§1.5.9τιμὴ δʼ ἐστὶν μὲν σημεῖον εὐεργετικῆς εὐδοξίας, τιμῶνται δὲ δικαίως μὲν καὶ μάλιστα οἱ εὐεργετηκότες, οὐ μὴν ἀλλὰ τιμᾶται καὶ ὁ δυνάμενος εὐεργετεῖν·
名誉とは、恩恵を与えることによる評判の印である。 正当にかつ最も多く名誉を受けるのは、恩恵を施した人々であるが、とはいえ、恩恵を施す能力がある者もまた名誉を受ける。
εὐεργεσία δὲ ἢ εἰς σωτηρίαν καὶ ὅσα αἴτια τοῦ εἶναι, ἢ εἰς πλοῦτον, ἢ εἴς τι τῶν ἄλλων ἀγαθῶν, ὧν μὴ ῥᾳδία ἡ κτῆσις ἢ ὅλως ἢ ἐνταῦθα ἢ τότε·
恩恵とは、生存の原因となる安全や他のすべてのものに関するもの、あるいは富に関するもの、あるいは他の善いもののいずれかに関するものである。 それらの善いものは、全体として、あるいはその場所において、あるいはその時に、獲得が容易ではないものである。
πολλοὶ γὰρ διὰ μικρὰ δοκοῦντα τιμῆς τυγχάνουσιν, ἀλλʼ οἱ τόποι καὶ οἱ καιροὶ αἴτιοι.
なぜなら、多くの人々が、些細と思われる事柄のために名誉を得るが、場所や時期がその原因だからである。
μέρη δὲ τιμῆς θυσίαι, μνῆμαι ἐν μέτροις καὶ ἄνευ μέτρων, γέρα, τεμένη, προεδρίαι, τάφοι, εἰκόνες, τροφαὶ δημόσιαι, τὰ βαρβαρικά, οἷον προσκυνήσεις καὶ ἐκστάσεις, δῶρα τὰ παρʼ ἑκάστοις τίμια.
名誉の部分とは、生贄、韻律あるいは韻律なしでの記念、特権、神聖な領地、特別席、墓、肖像、公的な給養、バルバロイの習慣、例えば平伏や席を譲ること、また、それぞれの場所で尊ばれている贈り物である。
καὶ γὰρ τὸ δῶρόν ἐστι κτήματος δόσις καὶ τιμῆς σημεῖον, διὸ καὶ οἱ φιλοχρήματοι καὶ οἱ φιλότιμοι ἐφίενται αὐτῶν·
なぜなら、贈り物とは財産の譲渡であり、かつ名誉の印でもあるからであり、それゆえ財産を愛する者たちも名誉を愛する者たちも、贈り物を熱望する。
ἀμφοτέροις γὰρ ἔχει ὧν δέονται·
なぜなら、贈り物には両者が求めるものがあるからである。
καὶ γὰρ κτῆμά ἐστιν οὗ ἐφίενται οἱ φιλοχρήματοι, καὶ τιμὴν ἔχει οὗ οἱ φιλότιμοι.
すなわち、財産を愛する者が求めるものである財産であり、名誉を愛する者が求めるものである名誉を含んでいるからである。
§1.5.10σώματος δὲ ἀρετὴ ὑγίεια, αὕτη δὲ οὕτως ὥστε ἀνόσους εἶναι χρωμένους τοῖς σώμασιν·
身体の徳とは健康であり、それも、自らの身体を使用するにあたって病気にかからないような健康である。
πολλοὶ γὰρ ὑγιαίνουσιν, ὥσπερ Ἡρόδικος λέγεται, οὓς οὐδεὶς ἂν εὐδαιμονίσειε τῆς ὑγιείας διὰ τὸ πάντων ἀπέχεσθαι τῶν ἀνθρωπίνων ἢ τῶν πλείστων.
なぜなら、ヘロディコスについて言われるように、多くの人が健康であるが、彼らは人間のあらゆる営み、あるいはその大部分を避けているために、その健康のゆえに彼らを幸福だとする者は誰もいないからである。
§1.5.11κάλλος δὲ ἕτερον καθʼ ἑκάστην ἡλικίαν ἐστίν.
美は、それぞれの年齢において異なる。
νέου μὲν οὖν κάλλος τὸ πρὸς τοὺς πόνους χρήσιμον ἔχειν τὸ σῶμα τούς τε πρὸς δρόμον καὶ πρὸς βίαν, ἡδὺν ὄντα ἰδεῖν πρὸς ἀπόλαυσιν·
若者の美とは、走ることや力業といった労苦に対して役立つ身体を持ち、かつ見る者にとって享受として快いことである。
διὸ οἱ πένταθλοι κάλλιστοι, ὅτι πρὸς βίαν καὶ πρὸς τάχος ἅμα πεφύκασιν·
それゆえ、五種競技の選手は最も美しい。 彼らは力強さと速さの両方に生まれつき適しているからである。
ἀκμάζοντος δὲ πρὸς μὲν πόνους τοὺς πολεμικούς, ἡδὺν δʼ εἶναι δοκεῖν μετὰ φοβερότητος·
全盛期の人(壮年)の美とは、戦争の労苦に対して十分であり、畏怖を伴いつつも快いと見なされることである。
γέροντος δὲ πρὸς μὲν πόνους τοὺς ἀναγκαίους ἱκανόν, ἄλυπον δὲ διὰ τὸ μηδὲν ἔχειν ὧν τὸ γῆρας λωβᾶται.
老人の美とは、必要な労苦に対して十分であり、かつ、老齢が損なうようなものを何も持たないことによって、不快感を与えないことである。
§1.5.12ἰσχὺς δʼ ἐστὶ μὲν δύναμις τοῦ κινεῖν ἕτερον ὡς βούλεται, ἀνάγκη δὲ κινεῖν ἕτερον ἢ ἕλκοντα ἢ ὠθοῦντα ἢ αἴροντα ἢ πιέζοντα ἢ συνθλίβοντα, ὥστε ὁ ἰσχυρὸς ἢ πᾶσιν ἢ τούτων τισίν ἐστιν ἰσχυρός.
強さとは、他者を自分の望むように動かす能力である。 他者を動かすには、引くか、押すか、持ち上げるか、押さえつけるか、あるいは押しつぶすかのいずれかでなければならない。 したがって、強い人とは、これらすべてにおいて、あるいはこれらの一部において強い人である。
§1.5.13μεγέθους δὲ ἀρετὴ τὸ ὑπάρχειν κατὰ μῆκος καὶ βάθος καὶ πλάτος τῶν πολλῶν τοσούτῳ μείζονʼ ὥστε μὴ βραδυτέρας ποιεῖν τὰς κινήσεις διὰ τὴν ὑπερβολήν.
大きさの徳とは、長さ、深さ、幅において、多くの人々より、その過剰さのゆえに動きを遅くしてしまわない程度に大きいことである。
§1.5.14ἀγωνιστικὴ δὲ σώματος ἀρετὴ σύγκειται ἐκ μεγέθους καὶ ἰσχύος καὶ τάχους (καὶ γὰρ ὁ ταχὺς ἰσχυρός ἐστιν)·
身体の競技能力の徳とは、大きさと強さと速さから構成される(なぜなら、速い者もまた強いからである)。
ὁ γὰρ δυνάμενος τὰ σκέλη ῥιπτεῖν πως καὶ κινεῖν ταχὺ καὶ πόρρω δρομικός, ὁ δὲ θλίβειν καὶ κατέχειν παλαιστικός, ὁ δὲ ὦσαι τῇ πληγῇ πυκτικός, ὁ δʼ ἀμφοτέροις τούτοις παγκρατιαστικός, ὁ δὲ πᾶσι πένταθλος.
なぜなら、足をある方法で放り出し、速く、かつ遠くへ動かすことができる者は走者であり、締め付け、押さえつけることができる者はレスリングの選手であり、打撃によって押し出すことができる者はボクシングの選手であり、これら両方ができる者はパンクラティオンの選手であり、すべてができる者は五種競技の選手だからである。
§1.5.15εὐγηρία δʼ ἐστὶ βραδυτὴς γήρως μετʼ ἀλυπίας·
穏やかな老後とは、痛みを伴わない、老化の遅さである。
οὔτε γὰρ εἰ ταχὺ γηράσκει, εὔγηρως, οὔτʼ εἰ μόγις μὲν λυπηρῶς δέ.
なぜなら、急速に老いるならば穏やかな老後とは言えず、辛うじてではあるが苦痛を伴う場合もまた、そうではないからである。
ἔστιν δὲ καὶ ἐκ τῶν τοῦ σώματος ἀρετῶν καὶ ἐκ τύχης·
そして、これは身体の諸々の徳から、また幸運からも生じる。
μὴ ἄνοσος γὰρ ὢν μηδὲ ἰσχυρὸς οὐκ ἔσται ἀπαθὴς οὐδʼ ἄλυπος, καὶ πολυχρόνιος οὐκ ἄνευ τύχης διαμείνειεν ἄν.
なぜなら、病気がなく、かつ強くないならば、痛みを免れたり、苦痛がなかったりすることはなく、また幸運なしには長生きして生き残ることはできないからである。
ἔστιν δέ τις καὶ χωρὶς ἰσχύος καὶ ὑγιείας ἄλλη δύναμις μακροβιότητος·
しかし、強さや健康とは無関係に、長寿のための別の能力も存在する。
πολλοὶ γὰρ ἄνευ τῶν τοῦ σώματος ἀρετῶν μακρόβιοί εἰσιν·
なぜなら、多くの人が身体の諸々の徳を持たずに長寿だからである。
ἀλλʼ οὐδὲν ἡ ἀκριβολογία χρήσιμος ἡ περὶ τούτων εἰς τὰ νῦν.
しかし、これらについての厳密な議論は、現在の目的には何の役にも立たない。
§1.5.16πολυφιλία δὲ καὶ χρηστοφιλία οὐκ ἄδηλα, τοῦ φίλου ὡρισμένου, ὅτι ἔστιν ὁ τοιοῦτος φίλος ὅστις ἃ οἴεται ἀγαθὰ εἶναι ἐκείνῳ, πρακτικός ἐστιν αὐτῶν διʼ ἐκεῖνον.
多くの友人と優れた友人を持つことについては、友人の定義(すなわち、相手のために、彼にとって善いと思われることを行う者)が定まっていれば、明白である。
ᾧ δὴ πολλοὶ τοιοῦτοι, πολύφιλος, ᾧ δὲ καὶ ἐπιεικεῖς ἄνδρες, χρηστόφιλος.
したがって、そのような人々を多く持つ者が多友であり、かつその人々が優れた人々である場合が佳友である。
§1.5.17εὐτυχία δέ ἐστιν, ὧν ἡ τύχη ἀγαθῶν αἰτία, ταῦτα γίγνεσθαι καὶ ὑπάρχειν ἢ πάντα ἢ τὰ πλεῖστα ἢ τὰ μέγιστα.
幸運とは、運が善いものの原因となる場合に、それらがすべて、あるいはその大部分、あるいは最大のものが生じ、かつ備わっていることである。
αἰτία δʼ ἐστὶν ἡ τύχη ἐνίων μὲν καὶ ὧν αἱ τέχναι, πολλῶν δὲ καὶ ἀτέχνων, οἷον ὅσων ἡ φύσις (ἐνδέχεται δὲ καὶ παρὰ φύσιν εἶναι)·
運は、技術が原因となるいくつかのものの原因でもあるが、多くの技術によらないもの、例えば自然が原因となるものの原因でもある(しかし、自然に反することも起こりうる)。
ὑγιείας μὲν γὰρ τέχνη αἰτία, κάλλους δὲ καὶ μεγέθους φύσις.
すなわち、健康の原因は技術であるが、美や大きさの原因は自然だからである。
ὅλως δὲ τὰ τοιαῦτα τῶν ἀγαθῶν ἐστιν ἀπὸ τύχης ἐφʼ οἷς ἐστιν ὁ φθόνος.
総じて、このような善いもののうち、嫉妬の対象となるものが、幸運によるものである。
ἔστιν δὲ καὶ τῶν παρὰ λόγον ἀγαθῶν αἰτία τύχη, οἷον εἰ οἱ ἄλλοι ἀδελφοὶ αἰσχροί, ὁ δὲ καλός, ἢ οἱ ἄλλοι μὴ εἶδον τὸν θησαυρόν, ὁ δʼ εὗρεν, ἢ εἰ τοῦ πλησίον ἔτυχεν τὸ βέλος, τούτου δὲ μή, ἢ εἰ μὴ ἦλθε μόνος, ἀεὶ φοιτῶν, οἱ δὲ ἅπαξ ἐλθόντες διεφθάρησαν·
運はまた、予期せぬ善いものの原因でもある。 例えば、他の兄弟たちは醜いのに、その人だけが美しい場合、あるいは、他の人々は宝を見つけられなかったのに、その人だけが見つけた場合、あるいは、隣の人に矢が当たったのに、その人には当たらなかった場合、あるいは、いつも通っていたのにその日だけ行かなかったために難を逃れ、一度だけ行った他の人々が破滅した場合である。
πάντα γὰρ τὰ τοιαῦτα εὐτυχήματα δοκεῖ εἶναι.
なぜなら、これらのようなことはすべて、幸運であると思われるからである。
§1.5.18περὶ δὲ ἀρετῆς ἐπείπερ οἰκειότατος ὁ περὶ τοὺς ἐπαίνους τόπος, ὅταν περὶ ἐπαίνου ποιώμεθα τὸν λόγον, τότε διοριστέον.
徳については、称賛に関するトポスに最も深く関わっているため、称賛について論じる際に定義することにする。