- 底本
- Aristotle. Aristotelis Opera, Volume 1. Bekker, Immanuel, editor (Academia Regia Borussica). Berlin: Reimer, 1831. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg037.humanitext-grc1:5-6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
『ティマイオス』に説かれる呼吸のメカニズム(周辺的押し出し)の問題点を批判し、呼気と吸気の順序や目的論の欠如、温度の矛盾を指摘する。さらに、呼吸を体内熱の栄養補給とする説も、生命熱の普遍性や栄養摂取の経路の観点から否定する。
Ἡ δ᾽ ἐν τῷ Τιμαίῳ γεγραμμένη περίωσις περί τε τῶν ἄλλων ζῴων οὐδὲν διώρικε τίνα τρόπον αὐτοῖς ἡ τοῦ θερμοῦ γίνεται σωτηρία, πότερον τὸν αὐτὸν ἢ δι᾽ ἄλλην τινὰ αἰτίαν· εἰ μὲν γὰρ μόνοις τὸ τῆς ἀναπνοῆς ὑπάρχει τοῖς πεζοῖς, λεκτέον τὴν αἰτίαν τοῦ μόνοις· εἰ δὲ καὶ τοῖς ἄλλοις, ὁ δὲ τρόπος ἄλλος, καὶ περὶ τούτου διοριστέον, εἴπερ δυνατὸν ἀναπνεῖν πᾶσιν. ἔτι δὲ καὶ πλασματώδης ὁ τρόπος τῆς αἰτίας. ἐξιόντος γὰρ ἔξω τοῦ θερμοῦ διὰ τοῦ στόματος, τὸν περιέχοντα ὠθούμενον ἀέρα φερόμενον ἐμπίπτειν εἰς τὸν αὐτὸν τόπον φησὶ διὰ μανῶν οὐσῶν τῶν σαρκῶν, ὅθεν τὸ ἐντὸς ἐξῄει θερμόν, διὰ τὸ μηδὲν εἶναι κενὸν ἀντιπεριισταμένων ἀλλήλοις·1 θερμανθέντα δὲ πάλιν ἐξιέναι κατὰ τὸν αὐτὸν τόπον, καὶ περιωθεῖν εἴσω διὰ τοῦ στόματος τὸν ἀέρα τὸν ἐκπίπτοντα θερμόν· καὶ τοῦτο δὴ διατελεῖν ἀεὶ ποιοῦντας, ἀναπνέοντάς τε καὶ ἐκπνέοντας. συμβαίνει δὲ τοῖς οὕτως οἰομένοις2 πρότερον τὴν ἐκπνοὴν γίνεσθαι τῆς εἰσπνοῆς. ἔστι δὲ τοὐναντίον. σημεῖον δέ· γίνεται μὲν γὰρ ἀλλήλοις ταῦτα παρ᾽ ἄλληλα, τελευτῶντες δὲ ἐκπνέουσιν, ὥστ᾽ ἀναγκαῖον εἶναι τὴν ἀρχὴν εἰσπνοήν. ἔτι δὲ τὸ τίνος ἕνεκα ταῦθ᾽ ὑπάρχει τοῖς ζῴοις (λέγω δὲ τὸ ἀναπνεῖν καὶ τὸ ἐκπνεῖν) οὐθὲν εἰρήκασιν οἱ τοῦτον τὸν τρόπον λέγοντες, ἀλλ᾽ ὡς περὶ συμπτώματός τινος ἀποφαίνονται μόνον. καίτοι γε κύρια ταῦθ᾽ ὁρῶμεν τοῦ ζῆν καὶ τελευτᾶν· ὅταν γὰρ ἀναπνεῖν μὴ δύνωνται, τότε συμβαίνει γίνεσθαι τὴν φθορὰν τοῖς ἀναπνέουσιν. ἔτι δὲ ἄτοπον τὸ τὴν μὲν τοῦ θερμοῦ διὰ τοῦ στόματος ἔξοδον καὶ πάλιν εἴσοδον μὴ λανθάνειν ἡμᾶς, τὴν δ᾽ εἰς τὸν θώρακα τοῦ πνεύματος εἴσοδον καὶ πάλιν θερμανθέντος ἔξοδον λανθάνειν. ἄτοπον δὲ καὶ τοῦ θερμοῦ τὴν ἀναπνοὴν εἴσοδον εἶναι. φαίνεται γὰρ τοὐναντίον· τὸ μὲν γὰρ ἐκπνεόμενον εἶναι θερμόν, τὸ δ᾽ εἰσπνεόμενον ψυχρόν. ὅταν δὲ θερμὸν ᾖ, ἀσθμαίνοντες ἀναπνέουσιν· διὰ γὰρ τὸ μὴ καταψύχειν ἱκανῶς τὸ εἰσιὸν πολλάκις τὸ πνεῦμα συμβαίνει σπᾶν.
『ティマイオス』に記述されている周辺的押し出し(ペリオーシス)は、他の動物たちについて、いかなる方法で彼らに熱の保存がなされるのか、同じ方法なのか、あるいは何か他の原因によるのかを、何も規定していない。というのも、もし呼吸が陸生動物にのみ存在するなら、なぜ彼らだけにそれがあるのかという原因を語らねばならず、もし他の動物にも存在し、その方法が異なるなら、これについても規定されねばならない(もしすべての動物が呼吸できるとするなら)。さらに、その原因のあり方も架空のものである。というのも、熱が口を通って外へ出て行くとき、押し出された周囲の空気が、肉が希薄であるために、内部の熱が出て行ったのと同じ場所へと運ばれて入り込むと彼は言う。真空は存在せず、互いに押し合い交代(アンティペリスタシス)するからである。そして再び温められると、同じ場所を通って外へ出て行き、外へ排出される温かい空気を、口を通って内側へと巡回して押し込むのである。そして、これを彼らは常に絶えず行い、呼吸し、呼気しているのだという。しかし、このように考える人々にとっては、呼気が吸気より先に起こることになってしまう。だが実際は逆である。その証拠に、これらは互い違いに起こるが、息を引き取るときには息を吐き出すので、その始まりは吸気でなければならない。さらに、何のためにこれらが動物に備わっているのか(すなわち呼吸と呼気のことだが)、このような方法を語る者たちは何も述べておらず、ただある種の随伴現象についてのみ意見を表明している。しかしながら、これらは生と死を支配する主要なものであることを私たちは見ている。呼吸できないとき、そのときに呼吸する動物たちには死が起こるからである。さらに、熱が口を通じて外へ出ることと再び入ることは私たちの目を逃れないのに、息が胸へと入ること、およびそれが温められて再び出ていくことが私たちの目を逃れるというのは不条理である。また、呼吸(吸気)が熱の進入であるというのも不条理である。というのも逆のことが見られるからである。すなわち、吐き出されるものは熱く、吸い込まれるものは冷たい。そして周囲が熱いときには、彼らはあえぎながら呼吸する。なぜなら、入ってくる息が十分冷却しないために、頻繁に息を引き込むことになるからである。
Ἀλλὰ μὴν οὐδὲ τροφῆς γε χάριν ὑποληπτέον γίνεσθαι τὴν ἀναπνοήν, ὡς τρεφομένου τῷ πνεύματι τοῦ ἐντὸς πυρός,3 καὶ ἀναπνέοντος μὲν ὥσπερ ἐπὶ πῦρ ὑπέκκαυμα ὑποβάλλεσθαι, τραφέντος δὲ τοῦ πυρὸς γίνεσθαι τὴν ἐκπνοήν. ταὐτὰ γὰρ ἐροῦμεν πάλιν καὶ πρὸς τοῦτον τὸν λόγον ἅπερ πρὸς τοὺς ἔμπροσθεν· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ζῴων ἐχρῆν τοῦτο συμβαίνειν ἢ τὸ ἀνάλογον τούτῳ· πάντα γὰρ ἔχει θερμότητα ζωτικήν. ἔπειτα καὶ τὸ γίνεσθαι τὸ θερμὸν ἐκ τοῦ πνεύματος τίνα χρὴ τρόπον λέγειν, πλασματῶδες ὄν· μᾶλλον γὰρ ἐκ τῆς τροφῆς τοῦτο γινόμενον ὁρῶμεν. συμβαίνει τε κατὰ ταὐτὸ δέχεσθαι τὴν τροφὴν καὶ τὸ περίττωμα ἀφιέναι· τοῦτο δ᾽ ἐπὶ τῶν ἄλλων οὐχ ὁρῶμεν γινόμενον.
さらに、内部の火が息によって養われるかのように、呼吸が栄養のためになされると見なすべきでもない。すなわち、呼吸するときには、あたかも火に対して燃料がくべられるかのようであり、火が養われたときに呼気が生じる、とする説である。なぜなら、この議論に対しても、私たちは以前の議論に対してと同じことを再び言うからである。すなわち、他の動物たちにおいてもこれが起こるか、あるいはこれに類比的なことが起こるべきである。なぜなら、すべての動物が生命の熱を持っているからである。その上、熱が息から生じるというのも、どのように語るべきなのか。それは架空の説である。なぜなら、私たちはこれがむしろ食物から生じるのを見るからである。また、食物を受け入れるのと老廃物を排出するのが同じ経路で行われることになる。しかし他のものにおいては、このようなことが起こるのを見ない。
- 472b15ἀντιπεριισταμένων ἀλλήλοις
属格絶対(独立分詞)構文であり、主語は「それら(空気と熱、あるいは交代する物質)」が文脈上省略されている。真空を認めない自然学の前提に基づき、一方が退くと他方が即座にその場所を埋めるように相互に入れ替わる(相互置換)運動を説明している。
- 472b20τοῖς οὕτως οἰομένοις
非人称動詞 συμβαίνει の与格補語。不定詞句 πρότερον τὴν ἐκπνοὴν γίνεσθαι τῆς εἰσπνοῆς(呼気が吸気よりも先に生じること)が συμβαίνει の実質的な主語となっている。「このように考える人々にとっては、…という結果になる」という論理的帰結を表す。
- 473a1ὡς τρεφομένου τῷ πνεύματι τοῦ ἐντὸς πυρός
接続詞 ὡς が属格絶対(主語 τοῦ ἐντὸς πυρός、分詞 τρεφομένου)を伴って、他者が主張する主観的な理由や仮定(「内部の火が息によって養われるかのように」)を提示している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-22 AI校閲 — 原文 1 件
