§7.1323aπερὶ δὲ πολιτείας ἀρίστης τὸν μέλλοντα ποιήσασθαι τὴν προσήκουσαν ζήτησιν ἀνάγκη διορίσασθαι πρῶτον τίς αἱρετώτατος βίος.
最善の国制について、ふさわしい探究を行おうとする者は、まず第一に、どのような生き方が最も望ましいかを規定することが不可欠である。
ἀδήλου γὰρ ὄντος τούτου καὶ τὴν ἀρίστην ἀναγκαῖον ἄδηλον εἶναι πολιτείαν·
なぜなら、これが不明であれば、最善の国制もまた不明であるに違いないからである。
ἄριστα γὰρ πράττειν προσήκει τοὺς ἄριστα πολιτευομένους ἐκ τῶν ὑπαρχόντων αὐτοῖς, ἐὰν μή τι γίγνηται παράλογον.
すなわち、何か予期せぬことが起こらない限り、自分たちに手に入る条件のもとで最善のあり方で統治されている人々が、最善の幸福を享受するのがふさわしいからである。
διὸ δεῖ πρῶτον ὁμολογεῖσθαι τίς ὁ πᾶσιν ὡς εἰπεῖν αἱρετώτατος βίος, μετὰ δὲ τοῦτο πότερον κοινῇ καὶ χωρὶς ὁ αὐτὸς ἢ ἕτερος.
それゆえ、第一に、いわばすべての人にとって最も望ましい生き方が何であるか、そしてその後に、それが共同にとっても、個人にとっても、同じであるのか異なるのかが合意されなければならない。
νομίσαντας οὖν ἱκανῶς πολλὰ λέγεσθαι καὶ τῶν ἐν τοῖς ἐξωτερικοῖς λόγοις περὶ τῆς ἀρίστης ζωῆς, καὶ νῦν χρηστέον αὐτοῖς.
したがって、最善の生き方については一般向けの議論においても十分に多くのことが語られていると考えて、今それらを用いることにしよう。
ὡς ἀληθῶς γὰρ πρός γε μίαν διαίρεσιν οὐδεὶς ἀμφισβητήσειεν ἂν ὡς οὐ, τριῶν οὐσῶν μερίδων, τῶν τε ἐκτὸς καὶ τῶν ἐν τῷ σώματι καὶ τῶν ἐν τῇ ψυχῇ, πάντα ταῦτα ὑπάρχειν τοῖς μακαρίοις χρή.
なぜなら、実に、ある一つの区分に関しては、誰も異論を唱えないであろうから。 三つの部分、すなわち、外部の善、身体の中の善、魂の中の善が存在するなかで、これらすべてが幸福な人々に備わっていなければならないということに。
οὐδεὶς γὰρ ἂν φαίη μακάριον τὸν μηθὲν μόριον ἔχοντα ἀνδρείας μηδὲ σωφροσύνης μηδὲ δικαιοσύνης μηδὲ φρονήσεως, ἀλλὰ δεδιότα μὲν τὰς παραπετομένας μυίας, ἀπεχόμενον δὲ μηθενός, ἂν ἐπιθυμήσῃ τοῦ φαγεῖν ἢ πιεῖν, τῶν ἐσχάτων, ἕνεκα δὲ τεταρτημορίου διαφθείροντα τοὺς φιλτάτους, ὁμοίως δὲ καὶ τὰ περὶ τὴν διάνοιαν οὕτως ἄφρονα καὶ διεψευσμένον ὥσπερ τι παιδίον ἢ μαινόμενον.
なぜなら、勇気、節制、正義、知慮のいかなる部分も持たず、目の前を飛び交うハエを恐れたり、食べたり飲んだりしたいと望めば、最も極端なことでも何一つ控えることができず、また、わずかな金のために最も愛する人々を破滅させたり、あるいは思考に関しても同様に、子供や狂人のように愚かで欺かれているような人を、誰も幸福であるとは言わないであろうから。
ἀλλὰ ταῦτα μὲν λεγόμενα πάντες ἂν συγχωρήσειαν, διαφέρονται δʼ ἐν τῷ ποσῷ καὶ ταῖς ὑπεροχαῖς.
しかし、これらのことは、言葉の上では誰もが同意するであろうが、その量や超過において意見が分かれる。
τῆς μὲν γὰρ ἀρετῆς ἔχειν ἱκανὸν εἶναι νομίζουσιν ὁποσονοῦν, πλούτου δὲ καὶ χρημάτων καὶ δυνάμεως καὶ δόξης καὶ πάντων τῶν τοιούτων εἰς ἄπειρον ζητοῦσι τὴν ὑπερβολήν.
なぜなら、徳については、ほんの少しでも持っていれば十分であると考えるのに対し、富、財産、権力、名声、その他これらすべてのものについては、無限にその過剰を求めるからである。
ἡμεῖς δὲ αὐτοῖς ἐροῦμεν ὅτι ῥᾴδιον μὲν περὶ τούτων καὶ διὰ τῶν ἔργων λαμβάνειν τὴν πίστιν, ὁρῶντας ὅτι κτῶνται καὶ φυλάττουσιν οὐ τὰς ἀρετὰς τοῖς ἐκτὸς ἀλλʼ ἐκεῖνα ταύταις,
しかし我々は彼らに、これらのことについて、実際の事実を通じても確信を得ることは容易であると言おう。 すなわち、人々が徳を外部の善によって手に入れ保持するのではなく、むしろそれらを徳によって手に入れ保持するのを目にするからである。
§7.1323bκαὶ τὸ ζῆν εὐδαιμόνως, εἴτʼ ἐν τῷ χαίρειν ἐστὶν εἴτʼ ἐν ἀρετῇ τοῖς ἀνθρώποις εἴτʼ ἐν ἀμφοῖν, ὅτι μᾶλλον ὑπάρχει τοῖς τὸ ἦθος μὲν καὶ τὴν διάνοιαν κεκοσμημένοις εἰς ὑπερβολήν, περὶ δὲ τὴν ἔξω κτῆσιν τῶν ἀγαθῶν μετριάζουσιν, ἢ τοῖς ἐκεῖνα μὲν κεκτημένοις πλείω τῶν χρησίμων, ἐν δὲ τούτοις ἐλλείπουσιν·
また、幸福に生きることも、それが人間にとって楽しむことにあるにせよ、徳にあるにせよ、あるいはその両方にあるにせよ、人格と知性を極めて高度に整えている一方で、外部の善の獲得については適度にとどめている人々のほうに、それらを必要以上に多く所有していながら、人格や知性においては欠けている人々よりも、より多く備わっている。
οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν λόγον σκοπουμένοις εὐσύνοπτόν ἐστιν.
さらに、論理的に考察する人々にとっても、このことは容易に見通せる。
τὰ μὲν γὰρ ἐκτὸς ἔχει πέρας, ὥσπερ ὄργανόν τι, (πᾶν τε τὸ χρήσιμον εἴς τι), ὧν τὴν ὑπερβολὴν ἢ βλάπτειν ἀναγκαῖον ἢ μηθὲν ὄφελος εἶναι τοῖς ἔχουσιν, τῶν δὲ περὶ ψυχὴν ἕκαστον ἀγαθῶν, ὅσῳ περ ἂν ὑπερβάλλῃ, τοσούτῳ μᾶλλον χρήσιμον εἶναι, εἰ δεῖ καὶ τούτοις ἐπιλέγειν μὴ μόνον τὸ καλὸν ἀλλὰ καὶ τὸ χρήσιμον.
なぜなら、外部の善には何か道具と同じように限界があるからであり(すべて有用なものは何かのためにある)、それらの過剰は、それを持つ者にとって害を及ぼすか、あるいは何の役にも立たないかのどちらかであるのが不可欠である。 それに対して、魂に関する善の各々は、それが多ければ多いほど、それだけより有用である。 もしこれらのものに対しても、美しさだけでなく有用性をも付け加えるべきであるとするならば。
ὅλως τε δῆλον ὡς ἀκολουθεῖν φήσομεν τὴν διάθεσιν τὴν ἀρίστην ἑκάστου πράγματος πρὸς ἄλληλα κατὰ τὴν ὑπεροχὴν ἥνπερ εἴληχε ταῦτα ὧν φαμεν αὐτὰς εἶναι διαθέσεις.
そして総じて明らかなのは、各々の事柄の最善の状態が互いに持つ関係は、それらの状態が属している対象そのものが割り当てられている優劣関係に従う、と我々が主張することである。
ὥστʼ εἴπερ ἐστὶν ἡ ψυχὴ καὶ τῆς κτήσεως καὶ τοῦ σώματος τιμιώτερον καὶ ἁπλῶς καὶ ἡμῖν, ἀνάγκη καὶ τὴν διάθεσιν τὴν ἀρίστην ἑκάστου ἀνάλογον τούτων ἔχειν.
したがって、もし魂が財産や身体よりも、絶対的にも我々にとっても、より価値がある(尊い)のであれば、それぞれの最善の状態もまた、これらに比例した関係を持つことが不可欠である。
ἔτι δὲ τῆς ψυχῆς ἕνεκεν ταῦτα πέφυκεν αἱρετὰ καὶ δεῖ πάντας αἱρεῖσθαι τοὺς εὖ φρονοῦντας, ἀλλʼ οὐκ ἐκείνων ἕνεκεν τὴν ψυχήν.
さらに、これらのものは魂のために選択されるように生まれついており、すべての思慮ある人々がそのように選択すべきであり、それらのもののために魂を選択すべきではない。
ὅτι μὲν οὖν ἑκάστῳ τῆς εὐδαιμονίας ἐπιβάλλει τοσοῦτον ὅσον περ ἀρετῆς καὶ φρονήσεως καὶ τοῦ πράττειν κατὰ ταύτας, ἔστω συνωμολογημένον ἡμῖν, μάρτυρι τῷ θεῷ χρωμένοις, ὃς εὐδαίμων μέν ἐστι καὶ μακάριος, διʼ οὐθὲν δὲ τῶν ἐξωτερικῶν ἀγαθῶν ἀλλὰ διʼ αὑτὸν αὐτὸς καὶ τῷ ποιός τις εἶναι τὴν φύσιν, ἐπεὶ καὶ τὴν εὐτυχίαν τῆς εὐδαιμονίας διὰ ταῦτʼ ἀναγκαῖον ἑτέραν εἶναι (τῶν μὲν γὰρ ἐκτὸς ἀγαθῶν τῆς ψυχῆς αἴτιον ταὐτόματον καὶ ἡ τύχη, δίκαιος δʼ οὐδεὶς οὐδὲ σώφρων ἀπὸ τύχης οὐδὲ διὰ τὴν τύχην ἐστίν)·
したがって、幸福のうち各人に割り当てられる量は、徳と知慮、およびこれらに従って行動することの量と同じだけであるということは、我々の間で合意されたものとしよう。 神を証人として。 神は幸福であり祝福されているが、それは何らかの外部の善によるのではなく、自分自身によって、かつ本性上どのような存在であるかということによるのである。 またそれゆえに、幸運が幸福とは異なるものであることも不可欠である(なぜなら、魂の外部の善の原因は、偶然の出来事や運であるが、運によって、あるいは運のおかげで、正義の人や節制の人になる者は誰もいないからである)。
ἐχόμενον δʼ ἐστὶ καὶ τῶν αὐτῶν λόγων δεόμενον καὶ πόλιν εὐδαίμονα τὴν ἀρίστην εἶναι καὶ πράττουσαν καλῶς.
これに続くのは、そして同じ議論を必要とするのは、最も優れた、かつよく行動している国家もまた幸福である、ということである。
ἀδύνατον δὲ καλῶς πράττειν τοῖς μὴ τὰ καλὰ πράττουσιν·
しかし、美わしい行いをしない人々にとって、よく生きることは不可能である。
οὐθὲν δὲ καλὸν ἔργον οὔτʼ ἀνδρὸς οὔτε πόλεως χωρὶς ἀρετῆς καὶ φρονήσεως·
また、徳と知慮なしには、個人にとっても国家にとっても、いかなる美しい業もあり得ない。
ἀνδρεία δὲ πόλεως καὶ δικαιοσύνη καὶ φρόνησις τὴν αὐτὴν ἔχει δύναμιν καὶ μορφὴν ὧν μετασχὼν ἕκαστος τῶν ἀνθρώπων λέγεται δίκαιος καὶ φρόνιμος καὶ σώφρων.
そして、国家の勇気、正義、知慮は、それらを分かち持つことによって個々の人間が正義の人、知慮の人、節制の人と呼ばれるのと、同じ力と形を持っている。
ἀλλὰ γὰρ ταῦτα μὲν ἐπὶ τοσοῦτον ἔστω πεφροιμιασμένα τῷ λόγῳ·
しかし、これらのことは議論の導入として、これくらいにしておこう。
οὔτε γὰρ μὴ θιγγάνειν αὐτῶν δυνατόν, οὔτε πάντας τοὺς οἰκείους ἐπεξελθεῖν ἐνδέχεται λόγους, ἑτέρας γάρ ἐστιν ἔργον σχολῆς ταῦτα·
なぜなら、これらに触れないわけにはいかないが、関係するすべての議論を詳しく論じることもできないからである。 それらは別の研究の仕事であるから。
νῦν δὲ ὑποκείσθω τοσοῦτον, ὅτι βίος μὲν ἄριστος, καὶ χωρὶς ἑκάστῳ καὶ κοινῇ ταῖς πόλεσιν,
今は、最善の生き方とは、各個人にとっても、国家にとって共同でも、[…である]ということだけを前提としておこう。