§1.5.1σχεδὸν δὲ καὶ ἰδίᾳ ἑκάστῳ καὶ κοινῇ πᾶσι σκοπός τις ἔστιν οὗ στοχαζόμενοι καὶ αἱροῦνται καὶ φεύγουσιν·
ほぼ、個々人にとっても私的に、またすべての人々にとっても公的に、ある目標が存在し、彼らはそれを目指して(選択すべきものを)選択し、(避けるべきものを)避ける。
καὶ τοῦτʼ ἐστὶν ἐν κεφαλαίῳ εἰπεῖν ἥ τʼ εὐδαιμονία καὶ τὰ μόρια αὐτῆς·
そして、これは要約して言えば、幸福とその諸部分である。
§1.5.2ὥστε παραδείγματος χάριν λάβωμεν τί ἐστιν ὡς ἁπλῶς εἰπεῖν ἡ εὐδαιμονία, καὶ ἐκ τίνων τὰ μόρια ταύτης·
したがって、例証のために、端的に言って幸福とは何であるか、そして何からその諸部分が構成されているかを取り上げよう。
περὶ γὰρ ταύτης καὶ τῶν εἰς ταύτην συντεινόντων καὶ τῶν ἐναντίων ταύτῃ αἵ τε προτροπαὶ καὶ αἱ ἀποτροπαὶ πᾶσαί εἰσιν·
なぜなら、この幸福と、これに資するものおよびこれに反するものについてこそ、あらゆる勧告と勧告の引き止めがなされるからである。
τὰ μὲν γὰρ παρασκευάζοντα ταύτην ἢ τῶν μορίων τι, ἢ μεῖζον ἀντʼ ἐλάττονος ποιοῦντα, δεῖ πράττειν, τὰ δὲ φθείροντα ἢ ἐμποδίζοντα ἢ τὰ ἐναντία ποιοῦντα μὴ πράττειν.
すなわち、これ(幸福)あるいはその部分のいずれかを作り出すもの、あるいは小さなものの代わりに大きなものにするものを、我々は行うべきであり、他方、破壊するもの、妨げるもの、あるいはこれらと反対のことを引き起こすものは行うべきではないからである。
§1.5.3ἔστω δὴ εὐδαιμονία εὐπραξία μετʼ ἀρετῆς, ἢ αὐτάρκεια ζωῆς, ἢ ὁ βίος ὁ μετὰ ἀσφαλείας ἥδιστος, ἢ εὐθενία κτημάτων καὶ σωμάτων μετὰ δυνάμεως φυλακτικῆς τε καὶ πρακτικῆς τούτων·
幸福とは、徳を伴う善い行い、あるいは生活の自足、あるいは安全を伴う最も快い生き方、あるいはそれらを保護し実行する力を伴う、財産と身体の豊かさであるとしよう。
σχεδὸν γὰρ τούτων ἓν ἢ πλείω τὴν εὐδαιμονίαν ὁμολογοῦσιν εἶναι ἅπαντες.
なぜなら、およそすべての人々が、これらのうちの一つまたは複数を幸福であると認めているからである。
§1.5.4εἰ δή ἐστιν ἡ εὐδαιμονία τοιοῦτον, ἀνάγκη αὐτῆς εἶναι μέρη εὐγένειαν, πολυφιλίαν, χρηστοφιλίαν, πλοῦτον, εὐτεκνίαν, πολυτεκνίαν, εὐγηρίαν·
もし幸福がこのようなものであるなら、その部分とは、高貴な生まれ、多くの友人、優れた友人、富、優れた子供、多くの子供、穏やかな老後であることは必然である。
ἔτι τὰς τοῦ σώματος ἀρετάς (οἷον ὑγίειαν, κάλλος, ἰσχύν, μέγεθος, δύναμιν ἀγωνιστικήν), δόξαν, τιμήν, εὐτυχίαν, ἀρετήν·
さらに、身体の諸々の卓越性(例えば、健康、美、強さ、大きさ、競技の能力)、名声、名誉、幸運、徳。
οὕτω γὰρ ἂν αὐταρκέστατός τις εἴη, εἰ ὑπάρχοι αὐτῷ τά τʼ ἐν αὐτῷ καὶ τὰ ἐκτὸς ἀγαθά·
なぜなら、自分自身のうちにある善きものと、外部の善きものが備わっているなら、最も自足した人となるからである。
οὐ γὰρ ἔστιν ἄλλα παρὰ ταῦτα.
これら以外には(善きものは)存在しない。
ἔστι δʼ ἐν αὐτῷ μὲν τὰ περὶ ψυχὴν καὶ τὰ ἐν σώματι, ἔξω δὲ εὐγένεια καὶ φίλοι καὶ χρήματα καὶ τιμή, ἔτι δὲ προσήκειν οἰόμεθα δυνάμεις ὑπάρχειν καὶ τύχην·
そして、自己のうちにあるものとは、魂に関するものと身体の中にあるものであり、外部にあるものとは、高貴な生まれ、友人、財産、名誉である。 さらに我々は、権力や幸運も備わっているのがふさわしいと考える。
οὕτω γὰρ ἀσφαλέστατος ὁ βίος.
なぜなら、そうすれば人生は最も安全だからである。
λάβωμεν τοίνυν ὁμοίως καὶ τούτων ἕκαστον τί ἐστιν.
それでは、同様にこれらの一つ一つが何であるかを取り上げよう。
§1.5.5εὐγένεια μὲν οὖν ἐστιν ἔθνει μὲν καὶ πόλει τὸ αὐτόχθονας ἢ ἀρχαίους εἶναι, καὶ ἡγεμόνας τοὺς πρώτους ἐπιφανεῖς, καὶ πολλοὺς ἐπιφανεῖς γεγονέναι ἐξ αὐτῶν ἐπὶ τοῖς ζηλουμένοις·
まず高貴な生まれとは、民族や国家においては、先住民族であること、あるいは古くからあること、そして最初の指導者たちが著名であったこと、そして賞賛されるべき事柄について彼らから多くの著名な者たちが生まれたことである。
ἰδίᾳ δὲ εὐγένεια ἢ ἀπʼ ἀνδρῶν ἢ ἀπὸ γυναικῶν, καὶ γνησιότης ἀπʼ ἀμφοῖν, καί, ὥσπερ ἐπὶ πόλεως, τὸ τούς τε πρώτους γνωρίμους ἢ ἐπʼ ἀρετῇ ἢ πλούτῳ ἢ ἄλλῳ τῳ τῶν τιμωμένων εἶναι, καὶ πολλοὺς ἐπιφανεῖς ἐκ τοῦ γένους καὶ ἄνδρας καὶ γυναῖκας καὶ νέους καὶ πρεσβυτέρους.
個人にとっては、高貴な生まれとは、父方から、あるいは母方からのものであり、両方からの嫡出であり、そして国家の場合と同様に、祖先が徳、富、あるいは尊敬される他の事柄において名高いこと、あるいはその一族から男も女も、若者も年長者も、多くの著名な者たちが生まれたことである。
§1.5.6εὐτεκνία δὲ καὶ πολυτεκνία οὐκ ἄδηλα.
優れた子供と多くの子供を持つことについては、明白である。
ἔστιν δὲ τῷ κοινῷ μὲν, νεότης ἂν ᾖ πολλὴ καὶ ἀγαθή, ἀγαθὴ δὲ κατʼ ἀρετὴν σώματος, οἷον μέγεθος, κάλλος, ἰσχύν, δύναμιν ἀγωνιστικήν· ψυχῆς δὲ σωφροσύνη καὶ ἀνδρεία νέου ἀρεταί·
公的には、若者が多く、かつ優れていることであり、優れているとは身体の徳(例えば大きさ、美、強さ、競技の能力)においてであり、魂については若者の徳である節制と勇敢さである。
ἰδίᾳ δὲ εὐτεκνία καὶ πολυτεκνία τὸ τὰ ἴδια τέκνα πολλὰ καὶ τοιαῦτα εἶναι, καὶ θήλεα καὶ ἄρρενα·
個人にとっては、優れた子供と多くの子供を持つこととは、自分の子供が多く、かつそのような者(優れている)であることであり、女の子も男の子も含めてである。
θηλειῶν δὲ ἀρετὴ σώματος μὲν κάλλος καὶ μέγεθος, ψυχῆς δὲ σωφροσύνη καὶ φιλεργία ἄνευ ἀνελευθερίας.
女の子の徳は、身体については美と大きさであり、魂については節制と卑屈でない勤勉さである。
ὁμοίως δὲ καὶ ἰδίᾳ καὶ κοινῇ, καὶ κατʼ ἄνδρας καὶ κατὰ γυναῖκας, δεῖ ζητεῖν ἕκαστον ὑπάρχειν τῶν τοιούτων·
公的にも私的にも、また男に関しても女に関しても、これらのような特性のそれぞれが備わっていることを求めるべきである。
ὅσοις γὰρ τὰ κατὰ γυναῖκας φαῦλα ὥσπερ Λακεδαιμονίοις, σχεδὸν κατὰ τὸ ἥμισυ οὐκ εὐδαιμονοῦσιν.
なぜなら、スパルタ人のように女性に関する事柄が劣悪な国では、幸福はおよそ半分欠けているからである。
§1.5.7πλούτου δὲ μέρη νομίσματος πλῆθος καὶ γῆς, χωρίων κτῆσις πλήθει καὶ μεγέθει καὶ κάλλει διαφερόντων, ἔτι δὲ ἐπίπλων κτῆσις καὶ ἀνδραπόδων καὶ βοσκημάτων πλήθει καὶ κάλλει διαφερόντων, ταῦτα δὲ πάντα οἰκεῖα καὶ ἀσφαλῆ καὶ ἐλευθέρια καὶ χρήσιμα.
富の諸部分は、通貨の多さ、土地、数量や大きさと美において卓越した地所の所有、さらには、数量と美において卓越した動産や奴隷、家畜の所有であり、これらすべては所有者の手元にあり、安全であり、自由人のものであり、かつ有益なものである。
ἔστιν δὲ χρήσιμα μὲν μᾶλλον τὰ κάρπιμα, ἐλευθέρια δὲ τὰ πρὸς ἀπόλαυσιν (κάρπιμα δὲ λέγω ἀφʼ ὧν αἱ πρόσοδοι, ἀπολαυστικὰ δὲ ἀφʼ ὧν μηδὲν παρὰ τὴν χρῆσιν γίγνεται ὅ τι καὶ ἄξιον).
そして、有益なものはむしろ実りをもたらすものであり、自由人のものは享受のためのものである(実りをもたらすとはそこから収入が得られるもののことであり、享受のためのものとは使用以外に特筆すべきものが何も生じないもののことである)。
ὅρος δὲ ἀσφαλείας μὲν τὸ ἐνταῦθα καὶ οὕτω κεκτῆσθαι ὥστʼ ἐφʼ αὑτῷ εἶναι τὴν χρῆσιν αὐτῶν, τοῦ δὲ οἰκεῖα εἶναι ἢ μὴ ὅταν ἐφʼ αὑτῷ ᾖ ἀπαλλοτριῶσαι·
安全の基準とは、その場所において、かつその使用が自分自身に依存するような形で所有していることである。 また、それらが自己の財産であるか否かの基準は、それを譲渡することが自分自身に依存しているときである。
λέγω δὲ ἀπαλλοτρίωσιν δόσιν καὶ πρᾶσιν.
私は譲渡を「贈与と売却」と言う。
ὅλως δὲ τὸ πλουτεῖν ἐστιν ἐν τῷ χρῆσθαι μᾶλλον ἢ ἐν τῷ κεκτῆσθαι·
総じて、富んでいることは、所有していることよりもむしろ使用することにある。
καὶ γὰρ ἡ ἐνέργειά ἐστι τῶν τοιούτων καὶ ἡ χρῆσις πλοῦτος.
なぜなら、これら(財物)の現実活動と使用こそが富だからである。
§1.5.8εὐδοξία δʼ ἐστὶν τὸ ὑπὸ πάντων σπουδαῖον ὑπολαμβάνεσθαι ἢ τοιοῦτόν τι ἔχειν οὗ πάντες ἐφίενται ἢ οἱ πολλοὶ ἢ οἱ ἀγαθοὶ ἢ οἱ φρόνιμοι.
名声とは、すべての人々から優れているとみなされること、あるいは、すべての人々、あるいは多くの人々、あるいは善い人々、あるいは賢い人々が熱望するような、何かそのようなものを備えていることである。