§2.12.1τὰ δὲ ἤθη ποῖοί τινες κατὰ τὰ πάθη καὶ τὰς ἕξεις καὶ τὰς ἡλικίας καὶ τὰς τύχας, διέλθωμεν μετὰ ταῦτα.
この後に、感情、状態、年齢、および境遇に応じて、性格がどのようなものであるかを論じよう。
§2.12.2λέγω δὲ πάθη μὲν ὀργὴν ἐπιθυμίαν καὶ τὰ τοιαῦτα περὶ ὧν εἰρήκαμεν, ἕξεις δὲ ἀρετὰς καὶ κακίας, εἴρηται δὲ περὶ τούτων πρότερον, καὶ ποῖα προαιροῦνται ἕκαστοι, καὶ ποίων πρακτικοί ἡλικίαι δέ εἰσι νεότης καὶ ἀκμὴ καὶ γῆρας.
私の言う感情とは、怒りや欲望など、すでに述べたものたちのことであり、状態とは徳と悪徳のことであって、これらについては、またそれぞれが何を選択し、何を実行する傾向にあるかについては、以前に述べた。 また年齢とは若年、壮年、老年である。
τύχην δὲ λέγω εὐγένειαν καὶ πλοῦτον καὶ δυνάμεις καὶ τἀναντία τούτοις καὶ ὅλως εὐτυχίαν καὶ δυστυχίαν.
境遇とは、家柄の良さ、富、権力、およびこれらと反対のものであり、総じて幸運と不運のことである。
§2.12.3οἱ μὲν οὖν νέοι τὰ ἤθη εἰσὶν ἐπιθυμητικοί, καὶ οἷοι ποιεῖν ὧν ἂν ἐπιθυμήσωσι.
さて、若者たちの性格は欲望に動かされやすく、自分が望むことを何でも実行する傾向がある。
καὶ τῶν περὶ τὸ σῶμα ἐπιθυμιῶν μάλιστα ἀκολουθητικοί εἰσι τῇ περὶ τὰ ἀφροδίσια καὶ ἀκρατεῖς ταύτης,
そして、肉体的な欲望のうちで、彼らが最も従いやすく、また自制できないのは、性愛に関わるものである。
§2.12.4εὐμετάβολοι δὲ καὶ ἁψίκοροι πρὸς τὰς ἐπιθυμίας, καὶ σφόδρα μὲν ἐπιθυμοῦσι ταχέως δὲ παύονται (ὀξεῖαι γὰρ αἱ βουλήσεις καὶ οὐ μεγάλαι, ὥσπερ αἱ τῶν καμνόντων δίψαι καὶ πεῖναι),
また彼らは欲望に対して移り気で飽きやすく、激しく欲望するがすぐに冷める(彼らの意志は急激で、大きくはないからであり、それは病人の渇きや飢えのようである)。
§2.12.5καὶ θυμικοὶ καὶ ὀξύθυμοι καὶ οἷοι ἀκολουθεῖν τῇ ὀργῇ.
また激情に富み、怒りっぽく、怒りに身を任せる傾向がある。
καὶ ἥττους εἰσὶ τοῦ θυμοῦ·
そして怒りに打ち勝つことができない。
διὰ γὰρ φιλοτιμίαν οὐκ ἀνέχονται ὀλιγωρούμενοι, ἀλλʼ ἀγανακτοῦσιν ἂν οἴωνται ἀδικεῖσθαι.
名誉欲のために軽んじられることに耐えられず、不当に扱われていると思うと憤慨するからである。
§2.12.6καὶ φιλότιμοι μέν εἰσιν, μᾶλλον δὲ φιλόνικοι (ὑπεροχῆς γὰρ ἐπιθυμεῖ ἡ νεότης, ἡ δὲ νίκη ὑπεροχή τις), καὶ ἄμφω ταῦτα μᾶλλον ἢ φιλοχρήματοι (φιλοχρήματοι δὲ ἥκιστα διὰ τὸ μήπω ἐνδείας πεπειρᾶσθαι, ὥσπερ τὸ Πιττακοῦ ἔχει ἀπόφθεγμα εἰς Ἀμφιάραον),
また名誉を重んじるが、それ以上に勝利を重んじる(若さは優越を望み、勝利は一種の優越だからである)。 そしてこの両方を、金銭を愛すること以上に重んじる(彼らが金銭を最も愛さないのは、まだ欠乏を経験したことがないからであり、それはピッタコスのアンピアラオスに対する格言の通りである)。
§2.12.7καὶ οὐ κακοήθεις ἀλλʼ εὐήθεις διὰ τὸ μήπω τεθεωρηκέναι πολλὰς πονηρίας, καὶ εὔπιστοι διὰ τὸ μήπω πολλὰ ἐξηπατῆσθαι,
また悪意がなく、むしろ気立てが良い。 まだ多くの邪悪さを見ていないからである。 そして信じやすい。 まだ何度も騙されたことがないからである。
§2.12.8καὶ εὐέλπιδες·
また希望に満ちている。
ὥσπερ γὰρ οἱ οἰνωμένοι, οὕτω διάθερμοί εἰσιν οἱ νέοι ὑπὸ τῆς φύσεως· ἅμα δὲ καὶ διὰ τὸ μὴ πολλὰ ἀποτετυχηκέναι.
酒に酔った者たちのように、若者たちは自然によって熱せられているからであり、同時にまた、多くの失敗を経験していないからである。
καὶ ζῶσι τὰ πλεῖστα ἐλπίδι·
そして彼らはその大半を希望によって生きる。
ἡ μὲν γὰρ ἐλπὶς τοῦ μέλλοντός ἐστιν ἡ δὲ μνήμη τοῦ παροιχομένου, τοῖς δὲ νέοις τὸ μὲν μέλλον πολὺ τὸ δὲ παρεληλυθὸς βραχύ· τῇ γὰρ πρώτῃ ἡμέρᾳ μεμνῆσθαι μὲν οὐδὲν οἷόν τε, ἐλπίζειν δὲ πάντα.
希望は未来に関わり、記憶は過去に関わるが、若者にとって未来は長く過去は短いからである(人生の最初の日には、思い出すことは何一つ不可能であり、すべてを希望することは可能である)。
καὶ εὐεξαπάτητοί εἰσι διὰ τὸ εἰρημένον (ἑλπίζουσι γὰρ ῥᾳδίως),
また彼らは、先に述べた理由によって騙されやすい(容易に希望を抱くからである)。
§2.12.9καὶ ἀνδρειότεροι (θυμώδεις γὰρ καὶ εὐέλπιδες, ὧν τὸ μὲν μὴ φοβεῖσθαι τὸ δὲ θαρρεῖν ποιεῖ·
また、より勇敢である(激情に富み、希望に満ちているからであり、前者は恐れないことを、後者は自信を持つことを生む。
οὔτε γὰρ ὀργιζόμενος οὐδεὶς φοβεῖται, τό τε ἐλπίζειν ἀγαθόν τι θαρραλέον ἐστίν),
怒っている人は誰も恐れず、良いことを期待することは自信を与えるからである)。
§2.12.10καὶ αἰσχυντηλοί (οὐ γάρ πω καλὰ ἕτερα ὑπολαμβάνουσιν, ἀλλὰ πεπαίδευνται ὑπὸ τοῦ νόμου μόνον),
また恥を知る(なぜなら、彼らはまだ法によってのみ教育されているため、それ以外の美しいものを想定していないからである)。
§2.12.11καὶ μεγαλόψυχοι (οὐ γὰρ ὑπὸ τοῦ βίου πω τεταπείνωνται, ἀλλὰ τῶν ἀναγκαίων ἄπειροί εἰσιν, καὶ τὸ ἀξιοῦν αὑτὸν μεγάλων μεγαλοψυχία· τοῦτο δʼ εὐέλπιδος).
また気宇壮大である(まだ生活によって卑屈にさせられておらず、生存に不可欠なものを経験していないからである。 そして、自分自身を大きなものに値するとみなすことが気宇壮大さであり、これは希望に満ちた人の特徴だからである)。
§2.12.12καὶ μᾶλλον αἱροῦνται πράττειν τὰ καλὰ τῶν συμφερόντων·
また、有益なことよりも美しいことを行うことをより好む。
τῷ γὰρ ἤθει ζῶσι μᾶλλον ἢ τῷ λογισμῷ, ἔστι δὲ ὁ μὲν λογισμὸς τοῦ συμφέροντος ἡ δὲ ἀρετὴ τοῦ καλοῦ.
彼らは計算よりもむしろ性格に従って生きるからであり、計算は有益なことに関わり、徳は美しいことに関わるからである。
§2.12.13καὶ φιλόφιλοι καὶ φιλέταιροι μᾶλλον τῶν ἄλλων ἡλικιῶν διὰ τὸ χαίρειν τῷ συζῆν καὶ μήπω πρὸς τὸ συμφέρον κρίνειν μηδέν, ὥστε μηδὲ τοὺς φίλους.
また、彼らは他のどの年齢層よりも友人を愛し、仲間を好む。 共に生きることを喜び、まだ何事も利益によって判断せず、したがって友人も利益によって判断しないからである。
§2.12.14καὶ ἅπαντα ἐπὶ τὸ μᾶλλον καὶ σφοδρότερον ἁμαρτάνουσι, παρὰ τὸ Χιλώνειον (πάντα γὰρ ἄγαν πράττουσιν·
また、彼らはすべての過ちを「過度に、かつ激しく」犯すが、これはキロンの格言に反している。 彼らはすべてを行き過ぎて行うからである。 行き過ぎて愛し、行き過ぎて憎み、他のすべてのことも同様に行う。
φιλοῦσι γὰρ ἄγαν καὶ μισοῦσιν ἄγαν καὶ τἆλλα πάντα ὁμοίως), καὶ εἰδέναι ἅπαντα οἴονται καὶ διισχυρίζονται (τοῦτο γὰρ αἴτιόν ἐστιν καὶ τοῦ πάντα ἄγαν),
また、彼らはすべてを知っていると思い、強く主張する(これがすべてを行き過ぎて行う原因でもある)。
§2.12.15καὶ τὰ ἀδικήματα ἀδικοῦσιν εἰς ὕβριν, οὐ κακουργίαν.
また、彼らが犯す不正は傲慢によるものであり、悪意によるものではない。
καὶ ἐλεητικοὶ διὰ τὸ πάντας χρηστοὺς καὶ βελτίους ὑπολαμβάνειν (τῇ γὰρ αὑτῶν ἀκακίᾳ τοὺς πέλας μετροῦσιν, ὥστε ἀνάξια πάσχειν ὑπολαμβάνουσιν αὐτούς),
また、彼らは同情しやすい。 すべての人を善良で、より優れた人であると想定するからである(彼らは自分自身の無邪気さによって隣人を測るため、彼らが不当な苦しみを受けていると想定する)。
§2.12.16καὶ φιλογέλωτες, διὸ καὶ φιλευτράπελοι·
また、笑いを好み、それゆえに機知に富む。
ἡ γὰρ εὐτραπελία πεπαιδευμένη ὕβρις ἐστίν.
機知とは、教育された傲慢だからである。