§1.15.15πρόσφατοι δὲ ὅσοι γνώριμοί τι κεκρίκασιν·
最近の証人とは、著名な人々で何かについて判断を下した人々のことである。
χρήσιμοι γὰρ αἱ τούτων κρίσεις τοῖς περὶ τῶν αὐτῶν ἀμφισβητοῦσιν, οἷον Εὔβουλος ἐν τοῖς δικαστηρίοις ἐχρήσατο κατὰ Χάρητος ὃ Πλάτων εἶπε πρὸς Ἀρχίβιον, ὅτι ἐπιδέδωκεν ἐν τῇ πόλει τὸ ὁμολογεῖνπονηροὺς εἶναι.
なぜなら、彼らの判断は、同じ事柄について争っている人々にとって有用だからである。 例えば、エウブロスは法廷でカレスを告発する際に、プラトンがアルキビオスに対して言った言葉、すなわち市の中では自分たちが邪悪であることを認めることが普及しているという言葉を利用した。
§1.15.16καὶ οἱ μετέχοντες τοῦ κινδύνου, ἂν δόξωσι ψεύδεσθαι.
また、偽証したと思われる場合に危険を分かち合う者たちも、最近の証人である。
οἱ μὲν οὖν τοιοῦτοι τούτων μόνον μάρτυρές εἰσιν, εἰ γέγονεν ἢ μή, εἰ ἔστιν ἢ μή, περὶ δὲ τοῦ ποῖον οὐ μάρτυρες, οἷον εἰ δίκαιον ἢ ἄδικον, εἰ συμφέρον ἢ ἀσύμφορον·
したがって、このような人々は、ただそれが起こったか否か、存在する(あるいは真実である)か否かについてのみの証人であり、どのような性質のものであるか(例えばそれが正しいか不正か、有益か不利益か)についての証人ではない。
§1.15.17οἱ δʼ ἄπωθεν περὶ τούτων πιστότεροι, πιστότατοι δʼ οἱ παλαιοί·
これに対して、利害関係のない第三者はこれら(性質)についてもより信頼でき、最も信頼できるのは古い証人たちである。
ἀδιάφθοροι γάρ.
なぜなら彼らは買収されないからである。
πιστώματα δὲ περὶ μαρτυριῶν μάρτυρας μὲν μὴ ἔχοντι, ὅτι ἐκ τῶν εἰκότων δεῖ κρίνειν καὶ τοῦτʼ ἐστὶ τὸ
γνώμῃ τῇ ἀρίστῃ
, καὶ ὅτι οὐκ ἔστιν ἐξαπατῆσαι τὰ εἰκότα ἐπὶ ἀργυρίῳ, καὶ ὅτι οὐχ ἁλίσκεται τὰ εἰκότα ψευδομαρτυριῶν·
証言に関する説得手段としては、証人を持たない者に対しては、尤もらしさ(蓋然性)から判断せねばならず、これこそが「最善の判断によって」ということであり、また、尤もらしさは金銭によって欺くことができないこと、また、尤もらしさは偽証罪で告発されることがないことを主張すべきである。
ἔχοντι δὲ πρὸς μὴ ἔχοντα, ὅτι οὐχ ὑπόδικα τὰ εἰκότα, καὶ ὅτι οὐδὲν ἂν ἔδει μαρτυριῶν, εἰ ἐκ τῶν λόγων ἱκανὸν ἦν θεωρῆσαι.
逆に、証人を持っている者が持たない者に対抗しては、尤もらしさは法的責任を問われないこと、また、もし言論から考察するだけで十分であるならば、証言など全く必要なかったであろうことを主張すべきである。
§1.15.18εἰσὶ δὲ αἱ μαρτυρίαι αἱ μὲν περὶ αὑτοῦ αἱ δὲ περὶ τοῦ ἀμφισβητοῦντος, καὶ αἱ μὲν περὶ τοῦ πράγματος αἱ δὲ περὶ τοῦ ἤθους, ὥστε φανερὸν ὅτι οὐδέποτʼ ἔστιν ἀπορῆσαι μαρτυρίας χρησίμης·
証言には、自分に関するものと相手に関するもの、そして事実に関するものと人柄に関するものがある。 したがって、有用な証言に事欠くことは決してないことは明らかである。
εἰ μὴ γὰρ κατὰ τοῦ πράγματος ἢ αὑτῷ ὁμολογουμένης ἢ τῷ ἀμφισβητοῦντι ἐναντίας, ἀλλὰ περὶ τοῦ ἤθους ἢ αὑτοῦ εἰς ἐπιείκειαν ἢ τοῦ ἀμφισβητοῦντος εἰς φαυλότητα.
なぜなら、事実に関して自分に有利な証言や、相手に不利な証言がないとしても、自分の人柄の良さに関する証言や、相手の人柄の悪さに関する証言は得られるからである。
§1.15.19τὰ δʼ ἄλλα περὶ μάρτυρος, ἢ φίλου ἢ ἐχθροῦ ἢ μεταξύ, ἢ εὐδοκιμοῦντος ἢ ἀδοξοῦντος ἢ μεταξύ, καὶ ὅσαι ἄλλαι τοιαῦται διαφοραί, ἐκ τῶν αὐτῶν τόπων λεκτέον ἐξ οἵων περ καὶ τὰ ἐνθυμήματα λέγομεν.
証人に関するその他の事項、すなわち友であるか、敵であるか、あるいはその中間であるか、また、評判が良いか、悪いか、あるいはその中間であるか、その他これらに類する相違点については、我々が説得推論(エンテュメーマ)を導き出すのと同様のトポスから論じなければならない。
§1.15.20περὶ δὲ τῶν συνθηκῶν τοσαύτη τῶν λόγων χρῆσίς ἐστιν ὅσον αὔξειν ἢ καθαιρεῖν, ἢ πιστὰς ποιεῖν ἢ ἀπίστους— ἐὰν μὲν αὐτῷ ὑπάρχωσι, πιστὰς καὶ κυρίας, ἐπὶ δὲ τοῦ ἀμφισβητοῦντος τοὐναντίον.
契約について言えば、議論の効用は、それを強調するか軽んじるか、信頼できるものとするか信頼できないものとするかという点にある。 すなわち、それが自分に有利なものであれば信頼でき、効力を持つものとし、相手のものである場合にはその反対とする。
§1.15.21πρὸς μὲν οὖν τὸ πιστὰς ἢ ἀπίστους κατασκευάζειν οὐδὲν διαφέρει τῆς περὶ τοὺς μάρτυρας πραγματείας·
したがって、契約を信頼できるもの、あるいは信頼できないものと論証することについては、証人に関する扱いと何ら変わらない。
ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ ἐπιγεγραμμένοι ἢ φυλάττοντες, τοιούτως αἱ συνθῆκαι πισταί εἰσιν.
署名した者や保管している者がどのような人々であるかによって、契約も同様に信頼されるからである。
ὁμολογουμένης δʼ εἶναι τῆς συνθήκης, οἰκείας μὲν οὔσης αὐξητέον·
しかし、契約が存在することが合意されており、それが自分に有利なものである場合には、それを強調しなければならない。
ἡ γὰρ συνθήκη νόμος ἐστὶν ἴδιος καὶ κατὰ μέρος, καὶ αἱ μὲν συνθῆκαι οὐ ποιοῦσι τὸν νόμον κύριον, οἱ δὲ νόμοι τὰς κατὰ νόμους συνθήκας, καὶ ὅλως αὐτὸς ὁ νόμος συνθήκη τίς ἐστιν, ὥστε ὅστις ἀπιστεῖ ἢ ἀναιρεῖ συνθήκην τοὺς νόμους ἀναιρεῖ.
なぜなら、契約は私的で個別的な法律であり、契約が法律を有効にするのではなく、法律が法に適合した契約を有効にするからである。 また一般に、法律自体がある種の契約である。 したがって、契約を信頼しない者や破棄する者は、法律を破棄することになる。
§1.15.22ἔτι δὲ πράττεται τὰ πολλὰ τῶν συναλλαγμάτων καὶ τὰ ἑκούσια κατὰ συνθήκας, ὥστε ἀκύρων γιγνομένων ἀναιρεῖται ἡ πρὸς ἀλλήλους χρεία τῶν ἀνθρώπων.
さらに、取引や自発的な交渉の多くは契約に従って行われるため、契約が無効になれば、人間同士の相互の交際もまた損なわれる。
καὶ τἆλλα δὲ ὅσα ἁρμόττει ἐπιπολῆς ἰδεῖν ἔστιν.
その他、これに適合する主張は容易に見出すことができる。
§1.15.23ἂν δʼ ἐναντία ᾖ, καὶ μετὰ τῶν ἀμφισβητούντων, πρῶτον μέν, ἅπερ ἄν τις πρὸς νόμον ἐναντίον μαχέσαιτο, ταῦτα ἁρμόττει·
しかし、もし契約が自分に不利であるならば、第一に、不利な法律に対して闘う際に用いるのとまさに同じ議論が適合する。
ἄτοπον γὰρ εἰ τοῖς μὲν νόμοις, ἂν μὴ ὀρθῶς κείμενοι ὦσιν ἀλλʼ ἐξαμάρτωσιν οἱ τιθέμενοι, οὐκ οἰόμεθα δεῖν πείθεσθαι, ταῖς δὲ συνθήκαις ἀναγκαῖον.
なぜなら、制定者が誤って不当に定めた法律には従う必要がないと考える一方で、契約には従うことが必然であるとするのは、不条理だからである。
§1.15.24εἶτα ὅτι τοῦ δικαίου ἐστὶ βραβευτὴς ὁ δικαστής·
第二に、裁判官は正義の判定者である。
οὔκουν τοῦτο σκεπτέον, ἀλλʼ ὡς δικαιότερον·
したがって、契約そのものを考慮すべきではなく、何がより正義にかなっているかを考慮すべきである。
§1.15.25καὶ τὸ μὲν δίκαιον οὐκ ἔστιν μεταστρέψαι οὔτʼ ἀπάτῃ οὔτʼ ἀνάγκῃ (πεφυκὸς γάρ ἐστιν), συνθῆκαι δὲ γίγνονται καὶ ἐξαπατηθέντων καὶ ἀναγκασθέντων.
また、正義は欺きによっても強制によっても変更することはできない(なぜならそれは本性によるものだからである)が、契約は騙されたり強制されたりして結ばれることもある。
πρὸς δὲ τούτοις σκοπεῖν εἰ ἐναντία ἐστί τινι τῶν γεγραμμένων νόμων ἢ τῶν κοινῶν, καὶ τῶν γεγραμμένων ἢ τοῖς οἰκείοις ἢ τοῖς ἀλλοτρίοις, ἔπειτα εἰ ἢ ἄλλαις συνθήκαις ὑστέραις ἢ προτέραις·
これらに加えて、契約が成文法や共同の法のいずれかに反していないか、また成文法の中でも自国のものか他国のもののいずれかに反していないかを検討すべきである。 次に、その契約が他の後続の契約または先行する契約に反していないか。
ἢ γὰρ αἱ ὕστεραι κύριαι, ἄκυροι δʼ αἱ πρότεραι, ἢ αἱ πρότεραι ὀρθαί, αἱ δʼ ὕστεραι ἠπατήκασιν, ὁποτέρως ἂν ᾖ χρήσιμον.
というのも、後続の契約が有効で先行するものが無効であるか、あるいは先行する契約が正しく、後続の契約は詐欺によるものであるか、どちらでも有利な方を取ればよいからである。
ἔτι δὲ τὸ συμφέρον ὁρᾶν, εἴ που ἐναντιοῦται τοῖς κριταῖς, καὶ ὅσα ἄλλα τοιαῦτα·
さらに、その契約が裁判官の利益に反していないかどうか、およびその他の同様の事項を検討すべきである。
καὶ γὰρ ταῦτα εὐθεώρητα ὁμοίως.
なぜなら、これらも同様に容易に見極められるからである。