§7.1324aὁ μετʼ ἀρετῆς κεχορηγημένης ἐπὶ τοσοῦτον ὥστε μετέχειν τῶν κατʼ ἀρετὴν πράξεων, πρὸς δὲ τοὺς ἀμφισβητοῦντας, ἐάσαντας ἐπὶ τῆς νῦν μεθόδου, διασκεπτέον ὕστερον, εἴ τις τοῖς εἰρημένοις τυγχάνει μὴ πειθόμενος.
[最善の生き方とは、]十分に供給された徳を伴う生き方であり、徳に従った行動に参画できるほどのものである、ということだけを前提としておこう。 しかし、これに異議を唱える人々に対しては、現在の探究においてはそのままにしておき、もしこれまでに述べたことに納得しない者がいるならば、後に十分に検討することにしよう。
πότερον δὲ τὴν εὐδαιμονίαν τὴν αὐτὴν εἶναι φατέον ἑνός τε ἑκάστου τῶν ἀνθρώπων καὶ πόλεως ἢ μὴ τὴν αὐτήν, λοιπόν ἐστιν εἰπεῖν.
次に、個々の人間と国家にとって、幸福は同一であると言うべきか、あるいは同一ではないと言うべきか、について論じることが残されている。
φανερὸν δὲ καὶ τοῦτο.
そしてこのこともまた明らかである。
πάντες γὰρ ἂν ὁμολογήσειαν εἶναι τὴν αὐτήν.
なぜなら、誰もがそれは同一であると同意するであろうからだ。
ὅσοι γὰρ ἐν πλούτῳ τὸ ζῆν εὖ τίθενται ἐφʼ ἑνός, οὗτοι καὶ τὴν πόλιν ὅλην, ἐὰν ᾖ πλουσία, μακαρίζουσιν·
実際、個人の場合において、よく生きることを富に置く人々は、国家全体についても、もしそれが富んでいるなら、幸福であるとみなす。
ὅσοι τε τὸν τυραννικὸν βίον μάλιστα τιμῶσιν, οὗτοι καὶ πόλιν τὴν πλείστων ἄρχουσαν εὐδαιμονεστάτην ἂν εἶναι φαῖεν·
また、僭主的な生き方を最も重んじる人々は、最も多くの人々を支配している国家を最も幸福であると言うであろう。
εἴ τέ τις τὸν ἕνα διʼ ἀρετὴν ἀποδέχεται, καὶ πόλιν εὐδαιμονεστέραν φήσει τὴν σπουδαιοτέραν.
さらに、もしある人が個人を徳ゆえに認めるならば、その人はより優れた国家をより幸福であると言うであろう。
ἀλλὰ ταῦτʼ ἤδη δύο ἐστὶν ἃ δεῖται σκέψεως, ἓν μὲν πότερος αἱρετώτερος βίος, ὁ διὰ τοῦ συμπολιτεύεσθαι καὶ κοινωνεῖν πόλεως ἢ μᾶλλον ὁ ξενικὸς καὶ τῆς πολιτικῆς κοινωνίας ἀπολελυμένος, ἔτι δὲ τίνα πολιτείαν θετέον καὶ ποίαν διάθεσιν πόλεως ἀρίστην, εἴτε πᾶσιν ὄντος αἱρετοῦ τοῦ κοινωνεῖν πόλεως εἴτε καὶ τισὶ μὲν μὴ τοῖς δὲ πλείστοις.
しかし、これらは今や検討を要する二つの事柄である。 一つは、どちらの生き方がより望ましいか、すなわち、共同で市民生活を送り国家に参画することによる生き方か、それともむしろ、異邦人としての生き方で、政治的共同体から解放されたものであるか、ということである。 さらにもう一つは、どのような国制を設定すべきであり、どのような国家の状態が最善であるか、すなわち、国家に参画することがすべての人にとって望ましいことであるのか、それとも一部の人にはそうではなく、大半の人にとってのみそうであるのか、ということである。
ἐπεὶ δὲ τῆς πολιτικῆς διανοίας καὶ θεωρίας τοῦτʼ ἐστὶν ἔργον, ἀλλʼ οὐ τὸ περὶ ἕκαστον αἱρετόν, ἡμεῖς δὲ ταύτην προῃρήμεθα νῦν τὴν σκέψιν, ἐκεῖνο μὲν πάρεργον ἂν εἴη, τοῦτο δὲ ἔργον τῆς μεθόδου ταύτης.
ところで、政治的な思索と考察の仕事とはこれであって、個々の人にとって望ましいことが何であるかということではないが、我々が今選択したのはこの検討であるため、前者は余事であり、後者こそがこの探究の仕事となるであろう。
ὅτι μὲν οὖν ἀναγκαῖον εἶναι πολιτείαν ἀρίστην ταύτην τὴν τάξιν καθʼ ἣν κἂν ὁστισοῦν ἄριστα πράττοι καὶ ζῴη μακαρίως, φανερόν ἐστιν·
したがって、最善の国制とは、誰もが最も良く行動し、幸福に生きることができるような秩序(体制)でなければならないということは、明らかである。
ἀμφισβητεῖται δὲ παρʼ αὐτῶν τῶν ὁμολογούντων τὸν μετʼ ἀρετῆς εἶναι βίον αἱρετώτατον πότερον ὁ πολιτικὸς καὶ πρακτικὸς βίος αἱρετὸς ἢ μᾶλλον ὁ πάντων τῶν ἐκτὸς ἀπολελυμένος, οἷον θεωρητικός τις, ὃν μόνον τινές φασιν εἶναι φιλόσοφον.
しかし、徳を伴う生き方が最も望ましいと合意している人々の間でも、政治的・活動的な生き方が望ましいのか、それともむしろ、すべての外部の事柄から解放された、例えば観照的な生き方(これを一部の人々は唯一の哲学的な生き方であると主張しているが)が望ましいのかについて、議論が分かれている。
σχεδὸν γὰρ τούτους τοὺς δύο βίους τῶν ἀνθρώπων οἱ φιλοτιμότατοι πρὸς ἀρετὴν φαίνονται προαιρούμενοι, καὶ τῶν προτέρων καὶ τῶν νῦν·
なぜなら、昔の人々も今の人々も含めて、徳に対して最も強い情熱を抱いている人々は、人間におけるほぼこれら二つの生き方を選択しているように見えるからである。
λέγω δὲ δύο τόν τε πολιτικὸν καὶ τὸν φιλόσοφον.
私が二つの生き方と言うのは、政治的な生き方と哲学的な生き方のことである。
διαφέρει δὲ οὐ μικρὸν ποτέρως ἔχει τὸ ἀληθές·
そして、真理がどちらの側にあるかは少なからぬ相違をもたらす。
ἀνάγκη γὰρ τόν γε εὖ φρονοῦντα πρὸς τὸν βελτίω σκοπὸν συντάττεσθαι, καὶ τῶν ἀνθρώπων ἕκαστον καὶ κοινῇ τὴν πολιτείαν.
なぜなら、思慮ある者は、個々の人間であれ共同の国制であれ、より優れた目標に向けて自らを秩序づけることが不可欠だからである。
νομίζουσι δʼ οἱ μὲν τὸ τῶν πέλας ἄρχειν δεσποτικῶς μὲν γιγνόμενον μετʼ ἀδικίας τινὸς εἶναι τῆς μεγίστης, πολιτικῶς δὲ τὸ μὲν ἄδικον οὐκ ἔχειν, ἐμπόδιον δὲ ἔχειν τῇ περὶ αὐτὸν εὐημερίᾳ·
ある人々は、隣人を支配することは、それが専制的に行われるならば最大の不正を伴うものであり、政治的に行われるならば、不正は伴わないものの、自分自身の安寧にとって障害となると考えている。
τούτων δʼ ὥσπερ ἐξ ἐναντίας ἕτεροι τυγχάνουσι δοξάζοντες·
これらに対して、正反対の考えを持っている人々がいる。
μόνον γὰρ ἀνδρὸς τὸν πρακτικὸν εἶναι βίον καὶ πολιτικόν, ἐφʼ ἑκάστης γὰρ ἀρετῆς οὐκ εἶναι πράξεις μᾶλλον τοῖς ἰδιώταις ἢ τοῖς τὰ κοινὰ πράττουσι καὶ πολιτευομένοις.
すなわち、活動的・ 政治的な生き方のみが男にふさわしいものであり、なぜなら、いかなる徳においても、その実践は私的な個人において、共同の事柄を行い政治に携わる人々におけるよりも多く存在するわけではないからである。