Humanitext Reader

亚里士多德 · 修辞学 §2.12.1-2.12.16

性格的决定因素与年轻人的性格特征

第 50 段,共 98 段 · 希腊语

内容简介

作者在界定了情感、习惯、年龄和境遇这些分析性格的前提后,重点探讨了年轻人的性格特征,包括欲望强烈、执着于荣誉和胜利、纯真且充满希望,以及在一切行动中都倾向于过度的表现。

§2.12.1τὰ δὲ ἤθη ποῖοί τινες κατὰ τὰ πάθη καὶ τὰς ἕξεις καὶ τὰς ἡλικίας καὶ τὰς τύχας, διέλθωμεν μετὰ ταῦτα.
接下来,让我们讨论在情感、习惯、年龄和境遇方面,性格具有怎样的特征。
§2.12.2λέγω δὲ πάθη μὲν ὀργὴν ἐπιθυμίαν καὶ τὰ τοιαῦτα περὶ ὧν εἰρήκαμεν, ἕξεις δὲ ἀρετὰς καὶ κακίας, εἴρηται δὲ περὶ τούτων πρότερον, καὶ ποῖα προαιροῦνται ἕκαστοι, καὶ ποίων πρακτικοί ἡλικίαι δέ εἰσι νεότης καὶ ἀκμὴ καὶ γῆρας.
我所谓的艺术情感是指愤怒、欲望及我们已经讨论过的此类事物,而习惯是指美德和恶德。 关于这些,以及每个人选择什么、实行什么,之前已经讨论过。 而年龄是指青年、壮年和老年。
τύχην δὲ λέγω εὐγένειαν καὶ πλοῦτον καὶ δυνάμεις καὶ τἀναντία τούτοις καὶ ὅλως εὐτυχίαν καὶ δυστυχίαν.
所谓境遇,是指高贵的出身、财富、权力及与此相反的事物,总而言之就是幸运和不幸。
§2.12.3οἱ μὲν οὖν νέοι τὰ ἤθη εἰσὶν ἐπιθυμητικοί, καὶ οἷοι ποιεῖν ὧν ἂν ἐπιθυμήσωσι.
那么,年轻人的性格是充满欲望的,并且倾向于去做他们所渴望的任何事。
καὶ τῶν περὶ τὸ σῶμα ἐπιθυμιῶν μάλιστα ἀκολουθητικοί εἰσι τῇ περὶ τὰ ἀφροδίσια καὶ ἀκρατεῖς ταύτης,
而在肉体的欲望中,他们最容易顺从且最不能自制的是关于性爱之事的欲望。
§2.12.4εὐμετάβολοι δὲ καὶ ἁψίκοροι πρὸς τὰς ἐπιθυμίας, καὶ σφόδρα μὲν ἐπιθυμοῦσι ταχέως δὲ παύονται (ὀξεῖαι γὰρ αἱ βουλήσεις καὶ οὐ μεγάλαι, ὥσπερ αἱ τῶν καμνόντων δίψαι καὶ πεῖναι),
他们在欲望上易变且容易厌倦,虽然渴望强烈,但很快就会平息(因为他们的意愿急剧而不持久,就像病人的渴和饥一样)。
§2.12.5καὶ θυμικοὶ καὶ ὀξύθυμοι καὶ οἷοι ἀκολουθεῖν τῇ ὀργῇ.
他们也是多激情的、易怒的,并且倾向于听从愤怒。
καὶ ἥττους εἰσὶ τοῦ θυμοῦ· διὰ γὰρ φιλοτιμίαν οὐκ ἀνέχονται ὀλιγωρούμενοι, ἀλλʼ ἀγανακτοῦσιν ἂν οἴωνται ἀδικεῖσθαι.
他们顺从于愤怒;因为由于好名誉,他们不能容忍被轻视,如果他们认为自己受到不公正的对待,就会愤愤不平。
§2.12.6καὶ φιλότιμοι μέν εἰσιν, μᾶλλον δὲ φιλόνικοι (ὑπεροχῆς γὰρ ἐπιθυμεῖ ἡ νεότης, ἡ δὲ νίκη ὑπεροχή τις), καὶ ἄμφω ταῦτα μᾶλλον ἢ φιλοχρήματοι (φιλοχρήματοι δὲ ἥκιστα διὰ τὸ μήπω ἐνδείας πεπειρᾶσθαι, ὥσπερ τὸ Πιττακοῦ ἔχει ἀπόφθεγμα εἰς Ἀμφιάραον),
他们喜爱荣誉,但更喜爱胜利(因为青年渴望优越,而胜利是某种优越),且他们喜爱这两者甚于喜爱金钱(他们最不爱金钱,因为他们尚未体验过匮乏,正如皮塔科斯针对安菲阿拉俄斯的名言所说的那样)。
§2.12.7καὶ οὐ κακοήθεις ἀλλʼ εὐήθεις διὰ τὸ μήπω τεθεωρηκέναι πολλὰς πονηρίας, καὶ εὔπιστοι διὰ τὸ μήπω πολλὰ ἐξηπατῆσθαι,
他们并非心怀恶意,而是心地善良,因为他们尚未目睹过许多邪恶;他们容易相信他人,因为他们尚未经常被骗。
§2.12.8καὶ εὐέλπιδες· ὥσπερ γὰρ οἱ οἰνωμένοι, οὕτω διάθερμοί εἰσιν οἱ νέοι ὑπὸ τῆς φύσεως· ἅμα δὲ καὶ διὰ τὸ μὴ πολλὰ ἀποτετυχηκέναι.
他们也充满希望;因为就像喝醉了酒的人一样,年轻人因天性而发热;同时也是因为他们尚未多次遭遇失败。
καὶ ζῶσι τὰ πλεῖστα ἐλπίδι· ἡ μὲν γὰρ ἐλπὶς τοῦ μέλλοντός ἐστιν ἡ δὲ μνήμη τοῦ παροιχομένου, τοῖς δὲ νέοις τὸ μὲν μέλλον πολὺ τὸ δὲ παρεληλυθὸς βραχύ· τῇ γὰρ πρώτῃ ἡμέρᾳ μεμνῆσθαι μὲν οὐδὲν οἷόν τε, ἐλπίζειν δὲ πάντα.
他们大部分时间依靠希望生活;因为希望属于未来,而记忆属于过去,对年轻人来说,未来很长而过去很短(在生命的第一天,人无法记住任何事,却可以对一切充满希望)。
καὶ εὐεξαπάτητοί εἰσι διὰ τὸ εἰρημένον (ἑλπίζουσι γὰρ ῥᾳδίως),
由于上述原因,他们也很容易受骗(因为他们很容易抱有希望)。
§2.12.9καὶ ἀνδρειότεροι (θυμώδεις γὰρ καὶ εὐέλπιδες, ὧν τὸ μὲν μὴ φοβεῖσθαι τὸ δὲ θαρρεῖν ποιεῖ· οὔτε γὰρ ὀργιζόμενος οὐδεὶς φοβεῖται, τό τε ἐλπίζειν ἀγαθόν τι θαρραλέον ἐστίν),
他们也更勇敢(因为他们易怒且充满希望,前者使他们不惧怕,后者使他们充满自信;因为愤怒的人不惧怕,而期望获得美好事物是令人充满自信的)。
§2.12.10καὶ αἰσχυντηλοί (οὐ γάρ πω καλὰ ἕτερα ὑπολαμβάνουσιν, ἀλλὰ πεπαίδευνται ὑπὸ τοῦ νόμου μόνον),
他们也有羞耻心(因为他们还不懂得其他美好的事物,而仅仅受到法律的教化)。
§2.12.11καὶ μεγαλόψυχοι (οὐ γὰρ ὑπὸ τοῦ βίου πω τεταπείνωνται, ἀλλὰ τῶν ἀναγκαίων ἄπειροί εἰσιν, καὶ τὸ ἀξιοῦν αὑτὸν μεγάλων μεγαλοψυχία· τοῦτο δʼ εὐέλπιδος).
他们也心胸宽广(因为他们尚未被生活所屈服,对必需的事物缺乏经验,而认为自己配得上伟大的事物就是器局大度;这是属于充满希望的人的特征)。
§2.12.12καὶ μᾶλλον αἱροῦνται πράττειν τὰ καλὰ τῶν συμφερόντων· τῷ γὰρ ἤθει ζῶσι μᾶλλον ἢ τῷ λογισμῷ, ἔστι δὲ ὁ μὲν λογισμὸς τοῦ συμφέροντος ἡ δὲ ἀρετὴ τοῦ καλοῦ.
他们更倾向于做高尚的事,而非有用的事;因为他们更多地依靠性格生活,而非依靠理性,理性关乎有用,而美德关乎高尚。
§2.12.13καὶ φιλόφιλοι καὶ φιλέταιροι μᾶλλον τῶν ἄλλων ἡλικιῶν διὰ τὸ χαίρειν τῷ συζῆν καὶ μήπω πρὸς τὸ συμφέρον κρίνειν μηδέν, ὥστε μηδὲ τοὺς φίλους.
他们比其他年龄段的人更爱朋友、爱同伴,因为他们乐于共同生活,而且尚未根据有用性来评判任何事物,因此也不这样评判朋友。
§2.12.14καὶ ἅπαντα ἐπὶ τὸ μᾶλλον καὶ σφοδρότερον ἁμαρτάνουσι, παρὰ τὸ Χιλώνειον (πάντα γὰρ ἄγαν πράττουσιν· φιλοῦσι γὰρ ἄγαν καὶ μισοῦσιν ἄγαν καὶ τἆλλα πάντα ὁμοίως), καὶ εἰδέναι ἅπαντα οἴονται καὶ διισχυρίζονται (τοῦτο γὰρ αἴτιόν ἐστιν καὶ τοῦ πάντα ἄγαν),
他们犯下的一切错误都倾向于“过度”和“过于激烈”,这违背了奇隆的格言(因为他们做任何事都过度:他们爱得过度、恨得过度,其他所有事也同样如此),而且他们认为自己知道一切,并坚持己见(这也是他们做一切事都过度的原因)。
§2.12.15καὶ τὰ ἀδικήματα ἀδικοῦσιν εἰς ὕβριν, οὐ κακουργίαν.
他们所犯的侵权行为是出于傲慢,而非出于恶意。
καὶ ἐλεητικοὶ διὰ τὸ πάντας χρηστοὺς καὶ βελτίους ὑπολαμβάνειν (τῇ γὰρ αὑτῶν ἀκακίᾳ τοὺς πέλας μετροῦσιν, ὥστε ἀνάξια πάσχειν ὑπολαμβάνουσιν αὐτούς),
他们也富有同情心,因为他们设想所有人都是善良且比他们更好的(因为他们用自己没有恶意的尺度去衡量邻人,从而设想邻人遭受了不应得的痛苦)。
§2.12.16καὶ φιλογέλωτες, διὸ καὶ φιλευτράπελοι· ἡ γὰρ εὐτραπελία πεπαιδευμένη ὕβρις ἐστίν.
他们也爱笑,因此也富有幽默感;因为幽默感就是有教养的傲慢。

词汇与语法注释

  1. §2.12.2ποῖα προαιροῦνται ἕκαστοι, καὶ ποίων πρακτικοί — 此间接疑问从句构成了 εἴρηται 的主语的一部分。它补充了前文的 περὶ τούτων(美德和恶德),指出了他们做出何种选择(ποῖα προαιροῦνται)以及倾向于实行何种事物(ποίων πρακτικοί)。后者中的属格 ποίων 是由形容词 πρακτικοί 支配的宾格性属格。
  2. §2.12.3τῶν περὶ τὸ σῶμα ἐπιθυμιῶν μάλιστα ἀκολουθητικοί εἰσι τῇ περὶ τὰ ἀφροδίσια — 一个复杂的双重支配结构。句首的属格短语 τῶν περὶ τὸ σῶμα ἐπιθυμιῶν 作为部分属格(“在肉体的欲望中”)。与之相对,主句形容词 ἀκολουθητικοί(倾向于顺从)支配了与格 τῇ περὶ τὰ ἀφροδίσια(关于性爱之事的欲望)。
  3. §2.12.8τῇ γὰρ πρώτῃ ἡμέρᾳ — 时间与格,意为“在(生命的)第一天”。此处作比喻,用以形容年轻人生命的初期阶段,通过将其比作生命的第一天,来说明一种未来无限漫长而过去毫无记忆(μεμνῆσθαι μὲν οὐδὲν)的极端状态。
  4. §2.12.11τοῦτο δʼ εὐέλπιδος — εὐέλπιδος 是形容词 εὐέλπις 的单数属格形式,作表示特征的领属属格(“而这是充满希望的人的特征”)。主语 τοῦτο 指代前文的内容,即“认为自己配得上伟大的事物”(τὸ ἀξιοῦν αὑτὸν μεγάλων)。
  5. §2.12.14παρὰ τὸ Χιλώνειον — 前置词 παρά 支配宾格,意为“违背”。τὸ Χιλώνειον 是带有定冠词的中性形容词,作名词性用法,意为“奇隆的(格言)”,指希腊七贤之一奇隆的名言“凡事勿过度”(μηδὲν ἄγαν)。

引用这一段

亚里士多德, 修辞学 §2.12.1-2.12.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.12.1-2.12.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。