§5Ἡ δ’ ἐν τῷ Τιμαίῳ γεγραμμένη περίωσις περί τε τῶν ἄλλων ζῴων οὐδὲν διώρικε τίνα τρόπον αὐτοῖς ἡ τοῦ θερμοῦ γίνεται σωτηρία, πότερον τὸν αὐτὸν ἢ δι’ ἄλλην τινὰ αἰτίαν· εἰ μὲν γὰρ μόνοις τὸ τῆς ἀναπνοῆς ὑπάρχει τοῖς πεζοῖς, λεκτέον τὴν αἰτίαν τοῦ μόνοις· εἰ δὲ καὶ τοῖς ἄλλοις, ὁ δὲ τρόπος ἄλλος, καὶ περὶ τούτου διοριστέον, εἴπερ δυνατὸν ἀναπνεῖν πᾶσιν.
在《蒂玛欧斯》中所写的“周边推力(环流)”对于其他动物并未做出规定,即它们是以何种方式保存热量的,究竟是同样的方式,还是由于其他某种原因;因为如果呼吸仅存在于陆生动物,则必须说明仅存在于它们的原因;而如果其他动物也有,且方式不同,这也必须加以界定,如果确实所有动物都能呼吸的话。
Ἔτι δὲ καὶ πλασματώδης ὁ τρόπος τῆς αἰτίας.
此外,这种原因的方式也是虚构的。
Ἐξιόντος γὰρ ἔξω τοῦ θερμοῦ διὰ τοῦ στόματος, τὸν περιέχοντα ὠθούμενον ἀέρα φερόμενον ἐμπίπτειν εἰς τὸν αὐτὸν τόπον φησὶ διὰ μανῶν οὐσῶν τῶν σαρκῶν, ὅθεν τὸ ἐντὸς ἐξῄει θερμόν, διὰ τὸ μηδὲν εἶναι κενὸν ἀντιπεριισταμένων ἀλλήλοις· θερμανθέντα δὲ πάλιν ἐξιέναι κατὰ τὸν αὐτὸν τόπον, καὶ περιωθεῖν εἴσω διὰ τοῦ στόματος τὸν ἀέρα τὸν ἐκπίπτοντα θερμόν· καὶ τοῦτο δὴ διατελεῖν ἀεὶ ποιοῦντας, ἀναπνέοντάς τε καὶ ἐκπνέοντας.
因为他说,当热量通过口向外流出时,被推动的周围空气由于肉体是多孔的,便被运送并落入内部热量流出的相同地方,因为由于它们互相替代,不存在真空;而当空气再次变热时,又从相同的地方流出,并通过口将排出的温热空气向内环流推送;他们一直不断地这样做,进行吸气和呼气。
Συμβαίνει δὲ τοῖς οὕτως οἰομένοις πρότερον τὴν ἐκπνοὴν γίνεσθαι τῆς εἰσπνοῆς.
但对于这样认为的人来说,其结果是呼气先于吸气发生。
Ἔστι δὲ τοὐναντίον.
然而事实恰恰相反。
Σημεῖον δέ· γίνεται μὲν γὰρ ἀλλήλοις ταῦτα παρ’ ἄλληλα, τελευτῶντες δὲ ἐκπνέουσιν, ὥστ’ ἀναγκαῖον εἶναι τὴν ἀρχὴν εἰσπνοήν.
其证据是:这两者交替发生,而动物在临终时是呼气的,因此起点必然是吸气。
Ἔτι δὲ τὸ τίνος ἕνεκα ταῦθ’ ὑπάρχει τοῖς ζῴοις (λέγω δὲ τὸ ἀναπνεῖν καὶ τὸ ἐκπνεῖν) οὐθὲν εἰρήκασιν οἱ τοῦτον τὸν τρόπον λέγοντες, ἀλλ’ ὡς περὶ συμπτώματός τινος ἀποφαίνονται μόνον.
此外,关于这些(我指的是吸气和呼气)是为了什么目的而存在于动物身上,以这种方式解释的人什么也没有说,而只是把它们当作某种伴随现象来表明。
Καίτοι γε κύρια ταῦθ’ ὁρῶμεν τοῦ ζῆν καὶ τελευτᾶν· ὅταν γὰρ ἀναπνεῖν μὴ δύνωνται, τότε συμβαίνει γίνεσθαι τὴν φθορὰν τοῖς ἀναπνέουσιν.
然而,我们看到这些是主宰生与死的大事;因为当动物无法呼吸时,呼吸的动物就会发生死亡。
Ἔτι δὲ ἄτοπον τὸ τὴν μὲν τοῦ θερμοῦ διὰ τοῦ στόματος ἔξοδον καὶ πάλιν εἴσοδον μὴ λανθάνειν ἡμᾶς, τὴν δ’ εἰς τὸν θώρακα τοῦ πνεύματος εἴσοδον καὶ πάλιν θερμανθέντος ἔξοδον λανθάνειν.
此外,热量通过口的流出和再次流入并没有避开我们的注意,而气息流入胸部以及它变热后再次流出却避开我们的注意,这是荒谬的。
Ἄτοπον δὲ καὶ τοῦ θερμοῦ τὴν ἀναπνοὴν εἴσοδον εἶναι.
同样荒谬的是,呼吸是热量的进入。
Φαίνεται γὰρ τοὐναντίον· τὸ μὲν γὰρ ἐκπνεόμενον εἶναι θερμόν, τὸ δ’ εἰσπνεόμενον ψυχρόν.
因为显现的情况正好相反:呼出的气体是热的,而吸入的气体是冷的。
Ὅταν δὲ θερμὸν ᾖ, ἀσθμαίνοντες ἀναπνέουσιν· διὰ γὰρ τὸ μὴ καταψύχειν ἱκανῶς τὸ εἰσιὸν πολλάκις τὸ πνεῦμα συμβαίνει σπᾶν.
当环境炎热时,他们气喘吁吁地呼吸;因为由于吸入的气息不能充分冷却,往往会频繁地吸气。
§6Ἀλλὰ μὴν οὐδὲ τροφῆς γε χάριν ὑποληπτέον γίνεσθαι τὴν ἀναπνοήν, ὡς τρεφομένου τῷ πνεύματι τοῦ ἐντὸς πυρός, καὶ ἀναπνέοντος μὲν ὥσ περ ἐπὶ πῦρ ὑπέκκαυμα ὑποβάλλεσθαι, τραφέντος δὲ τοῦ πυρὸς γίνεσθαι τὴν ἐκπνοήν.
然而,也不应当认为呼吸是为了营养,仿佛体内的火是由气息所滋养,而在呼吸时,就像往火上加燃料,当火得到滋养时便发生呼气。
Ταὐτὰ γὰρ ἐροῦμεν πάλιν καὶ πρὸς τοῦτον τὸν λόγον ἅπερ πρὸς τοὺς ἔμπροσθεν· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ζῴων ἐχρῆν τοῦτο συμβαίνειν ἢ τὸ ἀνάλογον τούτῳ· πάντα γὰρ ἔχει θερμότητα ζωτικήν.
因为对于这个观点,我们同样要说与之前相同的话;因为这在其他动物身上也应当发生,或者发生与其类似的事情;因为所有动物都具有生命的热量。
Ἔπειτα καὶ τὸ γίνεσθαι τὸ θερμὸν ἐκ τοῦ πνεύματος τίνα χρὴ τρόπον λέγειν, πλασματῶδες ὄν·
其次,又该如何说明热量是由气息产生的呢,既然这是虚构的?
μᾶλλον γὰρ ἐκ τῆς τροφῆς τοῦτο γινόμενον ὁρῶμεν.
因为我们看到这更多是由食物产生的。
Συμβαίνει τε κατὰ ταὐτὸ δέχεσθαι τὴν τροφὴν καὶ τὸ περίττωμα ἀφιέναι· τοῦτο δ’ ἐπὶ τῶν ἄλλων οὐχ ὁρῶμεν γινόμενον.
而且,这会导致接受食物和排出排泄物通过相同的途径进行;但我们在其他事物上并没有看到发生这种情况。