§5Ἡ δ’ ἐν τῷ Τιμαίῳ γεγραμμένη περίωσις περί τε τῶν ἄλλων ζῴων οὐδὲν διώρικε τίνα τρόπον αὐτοῖς ἡ τοῦ θερμοῦ γίνεται σωτηρία, πότερον τὸν αὐτὸν ἢ δι’ ἄλλην τινὰ αἰτίαν·
『ティマイオス』に記述されている周辺的押し出し(ペリオーシス)は、他の動物たちについて、いかなる方法で彼らに熱の保存がなされるのか、同じ方法なのか、あるいは何か他の原因によるのかを、何も規定していない。
εἰ μὲν γὰρ μόνοις τὸ τῆς ἀναπνοῆς ὑπάρχει τοῖς πεζοῖς, λεκτέον τὴν αἰτίαν τοῦ μόνοις· εἰ δὲ καὶ τοῖς ἄλλοις, ὁ δὲ τρόπος ἄλλος, καὶ περὶ τούτου διοριστέον, εἴπερ δυνατὸν ἀναπνεῖν πᾶσιν.
というのも、もし呼吸が陸生動物にのみ存在するなら、なぜ彼らだけにそれがあるのかという原因を語らねばならず、もし他の動物にも存在し、その方法が異なるなら、これについても規定されねばならない(もしすべての動物が呼吸できるとするなら)。
Ἔτι δὲ καὶ πλασματώδης ὁ τρόπος τῆς αἰτίας.
さらに、その原因のあり方も架空のものである。
Ἐξιόντος γὰρ ἔξω τοῦ θερμοῦ διὰ τοῦ στόματος, τὸν περιέχοντα ὠθούμενον ἀέρα φερόμενον ἐμπίπτειν εἰς τὸν αὐτὸν τόπον φησὶ διὰ μανῶν οὐσῶν τῶν σαρκῶν, ὅθεν τὸ ἐντὸς ἐξῄει θερμόν, διὰ τὸ μηδὲν εἶναι κενὸν ἀντιπεριισταμένων ἀλλήλοις·
というのも、熱が口を通って外へ出て行くとき、押し出された周囲の空気が、肉が希薄であるために、内部の熱が出て行ったのと同じ場所へと運ばれて入り込むと彼は言う。 真空は存在せず、互いに押し合い交代(アンティペリスタシス)するからである。
θερμανθέντα δὲ πάλιν ἐξιέναι κατὰ τὸν αὐτὸν τόπον, καὶ περιωθεῖν εἴσω διὰ τοῦ στόματος τὸν ἀέρα τὸν ἐκπίπτοντα θερμόν·
そして再び温められると、同じ場所を通って外へ出て行き、外へ排出される温かい空気を、口を通って内側へと巡回して押し込むのである。
καὶ τοῦτο δὴ διατελεῖν ἀεὶ ποιοῦντας, ἀναπνέοντάς τε καὶ ἐκπνέοντας.
そして、これを彼らは常に絶えず行い、呼吸し、呼気しているのだという。
Συμβαίνει δὲ τοῖς οὕτως οἰομένοις πρότερον τὴν ἐκπνοὴν γίνεσθαι τῆς εἰσπνοῆς.
しかし、このように考える人々にとっては、呼気が吸気より先に起こることになってしまう。
Ἔστι δὲ τοὐναντίον.
だが実際は逆である。
Σημεῖον δέ· γίνεται μὲν γὰρ ἀλλήλοις ταῦτα παρ’ ἄλληλα, τελευτῶντες δὲ ἐκπνέουσιν, ὥστ’ ἀναγκαῖον εἶναι τὴν ἀρχὴν εἰσπνοήν.
その証拠に、これらは互い違いに起こるが、息を引き取るときには息を吐き出すので、その始まりは吸気でなければならない。
Ἔτι δὲ τὸ τίνος ἕνεκα ταῦθ’ ὑπάρχει τοῖς ζῴοις (λέγω δὲ τὸ ἀναπνεῖν καὶ τὸ ἐκπνεῖν) οὐθὲν εἰρήκασιν οἱ τοῦτον τὸν τρόπον λέγοντες, ἀλλ’ ὡς περὶ συμπτώματός τινος ἀποφαίνονται μόνον.
さらに、何のためにこれらが動物に備わっているのか(すなわち呼吸と呼気のことだが)、このような方法を語る者たちは何も述べておらず、ただある種の随伴現象についてのみ意見を表明している。
Καίτοι γε κύρια ταῦθ’ ὁρῶμεν τοῦ ζῆν καὶ τελευτᾶν·
しかしながら、これらは生と死を支配する主要なものであることを私たちは見ている。
ὅταν γὰρ ἀναπνεῖν μὴ δύνωνται, τότε συμβαίνει γίνεσθαι τὴν φθορὰν τοῖς ἀναπνέουσιν.
呼吸できないとき、そのときに呼吸する動物たちには死が起こるからである。
Ἔτι δὲ ἄτοπον τὸ τὴν μὲν τοῦ θερμοῦ διὰ τοῦ στόματος ἔξοδον καὶ πάλιν εἴσοδον μὴ λανθάνειν ἡμᾶς, τὴν δ’ εἰς τὸν θώρακα τοῦ πνεύματος εἴσοδον καὶ πάλιν θερμανθέντος ἔξοδον λανθάνειν.
さらに、熱が口を通じて外へ出ることと再び入ることは私たちの目を逃れないのに、息が胸へと入ること、およびそれが温められて再び出ていくことが私たちの目を逃れるというのは不条理である。
Ἄτοπον δὲ καὶ τοῦ θερμοῦ τὴν ἀναπνοὴν εἴσοδον εἶναι.
また、呼吸(吸気)が熱の進入であるというのも不条理である。
Φαίνεται γὰρ τοὐναντίον·
というのも逆のことが見られるからである。
τὸ μὲν γὰρ ἐκπνεόμενον εἶναι θερμόν, τὸ δ’ εἰσπνεόμενον ψυχρόν.
すなわち、吐き出されるものは熱く、吸い込まれるものは冷たい。
Ὅταν δὲ θερμὸν ᾖ, ἀσθμαίνοντες ἀναπνέουσιν·
そして周囲が熱いときには、彼らはあえぎながら呼吸する。
διὰ γὰρ τὸ μὴ καταψύχειν ἱκανῶς τὸ εἰσιὸν πολλάκις τὸ πνεῦμα συμβαίνει σπᾶν.
なぜなら、入ってくる息が十分冷却しないために、頻繁に息を引き込むことになるからである。
§6Ἀλλὰ μὴν οὐδὲ τροφῆς γε χάριν ὑποληπτέον γίνεσθαι τὴν ἀναπνοήν, ὡς τρεφομένου τῷ πνεύματι τοῦ ἐντὸς πυρός, καὶ ἀναπνέοντος μὲν ὥσ περ ἐπὶ πῦρ ὑπέκκαυμα ὑποβάλλεσθαι, τραφέντος δὲ τοῦ πυρὸς γίνεσθαι τὴν ἐκπνοήν.
さらに、内部の火が息によって養われるかのように、呼吸が栄養のためになされると見なすべきでもない。 すなわち、呼吸するときには、あたかも火に対して燃料がくべられるかのようであり、火が養われたときに呼気が生じる、とする説である。
Ταὐτὰ γὰρ ἐροῦμεν πάλιν καὶ πρὸς τοῦτον τὸν λόγον ἅπερ πρὸς τοὺς ἔμπροσθεν·
なぜなら、この議論に対しても、私たちは以前の議論に対してと同じことを再び言うからである。
καὶ γὰρ ἐπὶ τῶν ἄλλων ζῴων ἐχρῆν τοῦτο συμβαίνειν ἢ τὸ ἀνάλογον τούτῳ·
すなわち、他の動物たちにおいてもこれが起こるか、あるいはこれに類比的なことが起こるべきである。
πάντα γὰρ ἔχει θερμότητα ζωτικήν.
なぜなら、すべての動物が生命の熱を持っているからである。
Ἔπειτα καὶ τὸ γίνεσθαι τὸ θερμὸν ἐκ τοῦ πνεύματος τίνα χρὴ τρόπον λέγειν, πλασματῶδες ὄν·
その上、熱が息から生じるというのも、どのように語るべきなのか。 それは架空の説である。
μᾶλλον γὰρ ἐκ τῆς τροφῆς τοῦτο γινόμενον ὁρῶμεν.
なぜなら、私たちはこれがむしろ食物から生じるのを見るからである。
Συμβαίνει τε κατὰ ταὐτὸ δέχεσθαι τὴν τροφὴν καὶ τὸ περίττωμα ἀφιέναι·
また、食物を受け入れるのと老廃物を排出するのが同じ経路で行われることになる。
τοῦτο δ’ ἐπὶ τῶν ἄλλων οὐχ ὁρῶμεν γινόμενον.
しかし他のものにおいては、このようなことが起こるのを見ない。