Humanitext Reader

亚里士多德 · 修辞学 §1.5.9-1.5.18

荣誉身体德行与好运的定义

第 11 段,共 98 段 · 希腊语

内容简介

本节详细阐述了作为幸福组成部分的荣誉、身体德行(健康、美貌、力量、身材、竞技能力)、安乐晚年、友谊及好运的定义,并声明将美德的定义推迟到关于颂扬的章节中讨论。

§1.5.9τιμὴ δʼ ἐστὶν μὲν σημεῖον εὐεργετικῆς εὐδοξίας, τιμῶνται δὲ δικαίως μὲν καὶ μάλιστα οἱ εὐεργετηκότες, οὐ μὴν ἀλλὰ τιμᾶται καὶ ὁ δυνάμενος εὐεργετεῖν·
荣誉是施恩者享有好名声的标志,那些已经施予恩惠的人受到公正且最大的尊敬,然而,能够施予恩惠的人也同样受到尊敬。
εὐεργεσία δὲ ἢ εἰς σωτηρίαν καὶ ὅσα αἴτια τοῦ εἶναι, ἢ εἰς πλοῦτον, ἢ εἴς τι τῶν ἄλλων ἀγαθῶν, ὧν μὴ ῥᾳδία ἡ κτῆσις ἢ ὅλως ἢ ἐνταῦθα ἢ τότε·
施恩要么是为了安全以及所有维持生存的事物,要么是为了财富,要么是为了其他不易获得的善物中的某一种(无论是在整体上、在此地还是在此时)。
πολλοὶ γὰρ διὰ μικρὰ δοκοῦντα τιμῆς τυγχάνουσιν, ἀλλʼ οἱ τόποι καὶ οἱ καιροὶ αἴτιοι.
因为许多人因看似微不足道的事而获得荣誉,但地点和时机才是原因。
μέρη δὲ τιμῆς θυσίαι, μνῆμαι ἐν μέτροις καὶ ἄνευ μέτρων, γέρα, τεμένη, προεδρίαι, τάφοι, εἰκόνες, τροφαὶ δημόσιαι, τὰ βαρβαρικά, οἷον προσκυνήσεις καὶ ἐκστάσεις, δῶρα τὰ παρʼ ἑκάστοις τίμια.
荣誉的组成部分包括:祭祀、有韵律或无韵律的纪念、特权、神圣领地、前座、坟墓、肖像、公家给养,以及蛮族的习俗如平伏和让座,还有在各地受到尊崇的礼物。
καὶ γὰρ τὸ δῶρόν ἐστι κτήματος δόσις καὶ τιμῆς σημεῖον, διὸ καὶ οἱ φιλοχρήματοι καὶ οἱ φιλότιμοι ἐφίενται αὐτῶν· ἀμφοτέροις γὰρ ἔχει ὧν δέονται· καὶ γὰρ κτῆμά ἐστιν οὗ ἐφίενται οἱ φιλοχρήματοι, καὶ τιμὴν ἔχει οὗ οἱ φιλότιμοι.
因为礼物既是财产的让予,又是荣誉的标志,所以爱财者和爱荣誉者都向往礼物;因为礼物包含着两者所需要的东西:它既是爱财者向往的财产,又含有爱荣誉者向往的荣誉。
§1.5.10σώματος δὲ ἀρετὴ ὑγίεια, αὕτη δὲ οὕτως ὥστε ἀνόσους εἶναι χρωμένους τοῖς σώμασιν· πολλοὶ γὰρ ὑγιαίνουσιν, ὥσπερ Ἡρόδικος λέγεται, οὓς οὐδεὶς ἂν εὐδαιμονίσειε τῆς ὑγιείας διὰ τὸ πάντων ἀπέχεσθαι τῶν ἀνθρωπίνων ἢ τῶν πλείστων.
身体的德行是健康,并且是指在使用身体时没有疾病;因为许多人很健康,正如据说希罗迪科斯那样,但没有人会因为健康而祝福他们,因为他们避开了所有或绝大多数人类的活动。
§1.5.11κάλλος δὲ ἕτερον καθʼ ἑκάστην ἡλικίαν ἐστίν.
美在每个年龄段都不同。
νέου μὲν οὖν κάλλος τὸ πρὸς τοὺς πόνους χρήσιμον ἔχειν τὸ σῶμα τούς τε πρὸς δρόμον καὶ πρὸς βίαν, ἡδὺν ὄντα ἰδεῖν πρὸς ἀπόλαυσιν· διὸ οἱ πένταθλοι κάλλιστοι, ὅτι πρὸς βίαν καὶ πρὸς τάχος ἅμα πεφύκασιν·
青年人的美,是指拥有能胜任奔跑和力量等劳苦的身体,同时在视觉上令人愉悦、赏心悦目;因此,五项全能运动员最美,因为他们天生兼具力量与速度。
ἀκμάζοντος δὲ πρὸς μὲν πόνους τοὺς πολεμικούς, ἡδὺν δʼ εἶναι δοκεῖν μετὰ φοβερότητος·
壮年人的美,是指能胜任战争的劳苦,并且显得令人愉悦而又心生敬畏。
γέροντος δὲ πρὸς μὲν πόνους τοὺς ἀναγκαίους ἱκανόν, ἄλυπον δὲ διὰ τὸ μηδὲν ἔχειν ὧν τὸ γῆρας λωβᾶται.
老年人的美,是指对于必要的劳苦足够胜任,并且由于没有受到衰老侵蚀的痕迹而不会令人感到不快。
§1.5.12ἰσχὺς δʼ ἐστὶ μὲν δύναμις τοῦ κινεῖν ἕτερον ὡς βούλεται, ἀνάγκη δὲ κινεῖν ἕτερον ἢ ἕλκοντα ἢ ὠθοῦντα ἢ αἴροντα ἢ πιέζοντα ἢ συνθλίβοντα, ὥστε ὁ ἰσχυρὸς ἢ πᾶσιν ἢ τούτων τισίν ἐστιν ἰσχυρός.
力量是指按照自己的意愿移动他者的能力,而移动他者必然是通过拉、推、举、压或挤,因此,强壮的人是在所有这些方面或其中某些方面强壮。
§1.5.13μεγέθους δὲ ἀρετὴ τὸ ὑπάρχειν κατὰ μῆκος καὶ βάθος καὶ πλάτος τῶν πολλῶν τοσούτῳ μείζονʼ ὥστε μὴ βραδυτέρας ποιεῖν τὰς κινήσεις διὰ τὴν ὑπερβολήν.
身材(高大)的德行,是指在高度、深度和宽度上超过大多数人,但其超出程度又不至于因为过大而使动作变得迟缓。
§1.5.14ἀγωνιστικὴ δὲ σώματος ἀρετὴ σύγκειται ἐκ μεγέθους καὶ ἰσχύος καὶ τάχους (καὶ γὰρ ὁ ταχὺς ἰσχυρός ἐστιν)·
身体的竞技能力德行是由身材、力量和速度构成的(因为速度快的人也是强有力的)。
ὁ γὰρ δυνάμενος τὰ σκέλη ῥιπτεῖν πως καὶ κινεῖν ταχὺ καὶ πόρρω δρομικός, ὁ δὲ θλίβειν καὶ κατέχειν παλαιστικός, ὁ δὲ ὦσαι τῇ πληγῇ πυκτικός, ὁ δʼ ἀμφοτέροις τούτοις παγκρατιαστικός, ὁ δὲ πᾶσι πένταθλος.
因为能以某种方式迈开双腿并快速、长距离移动的人是跑者;能挤压并按住对手的人是摔跤手;能用一记重击推开对手的人是拳击手;能兼具这两者的人是潘克拉辛(混合格斗)选手;而能做好所有这些的人则是五项全能运动员。
§1.5.15εὐγηρία δʼ ἐστὶ βραδυτὴς γήρως μετʼ ἀλυπίας· οὔτε γὰρ εἰ ταχὺ γηράσκει, εὔγηρως, οὔτʼ εἰ μόγις μὲν λυπηρῶς δέ.
安乐的晚年是指不伴随痛苦的缓慢衰老;因为如果一个人衰老得很快,他就不能算是有安乐的晚年,如果虽然衰老得慢但伴随着痛苦,同样也不是。
ἔστιν δὲ καὶ ἐκ τῶν τοῦ σώματος ἀρετῶν καὶ ἐκ τύχης· μὴ ἄνοσος γὰρ ὢν μηδὲ ἰσχυρὸς οὐκ ἔσται ἀπαθὴς οὐδʼ ἄλυπος, καὶ πολυχρόνιος οὐκ ἄνευ τύχης διαμείνειεν ἄν.
它既源于身体的诸种德行,也源于好运;因为如果一个人并非没有疾病,也不强壮,他就无法免受折磨或免于痛苦,而且没有好运,他也无法长寿至今。
ἔστιν δέ τις καὶ χωρὶς ἰσχύος καὶ ὑγιείας ἄλλη δύναμις μακροβιότητος· πολλοὶ γὰρ ἄνευ τῶν τοῦ σώματος ἀρετῶν μακρόβιοί εἰσιν· ἀλλʼ οὐδὲν ἡ ἀκριβολογία χρήσιμος ἡ περὶ τούτων εἰς τὰ νῦν.
不过,除了力量和健康之外,也存在另一种长寿的能力;因为许多人没有身体的德行却很长寿;然而,对于当下的目的来说,关于这些细节的精确讨论并没有用处。
§1.5.16πολυφιλία δὲ καὶ χρηστοφιλία οὐκ ἄδηλα, τοῦ φίλου ὡρισμένου, ὅτι ἔστιν ὁ τοιοῦτος φίλος ὅστις ἃ οἴεται ἀγαθὰ εἶναι ἐκείνῳ, πρακτικός ἐστιν αὐτῶν διʼ ἐκεῖνον.
众多的朋友和优秀的友人是不难理解的,因为朋友已经被定义为这样的人:他为了对方的缘故,去实践他认为对对方有利的事情。
ᾧ δὴ πολλοὶ τοιοῦτοι, πολύφιλος, ᾧ δὲ καὶ ἐπιεικεῖς ἄνδρες, χρηστόφιλος.
拥有许多这样的人就是朋友众多;而其中又有品德高尚者则是拥有优秀的友人。
§1.5.17εὐτυχία δέ ἐστιν, ὧν ἡ τύχη ἀγαθῶν αἰτία, ταῦτα γίγνεσθαι καὶ ὑπάρχειν ἢ πάντα ἢ τὰ πλεῖστα ἢ τὰ μέγιστα.
好运则是指,在以运气为原因的善物中,这些善物发生并归属于某人,或者是全部,或者是绝大多数,或者是其中最重大的那些。
αἰτία δʼ ἐστὶν ἡ τύχη ἐνίων μὲν καὶ ὧν αἱ τέχναι, πολλῶν δὲ καὶ ἀτέχνων, οἷον ὅσων ἡ φύσις (ἐνδέχεται δὲ καὶ παρὰ φύσιν εἶναι)· ὑγιείας μὲν γὰρ τέχνη αἰτία, κάλλους δὲ καὶ μεγέθους φύσις.
运气是一些技术的产物的原因,也是许多非技术产物的原因,例如那些以自然为原因的事物(不过也有可能发生违反自然的事);因为技术是健康的原因,而自然是美貌和身材的原因。
ὅλως δὲ τὰ τοιαῦτα τῶν ἀγαθῶν ἐστιν ἀπὸ τύχης ἐφʼ οἷς ἐστιν ὁ φθόνος.
总的来说,在这类善物中,那些令人产生嫉妒的善物是来自运气的。
ἔστιν δὲ καὶ τῶν παρὰ λόγον ἀγαθῶν αἰτία τύχη, οἷον εἰ οἱ ἄλλοι ἀδελφοὶ αἰσχροί, ὁ δὲ καλός, ἢ οἱ ἄλλοι μὴ εἶδον τὸν θησαυρόν, ὁ δʼ εὗρεν, ἢ εἰ τοῦ πλησίον ἔτυχεν τὸ βέλος, τούτου δὲ μή, ἢ εἰ μὴ ἦλθε μόνος, ἀεὶ φοιτῶν, οἱ δὲ ἅπαξ ἐλθόντες διεφθάρησαν· πάντα γὰρ τὰ τοιαῦτα εὐτυχήματα δοκεῖ εἶναι.
运气也是那些不合常理的善物的原因,例如,如果其他的兄弟都很丑,唯独这一个美丽;或者其他人没有看见宝藏,唯独他找到了;或者箭射中了邻人而没有射中他;或者他平时经常去,唯独这一次没去,而那些只去了一次的人却全都被毁灭了;因为所有这些事情似乎都是好运的体现。
§1.5.18περὶ δὲ ἀρετῆς ἐπείπερ οἰκειότατος ὁ περὶ τοὺς ἐπαίνους τόπος, ὅταν περὶ ἐπαίνου ποιώμεθα τὸν λόγον, τότε διοριστέον.
至于美德,由于它与颂扬的主题关系最密切,我们将在讨论颂扬时再予以定义。

词汇与语法注释

  1. 1.5.9οὐ μὴν ἀλλὰ — 引入强烈让步或对比的语气词组合。在陈述了最公正地获得荣誉的是那些已施予恩惠的人之后,补充说明尽管如此,那些仅是有能力施恩的人也同样获得荣誉。
  2. 1.5.10οὓς οὐδεὶς ἂν εὐδαιμονίσειε — 关系代词 `οὓς` 的先行词是 `πολλοὶ`。`ἂν εὐδαιμονίσειε` 是潜在希求语气(带 ἄν 的希求式),表示潜在可能性或假设性结果(“没有人会因其健康而祝福他们”)。
  3. 1.5.11ἡδὺν ὄντα ἰδεῖν πρὸς ἀπόλαυσιν — 宾格分词 `ὄντα` 在语义上指代句首属格 `νέου` 所暗示的年轻人。`ἰδεῖν` 是说明性不定式,修饰形容词 `ἡδὺν`(“看起令人愉悦”)。
  4. 1.5.13τοσούτῳ μείζονʼ ὥστε... — 与格 `τοσούτῳ` 是表示程度差异的与格,修饰比较级 `μείζονʼ`(“大出那么多”)。随后的 `ὥστε` 从句表示结果(“以至于不……”)。
  5. 1.5.15μὴ ἄνοσος γὰρ ὢν μηδὲ ἰσχυρὸς — 具有条件作用的分词短语。结合主句的 `οὐκ ἔσται`,被 `μή` 否定的分词 `ὢν` 起到了条件从句的作用(“因为如果一个人不是免于疾病且强壮的话……”)。
  6. 1.5.17ὧν αἱ τέχναι — 关系代词 `ὧν` 省略了其先行词。它指的是那些以技术为原因的事物(即 `[ἐκείνων] ὧν αἱ τέχναι [αἴτιαί εἰσιν]`),与 `ἐνίων` 并列。

引用这一段

亚里士多德, 修辞学 §1.5.9-1.5.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.5.9-1.5.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。