Humanitext Reader

亚里士多德 · 修辞学 §1.15.15-1.15.25

近期证人与契约相关的论辩策略

第 32 段,共 98 段 · 希腊语

内容简介

阐明近期证人的定义、根据有无证人采取的不同论证策略,以及在法庭上支持或驳斥契约的具体修辞方法。

§1.15.15πρόσφατοι δὲ ὅσοι γνώριμοί τι κεκρίκασιν· χρήσιμοι γὰρ αἱ τούτων κρίσεις τοῖς περὶ τῶν αὐτῶν ἀμφισβητοῦσιν, οἷον Εὔβουλος ἐν τοῖς δικαστηρίοις ἐχρήσατο κατὰ Χάρητος ὃ Πλάτων εἶπε πρὸς Ἀρχίβιον, ὅτι ἐπιδέδωκεν ἐν τῇ πόλει τὸ ὁμολογεῖνπονηροὺς εἶναι.
近期证人是指那些就某些问题做出过裁判的知名人士;因为他们的裁判对于争论相同问题的人是有用的,例如尤布鲁斯在法庭上控告哈里斯时,曾利用柏拉图对阿尔基比奥斯说过的话,即在城邦中承认自己邪恶的风气已经蔓延。
§1.15.16καὶ οἱ μετέχοντες τοῦ κινδύνου, ἂν δόξωσι ψεύδεσθαι.
此外,还有那些在被认为撒谎时分担诉讼风险的人。
οἱ μὲν οὖν τοιοῦτοι τούτων μόνον μάρτυρές εἰσιν, εἰ γέγονεν ἢ μή, εἰ ἔστιν ἢ μή, περὶ δὲ τοῦ ποῖον οὐ μάρτυρες, οἷον εἰ δίκαιον ἢ ἄδικον, εἰ συμφέρον ἢ ἀσύμφορον·
因此,此类人仅就事实是否发生、是否存在提供证言,而对于性质(例如是公正还是不公正,是有益还是无益)则不能作为证人。
§1.15.17οἱ δʼ ἄπωθεν περὶ τούτων πιστότεροι, πιστότατοι δʼ οἱ παλαιοί· ἀδιάφθοροι γάρ.
与此相对,置身事外的第三者在这些性质问题上更为可信,而最可信的是古老证人,因为他们是不受收买的。
πιστώματα δὲ περὶ μαρτυριῶν μάρτυρας μὲν μὴ ἔχοντι, ὅτι ἐκ τῶν εἰκότων δεῖ κρίνειν καὶ τοῦτʼ ἐστὶ τὸ γνώμῃ τῇ ἀρίστῃ , καὶ ὅτι οὐκ ἔστιν ἐξαπατῆσαι τὰ εἰκότα ἐπὶ ἀργυρίῳ, καὶ ὅτι οὐχ ἁλίσκεται τὰ εἰκότα ψευδομαρτυριῶν· ἔχοντι δὲ πρὸς μὴ ἔχοντα, ὅτι οὐχ ὑπόδικα τὰ εἰκότα, καὶ ὅτι οὐδὲν ἂν ἔδει μαρτυριῶν, εἰ ἐκ τῶν λόγων ἱκανὸν ἦν θεωρῆσαι.
关于证言的论证:对于没有证人的一方,应当主张必须根据盖然性进行裁判,这才是“尽最好的判断”,并且盖然性是无法用金钱来收买和欺骗的,盖然性也不会因伪证罪而被定罪;而对于有证人对抗无证人的一方,则应当主张盖然性不承担法律责任,而且如果仅凭言论论证就足以看清事实,那就根本不需要证言了。
§1.15.18εἰσὶ δὲ αἱ μαρτυρίαι αἱ μὲν περὶ αὑτοῦ αἱ δὲ περὶ τοῦ ἀμφισβητοῦντος, καὶ αἱ μὲν περὶ τοῦ πράγματος αἱ δὲ περὶ τοῦ ἤθους, ὥστε φανερὸν ὅτι οὐδέποτʼ ἔστιν ἀπορῆσαι μαρτυρίας χρησίμης·
证言有些是关于自身的,有些是关于对手的,有些是关于事实的,有些是关于人格的,因此显而易见,绝不会缺少有用的证言。
εἰ μὴ γὰρ κατὰ τοῦ πράγματος ἢ αὑτῷ ὁμολογουμένης ἢ τῷ ἀμφισβητοῦντι ἐναντίας, ἀλλὰ περὶ τοῦ ἤθους ἢ αὑτοῦ εἰς ἐπιείκειαν ἢ τοῦ ἀμφισβητοῦντος εἰς φαυλότητα.
因为即使没有关于事实的、对自己有利或对对手不利的证言,也还会有关于人格的、证明自己公正或证明对手邪恶的证言。
§1.15.19τὰ δʼ ἄλλα περὶ μάρτυρος, ἢ φίλου ἢ ἐχθροῦ ἢ μεταξύ, ἢ εὐδοκιμοῦντος ἢ ἀδοξοῦντος ἢ μεταξύ, καὶ ὅσαι ἄλλαι τοιαῦται διαφοραί, ἐκ τῶν αὐτῶν τόπων λεκτέον ἐξ οἵων περ καὶ τὰ ἐνθυμήματα λέγομεν.
至于其他关于证人的问题,如是朋友、敌人还是中立者,是名声显赫、声名狼藉还是介于其间,以及其他诸如此类的差异,都应当从我们得出修辞推论的相同论题中去寻找并加以阐述。
§1.15.20περὶ δὲ τῶν συνθηκῶν τοσαύτη τῶν λόγων χρῆσίς ἐστιν ὅσον αὔξειν ἢ καθαιρεῖν, ἢ πιστὰς ποιεῖν ἢ ἀπίστους— ἐὰν μὲν αὐτῷ ὑπάρχωσι, πιστὰς καὶ κυρίας, ἐπὶ δὲ τοῦ ἀμφισβητοῦντος τοὐναντίον.
关于契约,言论的用途在于扩大或缩小其分量,使其显得可信或不可信—— 如果契约对己方有利,则使其显得可信和有效;如果对对手有利,则相反。
§1.15.21πρὸς μὲν οὖν τὸ πιστὰς ἢ ἀπίστους κατασκευάζειν οὐδὲν διαφέρει τῆς περὶ τοὺς μάρτυρας πραγματείας· ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ ἐπιγεγραμμένοι ἢ φυλάττοντες, τοιούτως αἱ συνθῆκαι πισταί εἰσιν.
在论证契约是否可信时,这与关于证人的处理方法并无二致;因为签署人或保管人是怎样的人,契约也就具有怎样的可信度。
ὁμολογουμένης δʼ εἶναι τῆς συνθήκης, οἰκείας μὲν οὔσης αὐξητέον· ἡ γὰρ συνθήκη νόμος ἐστὶν ἴδιος καὶ κατὰ μέρος, καὶ αἱ μὲν συνθῆκαι οὐ ποιοῦσι τὸν νόμον κύριον, οἱ δὲ νόμοι τὰς κατὰ νόμους συνθήκας, καὶ ὅλως αὐτὸς ὁ νόμος συνθήκη τίς ἐστιν, ὥστε ὅστις ἀπιστεῖ ἢ ἀναιρεῖ συνθήκην τοὺς νόμους ἀναιρεῖ.
在双方均承认契约存在的前提下,如果契约是己方的,就必须予以强调扩大;因为契约是特殊的、局部的法律,契约并不能使法律有效,而是法律使符合法律的契约有效,而且总的来说,法律本身就是某种契约,因此不信任或废除契约的人,就是在废除法律。
§1.15.22ἔτι δὲ πράττεται τὰ πολλὰ τῶν συναλλαγμάτων καὶ τὰ ἑκούσια κατὰ συνθήκας, ὥστε ἀκύρων γιγνομένων ἀναιρεῖται ἡ πρὸς ἀλλήλους χρεία τῶν ἀνθρώπων.
此外,绝大多数的交易和自愿契约都是依照契约进行的,因此如果契约失效,人与人之间的交往互助也就被废除了。
καὶ τἆλλα δὲ ὅσα ἁρμόττει ἐπιπολῆς ἰδεῖν ἔστιν.
其他适用的论点也是一目了然的。
§1.15.23ἂν δʼ ἐναντία ᾖ, καὶ μετὰ τῶν ἀμφισβητούντων, πρῶτον μέν, ἅπερ ἄν τις πρὸς νόμον ἐναντίον μαχέσαιτο, ταῦτα ἁρμόττει· ἄτοπον γὰρ εἰ τοῖς μὲν νόμοις, ἂν μὴ ὀρθῶς κείμενοι ὦσιν ἀλλʼ ἐξαμάρτωσιν οἱ τιθέμενοι, οὐκ οἰόμεθα δεῖν πείθεσθαι, ταῖς δὲ συνθήκαις ἀναγκαῖον.
但如果契约与己方不利而有利于对手,首先,凡是人们用来对抗不利法律的论点,在此处都适用;因为如果我们认为,当法律制定得不正确且制定者犯错时,我们就不必遵守它,而却认为必须遵守契约,那是荒谬的。
§1.15.24εἶτα ὅτι τοῦ δικαίου ἐστὶ βραβευτὴς ὁ δικαστής· οὔκουν τοῦτο σκεπτέον, ἀλλʼ ὡς δικαιότερον·
其次,裁判官是正义的仲裁者;因此他不应考虑契约本身,而应考虑什么更符合正义。
§1.15.25καὶ τὸ μὲν δίκαιον οὐκ ἔστιν μεταστρέψαι οὔτʼ ἀπάτῃ οὔτʼ ἀνάγκῃ (πεφυκὸς γάρ ἐστιν), συνθῆκαι δὲ γίγνονται καὶ ἐξαπατηθέντων καὶ ἀναγκασθέντων.
此外,真正的正义不能通过欺骗或强迫来改变(因为它是天然的),而契约却可能是在被欺骗和被强迫的情况下签订的。
πρὸς δὲ τούτοις σκοπεῖν εἰ ἐναντία ἐστί τινι τῶν γεγραμμένων νόμων ἢ τῶν κοινῶν, καὶ τῶν γεγραμμένων ἢ τοῖς οἰκείοις ἢ τοῖς ἀλλοτρίοις, ἔπειτα εἰ ἢ ἄλλαις συνθήκαις ὑστέραις ἢ προτέραις· ἢ γὰρ αἱ ὕστεραι κύριαι, ἄκυροι δʼ αἱ πρότεραι, ἢ αἱ πρότεραι ὀρθαί, αἱ δʼ ὕστεραι ἠπατήκασιν, ὁποτέρως ἂν ᾖ χρήσιμον.
除此以外,还要审查契约是否违反了某些成文法律或共同法律,在成文法律中是违反了本国的还是外国的法律,然后再审查它是否与其他后订立或先订立的契约相冲突;因为或者是后订立的有效而先订立的失效,或者是先订立的是正确的而后订立的是欺诈的结果,哪种解释对己方有用就采用哪种。
ἔτι δὲ τὸ συμφέρον ὁρᾶν, εἴ που ἐναντιοῦται τοῖς κριταῖς, καὶ ὅσα ἄλλα τοιαῦτα· καὶ γὰρ ταῦτα εὐθεώρητα ὁμοίως.
此外,还要观察其利害关系,看它是否在某些地方与裁判官相冲突,以及其他类似的情况;因为这些也是同样容易看清的。

词汇与语法注释

  1. 1.15.16καὶ οἱ μετέχοντες τοῦ κινδύνου, ἂν δόξωσι ψεύδεσθαι — 此处是“近期证人”定义的延续,省略了主句谓语“πρόσφατοι [μάρτυρές εἰσι]”。条件从句“ἂν δόξωσι ψεύδεσθαι”指的是如果被认定撒谎则需共同承担法律惩罚风险的证人。
  2. 1.15.17μάρτυρας μὲν μὴ ἔχοντι — 与格分词短语“μὴ ἔχοντι”在此处作为关系与格,指代进行辩论的当事方(“没有证人的人”),并与后文的“ἔχοντι δὲ...”形成对比。
  3. 1.15.25καὶ τῶν γεγραμμένων ἢ τοῖς οἰκείοις ἢ τοῖς ἀλλοτρίοις — 与格短语“τοῖς οἰκείοις ἢ τοῖς ἀλλοτρίοις”依附于前文的“ἐναντία ἐστί”。而属格“τῶν γεγραμμένων”用于限定范围,指成文法中是本国的还是他国的法律。

引用这一段

亚里士多德, 修辞学 §1.15.15-1.15.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.15.15-1.15.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。