὰς τῶν μεθερμηνεύσεων μεταβολὰς ἐκ τῆς ἡμετέρας εἰς τὴν τῶν Ἰταλῶν, εἰς τοὺς Ἄραβας ἐκεῖθεν, καὶ πάλιν ἐξ Ἀράβων εἰς Ἰταλούς, καὶ εἰς ἡμᾶς ἐκ τούτων ἐπ’ ἔσχατον.
\n それゆえ、神の助けとともに私はこの仕事を成し遂げ、実りを得ようとする人々の共通の享受のためにこの書物を提示した。 (その際)私たちの言葉からイタリア人の言葉へ、そこからアラビア人のところへ、そして再びアラビア人からイタリア人の言葉へ、そして最後に彼らから私たちのところへという、翻訳が何度も繰り返されたことによる、多大なる困難と用語の混乱を見出したからである。
§prol.1.13Οὐ γὰρ διπρόσωπος, ὅσον ἐπὶ ταύτῃ τῇ βίβλῳ, ὁ Σταγειρίτης ὤφθη κατὰ τὸν θρυλλούμενον Ἰτανον ἐκεῖνον, ὃν καὶ εἰς χρόνον ἄγει λόγος ἰσχνός, ἀλλὰ πολύμορφος κατὰ τὸν Πρωτέα τὸν Φάριον.
\n というのも、この書物に関する限り、スタゲイラ出身の者は、かすかな伝説が時の始まりへと結びつけているあの噂に名高いイタリアのヤヌスのように二つの顔を持つ者としては現れず、ファロス島のプロテウスのように、千変万化の姿として現れたからである。
§prol.1.14Ἐπεὶ δὲ πᾶσα δέλτος ἐκ μιᾶς πρὸς ἑτέραν μεταφερομένη διάλεκτον ἢ κατὰ λέξιν ἢ κατ’ ἔννοιαν προχωρεῖ, καὶ ἡ μὲν ὑστέρα τὸ σαφὲς ἔχουσα τοῦ ἀκριβοῦς ἀπολείπεται, ἡ δ’ ἑτέρα καὶ προτέρα προσόντος τοῦ ἀκριβοῦς εἰς ἀσάφειαν καταστρέφεται, ἡμεῖς ὡς ἀσφαλεστέρῳ τούτῳ τῷ μέρει καὶ ἀδιαβλήτῳ στοιχοῦντες, καθὼς καὶ ἐν ἑτέραις πεποιήκαμεν δέλτοις, τῆς ἀκριβείας ἐχόμεθα.
\n あらゆる書物が、ある言語から別の言語へと翻訳される際、逐語的にか意図的にかのいずれかで進められ、後者は明瞭さを備えているものの正確さに欠け、もう一方の前者は正確さは備えているものの不明瞭さへと陥ってしまうものであるが、私たちは、この前者の方法の方がより安全で非難の余地がないものとしてこれに従い、他の書物において行ってきたのと同様に、正確さを保持した。
§prol.1.15Ἵνα δὲ μὴ φαινοίμεθα καὶ χώραν τῇ ἀσαφείᾳ διδόντες, ἢν κακίαν παντελῆ τοῖς λόγοις ἐγνώκαμεν, ἐπανερμηνείαις τισὶ καὶ σχολικαῖς παρασημειώσεσιν, εἴ τι που ἐκ τῆς ἀσαφείας ἄχαρι καὶ ἀτερπές, ἐψυχαγωγήσαμεν, κὰκ τῆς σκληρᾶς καὶ τραχείας τοὺς λογικοὺς ὁδίτας εἰς τὴν λείαν τε καὶ πλατεῖαν ἐχειραγωγήσαμεν, καὶ τῷ ὑπὲρ ἡμᾶς τὴν εὐχαριστίαν καὶ τήν, ὡς εἰκός, ἀνθομολόγησιν ἀπενείμαμεν.
\n しかし、私たちが不明瞭さに余地を与えていると思われることのないように――私たちは不明瞭さを、言論にとっての完全な欠陥とみなしているのだが――いくつかの言い換えや注釈によって、不明瞭さから生じる、どこか不快で退屈な部分を和らげ、学問の道を歩む旅人たちを手を取り、困難で険しい道から平坦で広い道へと導き、私たちの能力を超えるお方に、感謝と、当然なされるべき賛辞を捧げた。
§prol.1.16Τοῦτο γὰρ ἀφ’ ἡμῶν ἀπαιτεῖ τῶν ὑπὸ χεῖρα ὁ μόνος σοφὸς καὶ δυνατὸς θεὸς κατὰ τὸν θεῖον ἀπόστολον.
\n なぜなら、使徒が言うように、唯一にして賢明で力ある神が、その支配下にある私たちに求められるのは、このことだからである。
Τίνος γὰρ ἄλλου δεῖται παρ’ ἡμῶν, ὃς διά τινος τῶν προφητῶν περὶ ἑαντοῦ λέγει "τὸν οὐρανὸν πληρῶ καὶ τὴν γῆν," καὶ οὗ ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς, κατὰ τὸν Δαβίδ, καὶ μεθ’ οὗ πᾶς ἀγρὸς παντοίοις ὡραϊσμένος φυτοῖς;
というのも、預言者の一人を通じて自分について「私は天と地を満たしている」と言われるお方、そしてダヴィデが言うように、世界とその中にあるすべてのものがそのお方のものであり、あらゆる種類の植物で美しく飾られたすべての野もそのお方とともにあるのだから、神が私たちに他に何を必要とされるだろうか。