Humanitext Reader

アリストテレス · 政治学 §6.1322b-6.1323a

主要な官職の分類と政体による差異

119 / 155 箇所 · ギリシア語

要旨

アリストテレスは、軍事、財務監査、国家の最高決定機関、神事などの様々な不可欠な官職を整理し、さらに繁栄した国家に固有の秩序維持を目的とする特殊な官職を列挙する。また、これらの官職や機関が、どの国制(民主政、寡頭政、貴族政)と結びついているかを分析する。

§6.1322bἔτι δὲ κἂν ὦσιν ἱππεῖς ἢ ψιλοὶ ἢ τοξόται ἢ ναυτικόν, καὶ ἐπὶ τούτων ἑκάστων ἐνίοτε καθίσταται ἀρχή, αἳ καλοῦνται ναυαρχίαι καὶ ἱππαρχίαι καὶ ταξιαρχίαι, καὶ κατὰ μέρος δὲ αἱ ὑπὸ ταύτας τριηραρχίαι καὶ λοχαγίαι καὶ φυλαρχίαι καὶ ὅσα τούτων μόρια.
また、もし騎兵、軽装歩兵、弓兵、あるいは海軍が存在するならば、これらの各々に対しても時に応じて官職が設置され、それらは海軍指揮官職、騎兵指揮官職、歩兵部隊長職と呼ばれ、また個別的には、これらの配下にある三段櫂船指揮官職、歩兵中隊長職、部族騎兵長職、およびこれらの細分化されたすべての職階がそれにあたる。
τὸ δὲ πᾶν ἕν τι τούτου ἐστὶν εἶδος, ἐπιμελείας πολεμικῶν.
この全体は、軍事の管理という、これの一つの種に属する。
περὶ μὲν οὖν ταύτην τὴν ἀρχὴν ἔχει τὸν τρόπον τοῦτον·
さて、この官職については、このようなあり方をしている。
ἐπεὶ δὲ ἔνιαι τῶν ἀρχῶν, εἰ καὶ μὴ πᾶσαι, διαχειρίζουσι πολλὰ τῶν κοινῶν, ἀναγκαῖον ἑτέραν εἶναι τὴν ληψομένην λογισμὸν καὶ προσευθυνοῦσαν, αὐτὴν μηθὲν διαχειρίζουσαν ἕτερον·
しかし、すべてではないにせよ、いくつかの官職は公共の財産の多くを管理するので、それ自体は他の一切の財務を管理せず、会計監査を行い、かつ糾問を行う別の官職が存在することが不可欠である。
καλοῦσι δὲ τούτους οἱ μὲν εὐθύνους οἱ δὲ λογιστὰς οἱ δʼ ἐξεταστὰς οἱ δὲ συνηγόρους.
人々はこれらの官員を、ある場所では「監査官」、別の場所では「会計官」、また別の場所では「調査官」、あるいは「公設弁護官」と呼ぶ。
παρὰ πάσας δὲ ταύτας τὰς ἀρχὰς ἡ μάλιστα κυρία πάντων ἐστίν·
しかし、これらすべての官職の傍らにあって、最も決定的な権限をすべてに対して持つものがある。
ἡ γὰρ αὐτὴ πολλάκις ἔχει τὸ τέλος καὶ τὴν εἰσφοράν, ἢ προκάθηται τοῦ πλήθους, ὅπου κύριός ἐστιν ὁ δῆμος·
なぜなら、同じ官職がしばしば執行と議案提出の権限を持ち、あるいは、民衆が主権を持つ場所では、民衆の集会の議長を務めるからである。
δεῖ γὰρ εἶναι τὸ συνάγον τὸ κύριον κύριον τῆς πολιτείας.
なぜなら、主権を持つ機関を招集する者が、国制の主権を握る者でなければならないからである。
καλεῖται δὲ ἔνθα μὲν πρόβουλοι διὰ τὸ προβουλεύειν, ὅπου δὲ πλῆθός ἐστι, βουλὴ μᾶλλον.
そして、ある場所ではあらかじめ審議することから「事前審議会員」と呼ばれ、民衆が多数を占める場所では、むしろ「評議会」と呼ばれる。
αἱ μὲν οὖν πολιτικαὶ τῶν ἀρχῶν σχεδὸν τοσαῦταί τινές εἰσιν·
さて、国制上の官職は、ほぼこれほどのものである。
ἄλλο δʼ εἶδος ἐπιμελείας ἡ περὶ τοὺς θεούς, οἷον ἱερεῖς τε καὶ ἐπιμεληταὶ τῶν περὶ τὰ ἱερὰ τοῦ σῴζεσθαί τε τὰ ὑπάρχοντα καὶ ἀνορθοῦσθαι τὰ πίπτοντα τῶν οἰκοδομημάτων καὶ τῶν ἄλλων ὅσα τέτακται πρὸς τοὺς θεούς.
別の種類の管理は、神々に関するものであり、例えば、神官たちや、既存の聖林・神殿を保存し、建造物で崩壊しかけているものを再建し、神々のために定められた他のすべての事柄を管理する、神殿管理官たちである。
συμβαίνει δὲ τὴν ἐπιμέλειαν ταύτην ἐνιαχοῦ μὲν εἶναι μίαν, οἷον ἐν ταῖς μικραῖς πόλεσιν, ἐνιαχοῦ δὲ πολλὰς καὶ κεχωρισμένας τῆς ἱερωσύνης, οἷον ἱεροποιοὺς καὶ ναοφύλακας καὶ ταμίας τῶν ἱερῶν χρημάτων.
そしてこの管理は、ある場所では(例えば小規模な国家では)一つであり、別の場所では多くに分かれ、かつ神官職からは分離されている。 例えば、祭儀執行官、神殿守護官、神聖財産管理官などである。
ἐχομένη δὲ ταύτης ἡ πρὸς τὰς θυσίας ἀφωρισμένη τὰς κοινὰς πάσας, ὅσας μὴ τοῖς ἱερεῦσιν ἀποδίδωσιν ὁ νόμος, ἀλλʼ ἀπὸ τῆς κοινῆς ἑστίας ἔχουσι τὴν τιμήν·
これに隣接するものは、すべての共同の犠牲祭のうち、法律が神官たちに割り当てていないもので、共同の竈からその栄誉を得ているものに対して、専属で割り当てられている管理である。
καλοῦσι δʼ οἱ μὲν ἄρχοντας τούτους οἱ δὲ βασιλεῖς οἱ δὲ πρυτάνεις.
人々はこれらの官員を、ある場所では「執政官」、別の場所では「王」、また別の場所では「総理官」と呼ぶ。
αἱ μὲν οὖν ἀναγκαῖαι ἐπιμέλειαί εἰσι περὶ τούτων, ὡς εἰπεῖν συγκεφαλαιωσαμένους, περί τε τὰ δαιμόνια καὶ τὰ πολεμικὰ καὶ περὶ τὰς προσόδους καὶ τὰ ἀναλισκόμενα, καὶ περὶ ἀγορὰν καὶ περὶ τὸ ἄστυ καὶ λιμένας καὶ τὴν χώραν, ἔτι περὶ τὰ δικαστήρια, καὶ συναλλαγμάτων ἀναγραφὰς καὶ πράξεις καὶ φυλακὰς καὶ ἐπὶ λογισμούς τε καὶ ἐξετάσεις καὶ προσευθύνας τῶν ἀρχόντων, καὶ τέλος αἳ περὶ τὸ βουλευόμενόν εἰσι περὶ τῶν κοινῶν·
さて、不可欠な管理はこれらに関するものであり、要約して言えば、神事、軍事、歳入と歳出、市場、市街、港湾、地方、さらに裁判所、契約の登録、執行、拘留、そして官員の会計監査、調査、糾問、そして最後に、共同の事柄について審議する機関に関するものである。
ἴδιαι δὲ ταῖς σχολαστικωτέραις καὶ μᾶλλον εὐημερούσαις πόλεσιν, ἔτι δὲ φροντιζούσαις εὐκοσμίας, γυναικονομία νομοφυλακία παιδονομία γυμνασιαρχία, §6.1323aπρὸς δὲ τούτοις περὶ ἀγῶνας ἐπιμέλεια γυμνικοὺς καὶ Διονυσιακούς, κἂν εἴ τινας ἑτέρας συμβαίνει τοιαύτας γίνεσθαι θεωρίας.
一方、よりゆとりのある、より繁栄している国家、さらに良き秩序を配慮する国家に固有の官職は、婦人取締官、法律擁護官、児童取締官、体育場管理官、これらに加えて、体育競技やディオニュソス祭の競技、および他に生じる可能性のある同様の観客行事の管理がある。
τούτων δʼ ἔνιαι φανερῶς εἰσιν οὐ δημοτικαὶ τῶν ἀρχῶν, οἷον γυναικονομία καὶ παιδονομία·
これらのうち、あるものは明らかに民主政的ではない官職である。 例えば、婦人取締官や児童取締官がそれである。
τοῖς γὰρ ἀπόροις ἀνάγκη χρῆσθαι καὶ γυναιξὶ καὶ παισὶν ὥσπερ ἀκολούθοις διὰ τὴν ἀδουλίαν.
なぜなら、貧しい人々は、奴隷を持たないがゆえに、妻や子供を従者のように使わざるを得ないからである。
τριῶν δʼ οὐσῶν ἀρχῶν καθʼ ἃς αἱροῦνταί τινες ἀρχὰς τὰς κυρίους, νομοφυλάκων προβούλων βουλῆς, οἱ μὲν νομοφύλακες ἀριστοκρατικόν, ὀλιγαρχικὸν δʼ οἱ πρόβουλοι, βουλὴ δὲ δημοτικόν.
主権を持つ官職の選出の基準となる三つの官職(機関)、すなわち、法律擁護官、事前審議会員、評議会があるが、法律擁護官は貴族政的、事前審議会員は寡頭政的、評議会は民主政的である。
περὶ μὲν οὖν τῶν ἀρχῶν, ὡς ἐν τύπῳ, σχεδὸν εἴρηται περὶ πασῶν.
さて、官職については、概略的に言えば、ほぼすべてについて述べられたことになる。

語釈・文法注

  1. 1322bκἂν ὦσιν — これは καὶ ἐάν ὦσιν の縮約形(crasis)であり、接続法 ὦσιν とともに条件節を導く。「〜が存在する場合にも」と解する。これを ἄν + 希求法の譲歩的表現「〜であってもよい」とする読みもあるが、条件節として解釈するのが自然である。
  2. 1322bἀναγκαῖον ἑτέραν εἶναι τὴν ληψομένην λογισμὸν καὶ προσευθυνοῦσαν, αὐτὴν μηθὲν διαχειρίζουσαν ἕτερον — 対格不定詞構文。εἶναι の主語は ἑτέραν(別の官職)であり、それに分詞句 τὴν ληψομένην... が係っている。また分詞句 αὐτὴν μηθὲν διαχειρίζουσαν ἕτερον(それ自体は他の一切の財務を管理しない)は、監査する側の官職の中立性を担保するための付帯状況を表す対格絶対(あるいは ἑτέραν への同格・補足)として機能している。
  3. 1322bτὸ συνάγον τὸ κύριον — 定冠詞を伴う現在分詞 τὸ συνάγον(招集するもの、主語)が、その目的語である τὸ κύριον(主権を持つもの、すなわち民会など)を支配している。「主権を有する意思決定機関を招集する主体」を指す。
  4. 1323aτοῖς γὰρ ἀπόροις ἀνάγκη χρῆσθαι καὶ γυναιξὶ καὶ παισὶν ὥσπερ ἀκολούθοις — 非人称形容詞 ἀνάγκη に導かれる不定詞 χρῆσθαι の意味上の主語が与格 τοῖς ἀπόροις(貧しい人々にとって)であり、χρῆσθαι が支配する格として 与格の γυναιξὶ καὶ παισὶν(妻や子供を)が置かれている。ἀδουλία(奴隷の欠如)のために家族を従者代わりにせざるを得ない社会構造を示す。

この箇所を引用する

アリストテレス, 政治学 §6.1322b-6.1323a. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:6.1322b-6.1323a

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。